5

ὁμοιωθήσεταί σοι; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; θεοὺς λέγων, τοὺς κτισθέντας μὲν, μετόχους δὲ γενομένους τοῦ Λόγου, ὡς αὐτὸς εἶπεν· Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Τὰ δὲ μετέχοντα οὐκ ἂν εἴη τὰ αὐτὰ οὐδὲ ὅμοια τοῦ μετεχομένου. Περὶ ἑαυτοῦ γοῦν ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὡς τῶν γενητῶν μὴ ὄντων οὕτως. Ἐπεὶ ἀποκρινάσθωσαν οἱ τὴν Ἀρίμηνον προτείνοντες, εἰ κτιστὴ οὐσία δύναται εἰπεῖν· Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ. Ποιούμενα γάρ ἐστι τὰ γενητὰ, καὶ οὐ ποιοῦντα· εἰ δὲ μή γε, καὶ ἑαυτὰ ἐποί ησαν. Ἀμέλει εἰ, ὡς λέγουσι, κτίσμα ἐστὶν ὁ Υἱὸς, καὶ ποιεῖ αὐτὸν ὁ Πατὴρ, πάντως ἂν ἐποίησε καὶ ἑαυ τὸν ὁ Υἱὸς, δυνάμενος ποιεῖν ἃ ποιεῖ ὁ Πατὴρ, ὡς εἶπεν αὐτός· ἀλλ' ἄτοπον καὶ λίαν ἀσύστατόν ἐστι τὸ τοιοῦτον· ποιεῖν γὰρ ἑαυτὸν οὐδεὶς δύναται. Πάλιν δὲ εἰπάτωσαν, εἰ δύναται τὰ γενητὰ εἰπεῖν· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν; 26.1044 Ἔχει δὲ τὸ κτίζειν, τὸ δημιουργεῖν, τὸ ἀΐδιον, τὸ εἶναι παντοκράτωρ, τὸ ἄτρεπτον. Τὰ δὲ γενητὰ οὐ δύναται ἔχειν τὸ δημιουργεῖν· κτιστὰ γάρ ἐστιν· οὐδὲ τὸ ἀΐδιον· ἀρχὴν γὰρ ἔχει τοῦ εἶναι· οὐδὲ τὸ παντο κράτωρ καὶ ἄτρεπτον· κρατούμενα γὰρ καὶ τρεπτῆς φύσεώς ἐστιν, ὥσπερ αἱ Γραφαὶ λέγουσιν. Οὐκοῦν εἰ ταῦτα τοῦ Υἱοῦ ἐστιν, οὐκ ἐξ ἀρετῆς, ὡς εἴπομεν, ἀλλὰ τῆς οὐσίας αὐτοῦ ἐστι δηλονότι, ὡς εἶπεν ἡ σύνοδος· οὐκ ἐξ ἄλλης οὐσίας ἐστὶν, ἀλλὰ τῆς τοῦ Πατρὸς, ἧς ἐστι καὶ ταῦτα ἴδια· τὸ δὲ τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον, καὶ ἐξ αὐτῆς γέννημα, τί ἂν εἴη, ἢ πῶς ἄν τις ὀνομάσειεν αὐτὸ, ἢ ὁμοούσιον; ἃ γὰρ βλέπει τις ἐν τῷ Πατρὶ, ταῦτα βλέπει καὶ ἐν τῷ Υἱῷ· Υἱῷ δὲ οὐκ ἐκ μετουσίας, ἀλλὰ κατ' οὐσίαν. Καὶ τοῦτό ἐστιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἄλλως τε καὶ ἐκ τούτου πάλιν καλὸν δεικνύναι τὴν ἀφροσύνην αὐτῶν· εἰ ἐξ ἀρετῆς ἕπεται τὸ θέλειν καὶ τὸ μὴ θέλειν, καὶ τρόπων βελτίωσις, ὅμοιος καθ' ὑμᾶς ὁ Υἱός ἐστι τῷ Πατρί· ταῦτα δὲ ποιότητος ἴδια· δηλονότι σύνθετον τὸν Θεὸν ἐκ ποιότητος καὶ οὐσίας λέγετε. Καὶ τίς ὑμῶν ἀνέξεται ταῦτα λεγόντων· οὐ γὰρ σύνθετος ὁ Θεὸς ὁ τὰ πάντα εἰς τὸ εἶναι συντεθεικὼς, οὐδὲ τοιοῦτος, οἷά ἐστι τὰ παρ' αὐτοῦ διὰ τοῦ Λόγου γενόμενα, μὴ γένοιτο! Ἁπλῆ γάρ ἐστιν οὐσία, ἐν ᾗ οὐκ ἔνι ποιότης, οὐδὲ, ὡς εἶπεν ὁ Ἰάκωβος, Παραλλαγή τις ἢ τροπῆς ἀποσκίασμα. Οὐκοῦν εἰ δείκνυται οὐκ ἐξ ἀρετῆς· οὐ γὰρ ποιότης ἐν τῷ Θεῷ, οὔτε ἐν τῷ Υἱῷ· δηλονότι τῆς οὐσίας ἴδιος ἂν εἴη· καὶ τοῦτο πάντως ὁμολογήσετε, εἰ μὴ τέλεον τὸ νοεῖν ἀπώλετο ἐν ὑμῖν. Τὸ δὲ ἴδιον καὶ ταὐτὸν τῇ τοῦ Θεοῦ οὐσίᾳ καὶ ἐξ αὐτῆς γέννημα φύσει τυγχάνον τί ἂν εἴη, ἢ πάλιν καὶ κατὰ τοῦτο ὁμοούσιον τῷ γεννήσαντι; τοῦτο γὰρ Υἱοῦ πρὸς Πατέρα γνώρισμα. Καὶ ὁ μὴ τοῦτο λέγων, οὐ φρονεῖ, φύσει καὶ ἀληθῶς Υἱὸν εἶναι τὸν Λόγον. Οὕτω νοήσαντες οἱ Πατέρες, ἔγραψαν ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἀνεθεμάτισαν τοὺς λέγοντας ἐξ ἑτέρας ὑποστάσεως εἶναι τὸν Υἱόν· οὐχ ἑαυτοῖς πλασάμενοι λέξεις, ἀλλὰ καὶ αὐτοὶ ἀπὸ τῶν πρὸ αὐτῶν Πατέρων μαθόντες, καθάπερ εἴπομεν. Τούτων δὲ οὕτω δεικνυμένων, περιττὴ αὐτῶν ἡ Ἀρίμηνος, περιττὴ καὶ ἡ ἄλλη παρ' αὐτῶν ὀνομαζομένη περὶ πίστεως σύνοδος. Ἀρκεῖ γὰρ ἡ ἐν Νικαίᾳ σύμφωνος οὖσα καὶ τοῖς ἀρχαίοις ἐπισκόποις, ἐν ᾗ καὶ οἱ Πατέρες αὐτῶν ὑπέγραψαν, οὓς αἰδεῖσθαι τούτους ἔπρεπεν, ἵνα μὴ πάντα μᾶλλον ἢ Χριστιανοὶ νομισθῶσιν. Εἰ δὲ καὶ μετὰ τοσαῦτα, μετὰ καὶ τὴν 26.1045 μαρτυρίαν τῶν ἀρχαίων ἐπισκόπων, καὶ μετὰ τὴν ὑπογραφὴν τῶν ἰδίων Πατέρων, προσποιοῦνται, ὡς ἀγνοοῦντες, τὴν λέξιν φοβεῖσθαι τοῦ ὁμοουσίου, εἰπάτωσαν καὶ φρονείτωσαν ἁπλούστερον μὲν καὶ ἀληθῶς τὸν Υἱὸν φύσει Υἱὸν, ἀναθεματισάτωσαν δὲ, ὡς παρήγγειλεν ἡ σύνοδος, τοὺς λέγοντας κτίσμα, ἢ ποίημα, ἢ ἐξ οὐκ ὄντων, ἢ, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ ὅτι τρεπτὸς καὶ ἀλλοίωτός ἐστι, καὶ ἐξ ἑτέρας ὑποστάσεως· καὶ οὕτω φευγέτωσαν ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως· καὶ θαῤῥοῦμεν, ὅτι γνησίως ταῦτα ἀναθεματίζοντες ὁμολογοῦσιν εὐθὺς, ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ