ΩΡΙΓΕΝΟΥς ΦΙΛΟΚΑΛΙΑ. [1] Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην ὑπὸ

 Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ. αʹ. Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην ἀναγνωστέον καὶ νοητέον, τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος,

 ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ. [1] Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην ἀναγνωστέον καὶ νοητέον: τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος καὶ τοῦ κα

 [1] Ὅτι κέκλεισται καὶ ἐσφράγισται ἡ θεία γραφή. ἀπὸ τοῦ εἰς τὸν αʹ ψαλμὸν τόμου. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι, τῇ

 [1] Διὰ τί κβʹ τὰ θεόπνευστα βιβλία. ἐκ τοῦ αὐτοῦ εἰς τὸν αʹ ψαλμὸν τόμου. Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ, ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν το

 [1] Περὶ σολοικισμῶν καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς. ἐκ τοῦ δʹ τόμου τῶν εἰς τὸ κατὰ Ἰωάννην, μετὰ τρία φύλλα τῆς ἀρχῆς. Ὁ διαιρῶν παρ' ἑαυτῷ φωνὴν κ

 [1] Τίς ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία: καὶ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἓν βιβλίον ἐστίν. ἐκ τοῦ εʹ τόμου τῶν εἰς τὸ κατὰ Ἰωάννην, εἰς τὸ προο

 [1] Ὅτι ἓν ὄργανον θεοῦ τέλειον καὶ ἡρμοσμένον πᾶσα ἡ θεία γραφή. ἐκ τοῦ βʹ τόμου τῶν εἰς τὸ κατὰ Ματθαῖον, εἰς τό: Μακάριοι οἱ εἰρηνοποιοί. Τούτῳ δὲ

 [1] Περὶ τοῦ ἰδιώματος τῶν προσώπων τῆς θείας γραφῆς. ἐκ τοῦ εἰς τὸ ᾆσμα μικροῦ τόμου, ὃν ἐν τῇ νεότητι ἔγραψεν. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπ

 [1] Περὶ τοῦ μὴ δεῖν τὰ σολοικοειδῆ καὶ μὴ σώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆς γραφῆς ἐπιχειρεῖν διορθοῦσθαι, πολὺ τοῖς συνιέναι δυναμένοις

 [1] Τίς ὁ λόγος τοῦ τὴν θείαν γραφὴν κατὰ διάφορα σημαινόμενα τῷ αὐτῷ ὀνόματι κεχρῆσθαι πολλάκις καὶ ἐν τῷ αὐτῷ τόπῳ. ἐκ τῆς πρὸς Ῥωμαίους: τόμος ἔννα

 [1] Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσκόμματος, ἢ πέτρας σκανδάλου. ἐν τῇ λθʹ ὁμιλίᾳ τῶν εἰς τὸν Ἱερεμίαν, εἰς τό: Οὐκ ἠδύνατο κύ

 [1] Ὅτι χρὴ πάσης τῆς θεοπνεύστου γραφῆς τὸ τρόφιμον διώκειν, καὶ τὰ ὑπὸ τῶν αἱρετικῶν ταρασσόμενα ῥητὰ δυσφήμοις ἐπαπορήσεσι μὴ ἀποτρέπεσθαι μηδὲ ὑπε

 [1] Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆς κʹ ὁμιλίας τῆς εἰς

 [1] Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας μαθήματα χρήσιμα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας. Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε

 [1] Ὅτι τοῖς θέλουσι μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ ἁρμόζοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικὰ, ὧν ἄνε

 [1] Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους τὸ εὐτελὲς τῆς τῶν θείων γραφῶν φράσεως διασύροντας, καὶ τὰ ἐν χριστιανισμῷ καλὰ βέλτιον παρ' Ἕλλησιν εἰρῆσθαι φάσκον

 [1] Περὶ τῶν διαβαλλόντων τὸν χριστιανισμὸν διὰ τὰς ἐν τῇ ἐκκλησίᾳ αἱρέσεις. τόμου γʹ κατὰ Κέλσου. Εἶτ' ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν χρι

 [1] Πρὸς τοὺς λέγοντας τῶν φιλοσόφων μηδὲν διαφέρειν τῷ παρ' Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία, ἢ τῷ δεῖνα φέρ' εἰπεῖν παρ' Ἰνδοῖς,

 [1] Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους πάντα ἐπαγγελλομένους εἰδέναι, καὶ αἰτιωμένους τὸ ἀνεξέταστον τῆς τῶν πολλῶν ἐν χριστιανισμῷ πίστεως: καὶ ὡς προτιμών

 [1] Καὶ πάλιν ἐν τοῖς πρὸ τούτων τοῦ αὐτοῦ τόμου: Ὅτι ἡ εἰς τὸν κύριον ἡμῶν πίστις, μηδὲν κοινὸν ἔχουσα πρὸς τὴν ἄλογον τῶν ἐθνῶν δεισιδαίμονα πίστιν,

 [1] Πρὸς τοὺς λέγοντας μὴ διὰ τὸν ἄνθρωπον ἀλλὰ διὰ τὰ ἄλογα ζῶα γεγονέναι τὸν ἅπαντα κόσμον καὶ τοὺς ἀνθρώπους: ἐπεὶ ἀπονώτερον ἡμῶν τῶν ἀνθρώπων τὰ

 [1] Περὶ αὐτεξουσίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν λύσις καὶ ἑρμηνεία. ἐκ τοῦ περὶ ἀρχῶν τρίτου τόμου. Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκ

 [1] Τίς ἡ τῶν ἐπὶ γῆς λογικῶν ἤτοι ἀνθρωπίνων ψυχῶν διασπορὰ ἐπικεκρυμμένως δηλουμένη ἐκ τῆς οἰκοδομῆς τοῦ πύργου καὶ τῆς κατ' αὐτὴν συγχύσεως τῶν γλω

 [1] Περὶ εἱμαρμένης, καὶ πῶς προγνώστου ὄντος τοῦ θεοῦ τῶν ὑφ' ἑκάστου πραττομένων τὸ ἐφ' ἡμῖν σώζεται. καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ

 [1] Περὶ ὕλης, ὅτι οὐκ ἀγένητος οὐδὲ κακῶν αἰτία. ἐκ τῆς Εὐσεβίου τοῦ Παλαιστιναίου εὐαγγελικῆς προπαρασκευῆς, λόγου ζʹ. Ὅτι μὲν ὑπάρχειν ἀδύνατον ἀγέ

 [1] Ὅτι ὁ ἐκ προγνώσεως ἀφορισμὸς οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον. ἐκ τοῦ αʹ τόμου τῶν εἰς τὴν πρὸς Ῥωμαίους ἐξηγητικῶν, εἰς τό: Ἀφωρισμένος εἰς εὐαγγέλιον

 [1] Περὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ, καὶ ὅτι ἐν προαιρετικοῖς ταῦτα καὶ ἐν ἀπροαιρέτῳ, καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν, ἀλλ' οὐχ ὡς Ἀριστ

 [1] Εἰς τό: Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ. “Ἐσκλήρυνε δὲ κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαποστεῖλαι αὐτούς.” Πολλάκις ἐν τῇ Ἐξόδῳ κε

CHAP. XII. ----That a man ought not to faint in reading the Divine Scripture if he cannot comprehend the dark riddles and parables therein. From the 20th Homily on Joshua, the son of Nun.

1. A hearer greatly profits by such readings as these if he can understand the true inheritance which Joshua divided by the children of Israel, and if he can both ascend to the holy land, the true, really good land, and, following the list of names, can adapt the local descriptions to the varying circumstances of those who receive the inheritance. But it is difficult to find a man who thus profits, and we therefore wish to encourage our hearers not to faint as they read. "What the encouragement is which I offer to him who hears such passages, I must now tell. Charms have a certain natural force; and any one who comes under the influence of the charm, even if he does not understand it, gets something from it, according to the nature of the sounds thereof, either to the injury or to the healing of his body, or his soul. Just so, pray observe, it is with the giving of names in the Divine Scriptures, only they are stronger than any charm. For there are certain faculties in us, the best of which are nourished by these "charms," as I may call them, being akin to them, though we may not perceive that those faculties by understanding what we are told become more effective in the development of our lives. For that there are certain invisible departments of our being, and those many in number, the words of the Psalm will prove, "Bless the Lord, O my soul, and all that is within me bless his holy name." 219 There is, then, within us a multitude of faculties amongst which we have been, as it were, souls and bodies, divided by lot; and these are such that if holy they profit and gather strength at the reading of the Scripture, even though the understanding be unfruitful; as it is written concerning him who speaketh "in a tongue," "My spirit prayeth, but my understanding is unfruitful." 220 Please note, then, that though at times our understanding is unfruitful, the faculties which assist the soul, and the understanding, and help us all, are nourished with rational nourishment drawn from the Holy Scriptures, and from these names, and that being nourished they are better able to assist us. And just as our better faculties, as it were, use the charm and are profited, and gain strength through Scriptures and names like these, so the opposing faculties of our inner nature, we may say, are weakened and overcome by God's enchantments, and being overcome are put to sleep.

2. If any of you have ever seen an asp or some other venomous creature under the spell of the charmer, I would have you take that as an illustration of the Scripture. If it be read and not understood, the hearer sometimes grows listless and weary; yet let him believe that the asps and vipers within him are weakened through the charms of the charmers, that is to say, by wise Moses, wise Joshua, the wise and holy Prophets. Let us not then weary when we hear Scriptures which we do not understand; but let it be unto us according to our faith,221 by which we believe that all Scripture being inspired by God is profitable.222 For as regards these Scriptures, you must admit one of two things: either that they are not inspired because they are not profitable, as an unbeliever might suppose; or, as a believer, you must allow that because they are inspired they are profitable. We must, however, know that we often profit without perceiving it, just as frequently happens when we diet ourselves to improve our eyesight; we do not, I suppose, while we are eating perceive that our eyesight is better, but after two or three days, when the food is assimilated which benefits the eye, we are convinced of the fact by experience; and the same remark applies to other foods which benefit other parts of the body. Well, then, have the like faith with regard to Divine Scripture; believe that thy soul is profited by the mere reading, even though thy understanding does not receive the fruit of profiting by these passages. Our inner nature is charmed; its better elements are nourished, the worse weakened and brought to nought.  

[1] Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆς κʹ ὁμιλίας τῆς εἰς τὸν Ἰησοῦν τὸν Ναυῆ. Ἡ μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἵῳ τε γενομένῳ ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν, τὴν ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα. ἐπεὶ δὲ δύσκολόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον, βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν ἐπὶ ταῖς ἀναγνώσεσι. τίς οὖν ἡ παραμυθία ὑπὲρ τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμάτων, λεκτέον. ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι φυσικὴν, καὶ μὴ νοῶν ὁ κατεπᾳδόμενος λαμβάνει τι ἐκ τῆς ἐπῳδῆς, κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς, εἴτε εἰς βλάβην εἴτε εἰς ἴασιν σώματος ἢ ψυχῆς ἑαυτοῦ: οὕτω μοι νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν ταῖς θείαις γραφαῖς ὀνομάτων. εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὖσαι αὐταῖς, καὶ ἡμῶν μὴ νοούντων ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. ὅτι γὰρ ἔστι τινὰ ἐν ἡμῖν ἀόρατα, καὶ πολλά γε ταῦτα, δηλώσει ὁ εἰπὼν ψαλμός: Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. ἔστιν οὖν πλῆθός τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα: αἵτινες, ἐὰν ὦσιν ἅγιαι, τῆς γραφῆς ἀναγινωσκομένης ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν ὁ νοῦς ἡμῶν ἄκαρπος ᾖ: ὡς γέγραπται περὶ τοῦ γλώσσῃ λαλοῦντος, ὅτι Τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. νόει οὖν μοι ὅτι ποτὲ τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἱερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ, καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν: ὥσπερ δὲ αἱ κρείττους δυνάμεις οἱονεὶ κατεπᾴδονται καὶ ὠφελοῦνται, καὶ γίνονται δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτων καὶ ὀνομάτων, οὕτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλκονται καὶ νικῶνται ἀπὸ τῶν τοῦ θεοῦ ἐπῳδῶν, καὶ νικώμεναι κοιμίζονται.
[2] Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζομένην, ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν: ἧς ἀναγινωσκομένης καὶ μὴ νοουμένης, ἐνίοτε ἀκηδιᾷ καὶ ἐκκακεῖ ὁ ἀκροατής: καὶ πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων, οἷον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν: ἀλλὰ γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν, ἣν καὶ πιστεύομεν, ὅτι πᾶσα γραφὴ θεόπνευστος οὖσα ὠφέλιμός ἐστι. τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι θεόπνευστοι ἐπεὶ οὔκ εἰσιν ὠφέλιμοι, ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος: ἢ, ὡς πιστὸς, παραδέξασθαι ὅτι ἐπεί εἰσιν θεόπνευστοι ὠφέλιμοί εἰσιν. ἰστέον μέντοι γε ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολλάκις γίνεται ἡ ὠφέλεια, οἷον πολλάκις τροφήν τινα διατασσόμεθα ἐσθίειν ὀξυδερκικὴν, καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα ὅτι ὠφελούμεθα τὸν ὀφθαλμὸν, ἀλλ' ἡμέρας διαγενομένης δευτέρας καὶ τρίτης, ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. ἀλλὰ καὶ ἐπ' ἄλλων τροφῶν ὠφελουσῶν τινὰ μέλη τοῦ σώματος τοῦτο ἔστιν ἰδεῖν. οὕτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι ὠφελεῖταί σου ἡ ψυχὴ, κἂν μὴ ὁ νοῦς τὸν καρπὸν λαμβάνῃ τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς ἀναγνώσεως. τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται, καὶ τὰ μὲν κρείττονα τρέφεται τὰ δὲ χείρονα καταργεῖται.