ΩΡΙΓΕΝΟΥς ΦΙΛΟΚΑΛΙΑ. [1] Ἐκλογὴν ἡ παροῦσα περιέχει βίβλος γραφικῶν ζητημάτων καὶ ἐπιλύσεων ἐκ διαφόρων βίβλων τῷ Ὠριγένει πονηθεισῶν ἠθροισμένην ὑπὸ

 Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ. αʹ. Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην ἀναγνωστέον καὶ νοητέον, τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος,

 ΩΡΙΓΕΝΟΥΣ ΦΙΛΟΚΑΛΙΑ. [1] Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην ἀναγνωστέον καὶ νοητέον: τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος καὶ τοῦ κα

 [1] Ὅτι κέκλεισται καὶ ἐσφράγισται ἡ θεία γραφή. ἀπὸ τοῦ εἰς τὸν αʹ ψαλμὸν τόμου. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι, τῇ

 [1] Διὰ τί κβʹ τὰ θεόπνευστα βιβλία. ἐκ τοῦ αὐτοῦ εἰς τὸν αʹ ψαλμὸν τόμου. Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ, ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν το

 [1] Περὶ σολοικισμῶν καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς. ἐκ τοῦ δʹ τόμου τῶν εἰς τὸ κατὰ Ἰωάννην, μετὰ τρία φύλλα τῆς ἀρχῆς. Ὁ διαιρῶν παρ' ἑαυτῷ φωνὴν κ

 [1] Τίς ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία: καὶ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἓν βιβλίον ἐστίν. ἐκ τοῦ εʹ τόμου τῶν εἰς τὸ κατὰ Ἰωάννην, εἰς τὸ προο

 [1] Ὅτι ἓν ὄργανον θεοῦ τέλειον καὶ ἡρμοσμένον πᾶσα ἡ θεία γραφή. ἐκ τοῦ βʹ τόμου τῶν εἰς τὸ κατὰ Ματθαῖον, εἰς τό: Μακάριοι οἱ εἰρηνοποιοί. Τούτῳ δὲ

 [1] Περὶ τοῦ ἰδιώματος τῶν προσώπων τῆς θείας γραφῆς. ἐκ τοῦ εἰς τὸ ᾆσμα μικροῦ τόμου, ὃν ἐν τῇ νεότητι ἔγραψεν. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπ

 [1] Περὶ τοῦ μὴ δεῖν τὰ σολοικοειδῆ καὶ μὴ σώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆς γραφῆς ἐπιχειρεῖν διορθοῦσθαι, πολὺ τοῖς συνιέναι δυναμένοις

 [1] Τίς ὁ λόγος τοῦ τὴν θείαν γραφὴν κατὰ διάφορα σημαινόμενα τῷ αὐτῷ ὀνόματι κεχρῆσθαι πολλάκις καὶ ἐν τῷ αὐτῷ τόπῳ. ἐκ τῆς πρὸς Ῥωμαίους: τόμος ἔννα

 [1] Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσκόμματος, ἢ πέτρας σκανδάλου. ἐν τῇ λθʹ ὁμιλίᾳ τῶν εἰς τὸν Ἱερεμίαν, εἰς τό: Οὐκ ἠδύνατο κύ

 [1] Ὅτι χρὴ πάσης τῆς θεοπνεύστου γραφῆς τὸ τρόφιμον διώκειν, καὶ τὰ ὑπὸ τῶν αἱρετικῶν ταρασσόμενα ῥητὰ δυσφήμοις ἐπαπορήσεσι μὴ ἀποτρέπεσθαι μηδὲ ὑπε

 [1] Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆς κʹ ὁμιλίας τῆς εἰς

 [1] Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας μαθήματα χρήσιμα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας. Χαῖρε ἐν θεῷ, κύριέ μου σπουδαιότατε

 [1] Ὅτι τοῖς θέλουσι μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ ἁρμόζοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικὰ, ὧν ἄνε

 [1] Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους τὸ εὐτελὲς τῆς τῶν θείων γραφῶν φράσεως διασύροντας, καὶ τὰ ἐν χριστιανισμῷ καλὰ βέλτιον παρ' Ἕλλησιν εἰρῆσθαι φάσκον

 [1] Περὶ τῶν διαβαλλόντων τὸν χριστιανισμὸν διὰ τὰς ἐν τῇ ἐκκλησίᾳ αἱρέσεις. τόμου γʹ κατὰ Κέλσου. Εἶτ' ἐπεὶ ὡς κατηγορῶν τοῦ λόγου τὰ περὶ τῶν ἐν χρι

 [1] Πρὸς τοὺς λέγοντας τῶν φιλοσόφων μηδὲν διαφέρειν τῷ παρ' Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία, ἢ τῷ δεῖνα φέρ' εἰπεῖν παρ' Ἰνδοῖς,

 [1] Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους πάντα ἐπαγγελλομένους εἰδέναι, καὶ αἰτιωμένους τὸ ἀνεξέταστον τῆς τῶν πολλῶν ἐν χριστιανισμῷ πίστεως: καὶ ὡς προτιμών

 [1] Καὶ πάλιν ἐν τοῖς πρὸ τούτων τοῦ αὐτοῦ τόμου: Ὅτι ἡ εἰς τὸν κύριον ἡμῶν πίστις, μηδὲν κοινὸν ἔχουσα πρὸς τὴν ἄλογον τῶν ἐθνῶν δεισιδαίμονα πίστιν,

 [1] Πρὸς τοὺς λέγοντας μὴ διὰ τὸν ἄνθρωπον ἀλλὰ διὰ τὰ ἄλογα ζῶα γεγονέναι τὸν ἅπαντα κόσμον καὶ τοὺς ἀνθρώπους: ἐπεὶ ἀπονώτερον ἡμῶν τῶν ἀνθρώπων τὰ

 [1] Περὶ αὐτεξουσίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν λύσις καὶ ἑρμηνεία. ἐκ τοῦ περὶ ἀρχῶν τρίτου τόμου. Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκ

 [1] Τίς ἡ τῶν ἐπὶ γῆς λογικῶν ἤτοι ἀνθρωπίνων ψυχῶν διασπορὰ ἐπικεκρυμμένως δηλουμένη ἐκ τῆς οἰκοδομῆς τοῦ πύργου καὶ τῆς κατ' αὐτὴν συγχύσεως τῶν γλω

 [1] Περὶ εἱμαρμένης, καὶ πῶς προγνώστου ὄντος τοῦ θεοῦ τῶν ὑφ' ἑκάστου πραττομένων τὸ ἐφ' ἡμῖν σώζεται. καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ

 [1] Περὶ ὕλης, ὅτι οὐκ ἀγένητος οὐδὲ κακῶν αἰτία. ἐκ τῆς Εὐσεβίου τοῦ Παλαιστιναίου εὐαγγελικῆς προπαρασκευῆς, λόγου ζʹ. Ὅτι μὲν ὑπάρχειν ἀδύνατον ἀγέ

 [1] Ὅτι ὁ ἐκ προγνώσεως ἀφορισμὸς οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον. ἐκ τοῦ αʹ τόμου τῶν εἰς τὴν πρὸς Ῥωμαίους ἐξηγητικῶν, εἰς τό: Ἀφωρισμένος εἰς εὐαγγέλιον

 [1] Περὶ τοῦ τίνα τὰ ἀγαθὰ καὶ τίνα τὰ κακὰ, καὶ ὅτι ἐν προαιρετικοῖς ταῦτα καὶ ἐν ἀπροαιρέτῳ, καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν, ἀλλ' οὐχ ὡς Ἀριστ

 [1] Εἰς τό: Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ. “Ἐσκλήρυνε δὲ κύριος τὴν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουλήθη ἐξαποστεῖλαι αὐτούς.” Πολλάκις ἐν τῇ Ἐξόδῳ κε

CHAP. VII. ----Of the special character of the persons of Divine Scripture. From the small volume on the Song of Songs, which Origen wrote in his youth.

1. Any one who does not understand the peculiar character 178 of the persons in Scripture, both as regards the speakers and the persons addressed, must be much perplexed by what he reads; he will ask who is speaking, who is spoken to, and when does the speaker cease to speak. For it often happens that the same person is addressed, though a third person speaks to him; or the person addressed is no longer the same, and a different person takes up what is said, while the same person speaks. And sometimes both the speaker and the person addressed are changed; or, further, though both are unchanged, it is not clear that they are. Need I seek an illustration of each of these statements, seeing that the prophetical writings abound in such changes? In fact we have here a special, though it may be unrecognised, cause of the obscurity of Scripture. It is also the way of Scripture to jump suddenly from one discourse to another.179 The prophets, above all, do this, obscuring their sense and more or less confusing the reader.

Again, from the 4th Homily 180 on the Acts, "It was needful that the Scripture should be fulfilled which the Holy Spirit spake before by the mouth of David concerning Judas."

2. In the Psalm wherein the things concerning Judas are written, one might say that it is not the Holy Spirit Who speaks, for the words are clearly the Saviour's, "Hold not thy peace, O God, at my praise: for the mouth of the wicked and the mouth of the deceitful man is opened upon me," 181 and so on, until we come to "And his office let another take." Now if it is the Saviour Who says this, what does Peter mean by telling us that "It was needful that the Scripture should be fulfilled which the Holy Ghost spake before by the mouth of David?" 182 Perhaps the lesson is something like this. The Holy Ghost employs personification in the prophets, and if He introduces the person of God, it is not God Who speaks, but the Holy Ghost speaks as God.183 And if He introduces Christ, it is not Christ Who speaks, but the Holy Ghost speaks as Christ. So, then, if He brings in the person of a prophet, or personifies this or that people, or anything whatsoever, it is the Holy Ghost Who devises all these personifications.

[1] Περὶ τοῦ ἰδιώματος τῶν προσώπων τῆς θείας γραφῆς. ἐκ τοῦ εἰς τὸ ᾆσμα μικροῦ τόμου, ὃν ἐν τῇ νεότητι ἔγραψεν. Τῷ μὴ ἐξειληφότι τὸ ἰδίωμα τῶν προσώπων τῆς γραφῆς, τῶν τε λεγόντων καὶ τῶν πρὸς ἃ ὁ λόγος, πολλὴν παρέχει σύγχυσιν τὰ λεγόμενα, ζητοῦντι τὸ λέγον πρόσωπον ὅ τί ποτέ ἐστι, καὶ τὸ πρὸς ὃ ὁ λόγος ὁποῖον, καὶ πότε τὸ λέγον ἐπαύσατο πρόσωπον: τοῦ πρὸς ὅ ἐστι πολλάκις τηρουμένου, καὶ ἑτέρου πρὸς αὐτὸ λέγοντος: ἢ τοῦ πρὸς ὃ ὁ λόγος οὐκέτι ἀκούοντος, ἑτέρου δὲ διαδεξαμένου τὰ λεγόμενα, μένοντος τοῦ λέγοντος: ἔστι δ' ὅτε μεταβάλλει ἀμφότερα, καὶ τὸ λέγον καὶ τὸ πρὸς ὃ ὁ λόγος: ἢ ἐπὶ πλεῖον μένοντα ἀμφότερα οὐ σαφῶς δηλοῦται μένοντα. τί δὲ δεῖ παράδειγμα ζητεῖν ἑνὸς ἑκάστου τούτων, πάνυ τῶν προφητικῶν πεπληρωμένων τῆς διαφορᾶς αὐτῶν; ἥτις καὶ αἰτία ἐστὶν οὐχ ἡ τυχοῦσα μὴ διακρινομένη τῆς ἀσαφείας τῶν λεγομένων. ἔστι δὲ καὶ αὕτη συνήθεια τῆς γραφῆς, τὸ ταχέως μεταπηδᾷν ἀπὸ τοῦ περί τινων λόγου εἰς τὸν περὶ ἑτέρων: καὶ τοῦτο ἀσαφῶς ποιεῖν καὶ ὑποσυγκεχυμένως μάλιστα τοὺς προφήτας.
[2] Καὶ πάλιν ὁμιλίας δʹ εἰς τὰς Πράξεις. Ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ ἅγιον πνεῦμα διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα. Ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι τις ἂν ὅτι οὐ τὸ πνεῦμα τὸ ἅγιον λαλεῖ: σαφῶς γὰρ τοῦ σωτῆρός εἰσιν οἱ λόγοι, λέγοντος: Ὁ θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς: ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη: καὶ τὰ ἑξῆς, ἕως: Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. πῶς οὖν, εἰ ὁ σωτήρ ἐστιν ὁ λέγων ταῦτα, φησὶν ὁ Πέτρος: Ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυείδ; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα τοιοῦτόν ἐστι: προσωποποιεῖ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ: καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ. οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἅγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.