The Apology of Aristides. Fragments.

 [1] Ἐγώ, βασιλεῦ, προνοίᾳ θεοῦ ἦλθον εἰς [τόνδε] τὸν κόσμον: καὶ θεωρήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπά,

 [2] Τούτων οὕτως εἰρημένων περὶ θεοῦ, καθὼς ἐμὲ ἐχώρησε περὶ αὐτοῦ λέγειν, ἔλθωμεν καὶ ἐπὶ τὸ ἀνθρώπινον γένος, ὅπως ἴδωμεν, τίνες αὐτῶν μετέχουσι τῆς

 [3] Ἴδωμεν οὖν, τίνες τούτων μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης. οἱ μὲν γὰρ Χαλδαῖοι, οἱ μὴ εἰδότες θεόν, ἐπλανήθησαν ὀπίσω τῶν στοιχείων καὶ

 [4] Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, ἐπ' αὐτὰ τὰ στοιχεῖα, ὅπως ἀποδείξωμεν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί, ἀλλὰ φθαρτὰ καὶ ἀλλοιούμενα, ἐκ τοῦ μὴ ὄντος παραχθέν

 [5] Οἱ δὲ νομίζοντες τὸ ὕδωρ εἶναι θεὸν ἐπλανήθησαν. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν τῶν ἀνθρώπων γέγονε καὶ κατακυριεύεται ὑπ' αὐτῶν, μιαίνεται καὶ φθείρεται

 [6] Οἱ δὲ νομίζοντες τὸν ἥλιον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην καὶ τρεπόμενον καὶ μεταβαίνοντα ἀπὸ σημείου εἰς σημεῖον,

 [7] Οἱ δὲ νομίζοντες τὸν ἄνθρωπον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον [κυούμενον] κατὰ ἀνάγκην, καὶ τρεφόμενον καὶ γηράσκοντα, καὶ μὴ θέ

 [8] Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας ἵνα ἴδωμεν εἴ τι φρονοῦσι περὶ θεοῦ. οἱ οὖν Ἕλληνες σοφοὶ λέγοντες εἶναι ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντ

 [9] Ἀλλὰ καὶ καθ' ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐπεξελθεῖν τῷ λόγῳ, πολλὴν ὄψει ἀτοπίαν. οὕτως παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς ὁ λεγόμενος Κ

 [10] Σὺν τούτῳ δὲ καὶ Ἥφαιστόν τινα παρεισάγουσι θεὸν εἶναι καὶ τοῦτον χωλὸν καὶ κρατοῦντα σφῦραν καὶ πυρολάβον καὶ χαλκεύοντα χάριν τροφῆς. ἆρα ἐπενδ

 [11] Τὸν δὲ Ἀπόλλωνα παρεισάγουσι θεὸν εἶναι ζηλωτήν, ἔτι δὲ καὶ τόξον καὶ φαρέτραν κρατοῦντα, ποτὲ δὲ καὶ κιθάραν καὶ ἐπαυθίδα καὶ μαντευόμενον τοῖς

 [12] Αἰγύπτιοι δὲ ἀβελτερώτεροι καὶ ἀφρονέστεροι τούτων ὄντες χεῖρον πάντων τῶν ἐθνῶν ἐπλανήθησαν: οὐ γὰρ ἠρκέσθησαν τοῖς τῶν Χαλδαίων καὶ Ἑλλήνων σεβ

 [13] Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἵ τε Αἰγύπτιοι καὶ οἱ Χαλδαῖοι καὶ οἱ Ἕλληνες τοιούτους παρεισάγοντες θεοὺς καὶ ἀγάλματα αὐτῶν ποιοῦντες καὶ θεοπ

 [14] Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, καὶ ἐπὶ τοὺς Ἰουδαίους, ὅπως ἴδωμεν, τί φρονοῦσι καὶ αὐτοὶ περὶ θεοῦ. οὗτοι γὰρ, τοῦ Ἀβραὰμ ὄντες ἀπόγονοι καὶ Ἰσαάκ τε κ

 [15] Οἱ δὲ Χριστιανοὶ γενεαλογοῦνται ἀπὸ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. οὗτος δὲ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ὑψίστου ὁμολογεῖται ἐν πνεύματι ἁγίῳ ἀπ' οὐρανοῦ καταβ

 [16] Ὄντως οὖν αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ἀληθείας, ἥτις τοὺς ὁδεύοντας αὐτὴν εἰς τὴν αἰώνιον χειραγωγεῖ βασιλείαν τὴν ἐπηγγελμένην παρὰ Χριστοῦ ἐν τῇ μελλ

 [17] ἕως ὧδε ὁ πρὸς σέ μου λόγος, βασιλεῦ, ὁ ὑπὸ τῆς ἀληθείας ἐν τῷ νοΐ μου ὑπαγορευθείς. διὸ παυσάσθωσαν οἱ ἀνόητοί σου σοφοὶ ματαιολογοῦντες κατὰ το

XIII.  But it is a marvel, O King, with regard to the Greeks, who surpass all other peoples in their manner of life and reasoning, how they have gone astray after dead idols and lifeless images.  And yet they see their gods in the hands of their artificers being sawn out, and planed and docked, and hacked short, and charred, and ornamented, and being altered by them in every kind of way.  And when they grow old, and are worn away through lapse of time, and when they are molten and crushed to powder, how, I wonder, did they not perceive concerning them, that they are not gods?  And as for those who did not find deliverance for themselves, how can they serve the distress of men?

But even the writers and philosophers among them have wrongly alleged that the gods are such as are made in honour of God Almighty.  And they err in seeking to liken (them) to God whom man has not at any time seen nor can see unto what He is like.  Herein, too (they err) in asserting of deity that any such thing as deficiency can be present to it; as when they say that He receives sacrifice and requires burnt-offering and libation and immolations of men, and temples.  But God is not in need, and none of these things is necessary to Him; and it is clear that men err in these things they imagine.

Further their writers and their philosophers represent and declare that the nature of all their gods is one.  And they have not apprehended God our Lord who while He is one, is in all.  They err therefore.  For if the body of a man while it is many in its parts is not in dread, one member of another, but, since it is a united body, wholly agrees with itself; even so also God is one in His nature.  A single essence is proper to Him, since He is uniform in His nature and His essence; and He is not afraid of Himself.  If then the nature of the gods is one, it is not proper that a god should either pursue or slay or harm a god.  If, then, gods be pursued and wounded by gods, and some be kidnapped and some struck dead by lightning, it is obvious that the nature of their gods is not one.  And hence it is known, O King, that it is a mistake when they reckon and bring the natures of their gods under a single nature.  If then it becomes us to admire a god which is seen and does not see, how much more praiseworthy is it that one should believe in a nature which is invisible and all-seeing?  And if further it is fitting that one should approve the handiworks of a craftsman, how much more is it fitting that one should glorify the Creator of the craftsman?

For behold! when the Greeks made laws they did not perceive that by their laws they condemn their gods.  For if their laws are righteous, their gods are unrighteous, since they transgressed the law in killing one another, and practising sorcery, and committing adultery, and in robbing and stealing, and in lying with males, and by their other practises as well.  For if their gods were right in doing all these things as they are described, then the laws of the Greeks are unrighteous in not being made according to the will of their gods.  And in that case the whole world is gone astray.

For the narratives about their gods are some of them myths, and some of them nature-poems (lit:  natural:—φυσικαί), and some of them hymns and elegies.  The hymns indeed and elegies are empty words and noise.  But these nature-poems, even if they be made as they say, still those are not gods who do such things and suffer and endure such things.  And those myths are shallow tales with no depth whatever in them.

[13] Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἵ τε Αἰγύπτιοι καὶ οἱ Χαλδαῖοι καὶ οἱ Ἕλληνες τοιούτους παρεισάγοντες θεοὺς καὶ ἀγάλματα αὐτῶν ποιοῦντες καὶ θεοποιούμενοι τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα. καὶ θαυμάζω, πῶς ὁρῶντες τοὺς θεοὺς αὐτῶν ὑπὸ τῶν δημιουργῶν πριζομένους καὶ πελεκουμένους καὶ κολοβουμένους παλαιουμένους τε ὑπὸ τοῦ χρόνου καὶ ἀναλυομένους καὶ χωνευομένους οὐκ ἐφρόνησαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. οἵτε γὰρ περὶ τῆς ἰδίας σωτηρίας οὐδὲν ἰσχύουσι, πῶς τῶν ἀνθρώπων πρόνοιαν ποιήσονται; ἀλλ' οἱ ποιηταὶ αὐτῶν καὶ φιλόσοφοι, τῶν τε Χαλδαίων καὶ Ἑλλήνων καὶ Αἰγυπτίων, θελήσαντες τοῖς ποιήμασιν αὐτῶν καὶ συγγραφαῖς σεμνῦναι τοὺς παρ' αὐτοῖς θεούς, μειζόνως τὴν αἰσχύνην αὐτῶν ἐξεκάλυψαν καὶ γυμνὴν πᾶσι προύθηκαν. εἰ γὰρ τὸ σῶμα τοῦ ἀνθρώπου πολυμερὲς ὂν οὐκ ἀποβάλλεταί τι τῶν ἰδίων μελῶν, ἀλλὰ πρὸς πάντα τὰ μέλη ἀδιάρρηκτον ἕνωσιν ἔχον, ἑαυτῷ ἐστι σύμφωνον, πῶς ἐν φύσει θεοῦ μάχη καὶ διαφωνία ἔσται τοσαύτη; εἰ γὰρ μία φύσις τῶν θεῶν ὑπῆρχεν, οὐκ ὤφειλεν θεὸς θεὸν διώκειν οὔτε σφάζειν οὔτε κακοποιεῖν. εἰ δὲ οἱ θεοὶ ὑπὸ θεῶν ἐδιώχθησαν καὶ ἐσφάγησαν καὶ ἡρπάγησαν καὶ ἐκεραυνώθησαν, οὐκ ἔτι μία φύσις ἐστίν, ἀλλὰ γνῶμαι διῃρημέναι, πᾶσαι κακοποιοί. ὥστε οὐδεὶς ἐξ αὐτῶν ἐστι θεός. φανερὸν οὖν ἐστιν, ὦ βασιλεῦ, πλάνην εἶναι πᾶσαν τὴν περὶ τῶν θεῶν φυσιολογίαν. πῶς δὲ οὐ συνῆκαν οἱ σοφοὶ καὶ λόγιοι τῶν Ἑλλήνων, ὅτι νόμους θέμενοι κατακρίνονται ὑπὸ τῶν ἰδίων νόμων; εἰ γὰρ οἱ νόμοι δίκαιοί εἰσιν, ἄδικοι πάντως οἱ θεοὶ αὐτῶν εἰσὶ παράνομα ποιήσαντες, ἀλληλοκτονίας καὶ φαρμακείας καὶ μοιχείας καὶ κλοπὰς καὶ ἀρσενοκοιτίας: εἰ δὲ καλῶς ἔπραξαν ταῦτα, οἱ νόμοι ἄρα ἄδικοί εἰσι κατὰ τῶν θεῶν συντεθέντες: νυνὶ δὲ οἱ νόμοι καλοί εἰσι καὶ δίκαιοι, τὰ καλὰ ἐπαινοῦντες καὶ τὰ κακὰ ἀπαγορεύοντες: τὰ δὲ ἔργα τῶν θεῶν αὐτῶν παράνομα: παράνομοι ἄρα οἱ θεοὶ αὐτῶν καὶ ἔνοχοι πάντες θανάτου καὶ ἀσεβεῖς οἱ τοιούτους θεοὺς παρεισάγοντες, εἰ μὲν γὰρ μυθικαὶ αἱ περὶ αὐτῶν ἱστορίαι, οὐδέν εἰσιν εἰ μὴ μόνον λόγοι: εἰ δὲ φυσικαί, οὐκέτι θεοί εἰσιν οἱ ταῦτα ποιήσαντες καὶ παθόντες: εἰ δὲ ἀλληγορικαί, μῦθοί εἰσι καὶ οὐκ ἄλλο τι. ἀποδέδεικται τοίνυν, ὦ βασιλεῦ, ταῦτα τὰ πολύθεα σεβάσματα πλάνης ἔργα καὶ ἀπωλείας ὑπάρχειν. οὐ χρὴ γὰρ θεοὺς ὀνομάζειν ὁρατοὺς καὶ μὴ ὁρῶντας: ἀλλὰ τὸν ἀόρατον καὶ πάντα δημιουργήσαντα δεῖ θεὸν σέβεσθαι.