The Apology of Aristides. Fragments.

 [1] Ἐγώ, βασιλεῦ, προνοίᾳ θεοῦ ἦλθον εἰς [τόνδε] τὸν κόσμον: καὶ θεωρήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπά,

 [2] Τούτων οὕτως εἰρημένων περὶ θεοῦ, καθὼς ἐμὲ ἐχώρησε περὶ αὐτοῦ λέγειν, ἔλθωμεν καὶ ἐπὶ τὸ ἀνθρώπινον γένος, ὅπως ἴδωμεν, τίνες αὐτῶν μετέχουσι τῆς

 [3] Ἴδωμεν οὖν, τίνες τούτων μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης. οἱ μὲν γὰρ Χαλδαῖοι, οἱ μὴ εἰδότες θεόν, ἐπλανήθησαν ὀπίσω τῶν στοιχείων καὶ

 [4] Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, ἐπ' αὐτὰ τὰ στοιχεῖα, ὅπως ἀποδείξωμεν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί, ἀλλὰ φθαρτὰ καὶ ἀλλοιούμενα, ἐκ τοῦ μὴ ὄντος παραχθέν

 [5] Οἱ δὲ νομίζοντες τὸ ὕδωρ εἶναι θεὸν ἐπλανήθησαν. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν τῶν ἀνθρώπων γέγονε καὶ κατακυριεύεται ὑπ' αὐτῶν, μιαίνεται καὶ φθείρεται

 [6] Οἱ δὲ νομίζοντες τὸν ἥλιον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην καὶ τρεπόμενον καὶ μεταβαίνοντα ἀπὸ σημείου εἰς σημεῖον,

 [7] Οἱ δὲ νομίζοντες τὸν ἄνθρωπον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον [κυούμενον] κατὰ ἀνάγκην, καὶ τρεφόμενον καὶ γηράσκοντα, καὶ μὴ θέ

 [8] Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας ἵνα ἴδωμεν εἴ τι φρονοῦσι περὶ θεοῦ. οἱ οὖν Ἕλληνες σοφοὶ λέγοντες εἶναι ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντ

 [9] Ἀλλὰ καὶ καθ' ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐπεξελθεῖν τῷ λόγῳ, πολλὴν ὄψει ἀτοπίαν. οὕτως παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς ὁ λεγόμενος Κ

 [10] Σὺν τούτῳ δὲ καὶ Ἥφαιστόν τινα παρεισάγουσι θεὸν εἶναι καὶ τοῦτον χωλὸν καὶ κρατοῦντα σφῦραν καὶ πυρολάβον καὶ χαλκεύοντα χάριν τροφῆς. ἆρα ἐπενδ

 [11] Τὸν δὲ Ἀπόλλωνα παρεισάγουσι θεὸν εἶναι ζηλωτήν, ἔτι δὲ καὶ τόξον καὶ φαρέτραν κρατοῦντα, ποτὲ δὲ καὶ κιθάραν καὶ ἐπαυθίδα καὶ μαντευόμενον τοῖς

 [12] Αἰγύπτιοι δὲ ἀβελτερώτεροι καὶ ἀφρονέστεροι τούτων ὄντες χεῖρον πάντων τῶν ἐθνῶν ἐπλανήθησαν: οὐ γὰρ ἠρκέσθησαν τοῖς τῶν Χαλδαίων καὶ Ἑλλήνων σεβ

 [13] Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἵ τε Αἰγύπτιοι καὶ οἱ Χαλδαῖοι καὶ οἱ Ἕλληνες τοιούτους παρεισάγοντες θεοὺς καὶ ἀγάλματα αὐτῶν ποιοῦντες καὶ θεοπ

 [14] Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, καὶ ἐπὶ τοὺς Ἰουδαίους, ὅπως ἴδωμεν, τί φρονοῦσι καὶ αὐτοὶ περὶ θεοῦ. οὗτοι γὰρ, τοῦ Ἀβραὰμ ὄντες ἀπόγονοι καὶ Ἰσαάκ τε κ

 [15] Οἱ δὲ Χριστιανοὶ γενεαλογοῦνται ἀπὸ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. οὗτος δὲ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ὑψίστου ὁμολογεῖται ἐν πνεύματι ἁγίῳ ἀπ' οὐρανοῦ καταβ

 [16] Ὄντως οὖν αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ἀληθείας, ἥτις τοὺς ὁδεύοντας αὐτὴν εἰς τὴν αἰώνιον χειραγωγεῖ βασιλείαν τὴν ἐπηγγελμένην παρὰ Χριστοῦ ἐν τῇ μελλ

 [17] ἕως ὧδε ὁ πρὸς σέ μου λόγος, βασιλεῦ, ὁ ὑπὸ τῆς ἀληθείας ἐν τῷ νοΐ μου ὑπαγορευθείς. διὸ παυσάσθωσαν οἱ ἀνόητοί σου σοφοὶ ματαιολογοῦντες κατὰ το

IV.  Let us turn now, O King, to the elements in themselves, that we may make clear in regard to them, that they are not gods, but a created thing, liable to ruin and change, which is of the same nature as man; whereas God is imperishable and unvarying, and invisible, while yet He sees, and overrules, and transforms all things.

Those then who believe concerning the earth that it is a god have hitherto deceived themselves, since it is furrowed and set with plants and trenched; and it takes in the filthy refuse of men and beasts and cattle.  And at times it becomes unfruitful, for if it be burnt to ashes it becomes devoid of life, for nothing germinates from an earthen jar.  And besides if water be collected upon it, it is dissolved together with its products.  And it is trodden under foot of men and beast, and receives the bloodstains of the slain; and it is dug open, and filled with the dead, and becomes a tomb for corpses.  But it is impossible that a nature, which is holy and worthy and blessed and immortal, should allow of anyone of these things.  And hence it appears to us that the earth is not a god but a creation of God.

[4] Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, ἐπ' αὐτὰ τὰ στοιχεῖα, ὅπως ἀποδείξωμεν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί, ἀλλὰ φθαρτὰ καὶ ἀλλοιούμενα, ἐκ τοῦ μὴ ὄντος παραχθέντα προστάγματι τοῦ ὄντως θεοῦ, ὅς ἐστιν ἄφθαρτός τε καὶ ἀναλλοίωτος καὶ ἀόρατος: αὐτὸς δὲ πάντα ὁρᾷ καὶ καθὼς βούλεται ἀλλοιοῖ καὶ μεταβάλλει. τί οὖν λέγω περὶ τῶν στοιχείων; οἱ δὲ νομίζοντες τὸν οὐρανὸν εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν τρεπόμενον καὶ κατὰ ἀνάγκην κινούμενον καὶ ἐκ πολλῶν συνεστῶτα: διὸ καὶ κόσμος καλεῖται. κόσμος δὲ κατασκευή ἐστί τινος τεχνίτου: τὸ κατασκευασθὲν δὲ ἀρχὴν καὶ τέλος ἔχει. κινεῖται δὲ ὁ οὐρανὸς κατὰ ἀνάγκην σὺν τοῖς αὐτοῦ φωστῆρσι: τὰ γὰρ ἄστρα τάξει καὶ διαστήματι φερόμενα ἀπὸ σημείου εἰς σημεῖον, οἱ μὲν δύνουσιν, οἱ δὲ ἀνατέλλουσι, καὶ κατὰ καιροὺς πορείαν ποιοῦνται τοῦ ἀποτελεῖν θέρη καὶ χειμῶνας, καθὰ ἐπιτέτακται αὐτοῖς παρὰ τοῦ θεοῦ, καὶ οὐ παραβαίνουσι τοὺς ἰδίους ὅρους κατὰ ἀπαραίτητον φύσεως ἀνάγκην σὺν τῷ οὐρανίῳ κόσμῳ. ὅθεν φανερόν ἐστι μὴ εἶναι τὸν οὐρανὸν θεὸν ἀλλ' ἔργον θεοῦ. οἱ δὲ νομίζοντες τὴν γῆν εἶναι θεὰν ἐπλανήθησαν. ὁρῶμεν γὰρ αὐτὴν ὑπὸ τῶν ἀνθρώπων ὑβριζομένην καὶ κατακυριευομένην καὶ σκαπτομένην καὶ φυρομένην καὶ ἄχρηστον γινομένην. ἐὰν γὰρ ὀπτηθῇ, γίνεται νεκρά: ἐκ γὰρ τοῦ ὀστράκου φύεται οὐδέν. ἔτι δὲ καὶ ἐὰν ἐπὶ πλέον βραχῇ, φθείρεται καὶ αὐτὴ καὶ οἱ καρποὶ αὐτῆς. καταπατεῖται δὲ ὑπό τε ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων, αἵμασι φονευομένων μιαίνεται, διορύσσεται, γεμίζεται νεκρῶν θήκη γίνεται σωμάτων. τούτων οὕτως ὄντων, οὐκ ἐνδέχεται τὴν γῆν εἶναι θεάν, ἀλλ' ἔργον θεοῦ εἰς χρῆσιν ἀνθρώπων.