[0] Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος λόγος εἰς τὰ ἅγια θεοφάνεια.

 [1] Πάντα μὲν καλά, καὶ καλὰ λίαν τὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν δημιουργήματα, ὅσα τε ὀφθαλμὸς ὁρᾷ καὶ ὅσα ψυχὴ διανοεῖται, ὅσα τε λόγος ἑρμηνεύει καὶ

 [2] οὐ μόνον δὲ τοῦτο τὴν ἀξιοπιστίαν τοῦ ὕδατος παρίστησιν, ἀλλὰ καὶ τὸ πάντων αἰδεσιμώτερον, ὅτι ὁ πάντων δημιουργὸς Χριστὸς ὡς ὑετὸς κατῆλθε καὶ ὡς

 [3] νῦν δὲ γνόντες τὴν οἰκονομίαν προσκυνοῦμεν αὐτοῦ τὴν εὐσπλαγχνίαν, ὅτι παραγέγονε σῶσαι καὶ οὐ κρῖναι τὴν οἰκουμένην. ὅθεν Ἰωάννης ὁ τοῦ κυρίου πρ

 [4] ταῦτα τοῦ Ἰωάννου πρὸς τὸν ὄχλον λέγοντος καὶ τοῦ λαοῦ παραδοκοῦντος ξένον τι θέαμα τοῖς σωματικοῖς ὀφθαλμοῖς θεάσασθαι καὶ τοῦ διαβόλου καταπληττ

 [5] τί οὖν ὁ κύριος πρὸς αὐτόν „ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην„. ”ἄφες ἄρτι”, Ἰωάννη, οὐκ εἶ μου σοφώτερος. σὺ ὡς ἄν

 [6] εἶδες, ἀγαπητέ, πόσων καὶ πηλίκων ἀγαθῶν ἐμέλλομεν ζημιοῦσθαι, εἰ εἶξεν ὁ κύριος τῇ τοῦ Ἰωάννου παρακλήσει καὶ παρῃτήσατο τὸ βάπτισμα. κεκλεισμένο

 [7] ἀγαπητὸς ἀγάπην γεννᾷ καὶ φῶς ἄϋλον „φῶς ἀπρόσιτον„. ”οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς”, ὁ κάτω ἐπιφανεὶς καὶ τῶν πατρῴων κόλπων μὴ χωρισθείς. ἐπ

 [8] ἀλλὰ συντείνατέ μοι τὸν νοῦν, παρακαλῶ, μετὰ ἀκριβείας: βούλομαι γὰρ ἐπὶ τὴν πηγὴν τῆς ζωῆς ἀναδραμεῖν καὶ θεάσασθαι τὴν πηγὴν τῶν ἰαμάτων πηγάζου

 [9] τοῦτο δέ ἐστιν τὸ πνεῦμα τὸ ἀπ' ἀρχῆς ἐπιφερόμενον ἐπάνω τῶν ὑδάτων, δι' οὗ κόσμος κινεῖται, δι' οὗ κτίσις ἵσταται καὶ τὰ σύμπαντα ζῳογονεῖται, τὸ

 [10] δεῦρο τοίνυν, ἀναγεννήθητι, ἄνθρωπε, εἰς υἱοθεσίαν θεοῦ. καὶ πῶς φησίν. ἐὰν μηκέτι μοιχεύσῃς μηδὲ φονεύσῃς μηδὲ εἰδωλολατρεύσῃς, ἐὰν μὴ κρατηθῇς

8. But give me now your best attention, I pray you, for I wish to go back to the fountain of life, and to view the fountain that gushes with healing. The Father of immortality sent the immortal Son and Word into the world, who came to man in order to wash him with water and the Spirit; and He, begetting us again to incorruption of soul and body, breathed into us the breath (spirit) of life, and endued us with an incorruptible panoply. If, therefore, man has become immortal, he will also be God.42    ἔσται καὶ Θεός, referring probably to 2 Pet. i. 4, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, “that by these ye might be partakers of the divine nature.” [See vol. iii. p. 317, note 11. Tertullian anticipates the language of the “Athanasian Confession,”—“taking the manhood into God;” applicable, through Christ, to our redeemed humanity. Eph. ii. 6; Rev. iii. 21.] And if he is made God by water and the Holy Spirit after the regeneration of the laver43    κολυμβήθρας. he is found to be also joint-heir with Christ44    Rom. viii. 17. after the resurrection from the dead. Wherefore I preach to this effect: Come, all ye kindreds of the nations, to the immortality of the baptism. I bring good tidings of life to you who tarry in the darkness of ignorance. Come into liberty from slavery, into a kingdom from tyranny, into incorruption from corruption. And how, saith one, shall we come? How? By water and the Holy Ghost. This is the water in conjunction with the Spirit, by which paradise is watered, by which the earth is enriched, by which plants grow, by which animals multiply, and (to sum up the whole in a single word) by which man is begotten again and endued with life, in which also Christ was baptized, and in which the Spirit descended in the form of a dove.

[8] ἀλλὰ συντείνατέ μοι τὸν νοῦν, παρακαλῶ, μετὰ ἀκριβείας: βούλομαι γὰρ ἐπὶ τὴν πηγὴν τῆς ζωῆς ἀναδραμεῖν καὶ θεάσασθαι τὴν πηγὴν τῶν ἰαμάτων πηγάζουσαν. ὁ τῆς ἀθανασίας πατὴρ τὸν ἀθάνατον υἱὸν καὶ λόγον ἀπέστειλεν εἰς τὸν κόσμον, ὃς ἀφικόμενος εἰς τὸν ἄνθρωπον λούσασθαι ὕδατι καὶ πνεύματι, καὶ ἀναγεννήσας πρὸς ἀφθαρσίαν ψυχῆς τε καὶ σώματος, ἐνεφύσησεν ἡμῖν πνεῦμα ζωῆς, περιαμφιάσας ἡμᾶς ἀφθάρτῳ πανοπλίᾳ. εἰ οὖν ἀθάνατος γέγονεν ὁ ἄνθρωπος, ἔσται καὶ θεός. εἰ δὲ θεὸς δι' ὕδατος καὶ πνεύματος ἁγίου μετὰ τὴν τῆς κολυμβήθρας ἀναγέννησιν γίνεται, εὑρίσκεται καὶ συγκληρονόμος Χριστοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. διὸ κηρύσσω λέγων Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν ἐπὶ τὴν τοῦ βαπτίσματος ἀθανασίαν: ζωὴν ὑμῖν εὐαγγελίζομαι τοῖς ἐν τῷ ζόφῳ τῆς ἀγνωσίας ἐνδιατρίβουσιν: δεῦτε εἰς ἐλευθερίαν ἐκ δουλείας, εἰς βασιλείαν ἐκ τυραννίδος, εἰς ἀφθαρσίαν ἐκ τῆς φθορᾶς. καὶ πῶς, φησίν, ἐλευσόμεθα; πῶς; δι' ὕδατος καὶ ἁγίου πνεύματος. τοῦτο δέ ἐστιν τὸ ὕδωρ τὸ τῷ πνεύματι κοινωνοῦν, δι' οὗ παράδεισος ποτίζεται, δι' οὗ ἡ γῆ πιαίνεται, δι' οὗ φυτὸν αὔξει, δι' οὗ ζῷα τεκνογονεῖ καὶ, ἵνα πάντα συνελὼν εἴπω, δι' οὗ ἀναγεννώμενος ζῳογονεῖται ἄνθρωπος, ἐν ᾧ καὶ ὁ Χριστὸς ἐβαπτίσατο, ἐν ᾧ καὶ τὸ πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς.