[01] {Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ} « Προοίμιον_Ἐπιστολή » αʹ Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος (v. infra

 [02] {« Προοίμιον_Ἐπιστολή » Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός} Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον

 See alternate

 See alternate

 See alternate

 See alternate

 [03] {Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος.} Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο οὖν τὸ ὂν τέμνεται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία

 See alternate

 See alternate

 [14] {Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον: (v. i. 20_27) ὑποδιαίρεσις δὲ τοῦ

 [15] {Περὶ τοῦ φύσει προτέρου.} Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφέρον καὶ μὴ συνεισφερόμενον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσ

 [16] {Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος ἤγουν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκ

 See alternate

 See alternate

 [04] {Περὶ γένους καὶ εἴδους, τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου καὶ τῶν ὑπαλλήλων.} Τὸ γένος τρισσῶς λέγεται. Καθ' ἕνα μὲν τρόπον ὡς ἀπὸ τοῦ τεκόντο

 [05] {Περὶ ἀτόμου.} Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα

 [06] {Περὶ διαφορᾶς.} Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρ

 [07] {Περὶ συμβεβηκότος.} Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ

 [08] {Περὶ ἰδίου.} Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ: μόνος γὰρ ὁ ἄνθρωπος γ

 [09] {Περὶ τῶν κατηγορουμένων.} Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦ

 [10] {Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.} Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον,

 [10b] Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν: ἐν α

 [11] {Περὶ τῆς ἐν τῷ τί ἐστι κατηγορίας καὶ τῆς ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορίας.} Ἄλλο ἐστὶν ἡ ἐν τῷ τί ἐστι κατηγορία καὶ ἄλλο ἡ ἐν τῷ ὁποῖόν τί ἐστι

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 [12] {Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ

 [13] {Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσία

 [17] {Περὶ ὁμωνύμων.} Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸ

 [18] {Περὶ συνωνύμου.} Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄν

 [19] {Περὶ πολυωνύμων.} Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασι

 [20] {Περὶ ἑτέρων καὶ ἑτερωνύμων.} Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις

 [21] {Περὶ παρωνύμων.} Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς

 [22] {Περὶ τῶν δέκα γενικωτάτων γενῶν.} Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆ

 [23] {Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ

 [24] {Περὶ τοῦ ἔν τινι.} Τὸ ἔν τινι ἑνδεκαχῶς: αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου: βʹ ὡς εἶδος ἐν γένει ὡ

 [25] {Περὶ οὐσίας.} Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν: καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ

 [26] {Περὶ φύσεως.} Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τ

 [27] {Περὶ μορφῆς.} Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος: οἷον ἡ οὐσία

 [28] {Περὶ ὑποστάσεως.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τιν

 [29] {Περὶ προσώπου.} Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴ

 [30] {Περὶ ἐνυποστάτου.} Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν

 [31] {Περὶ ἀνυποστάτου.} Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται: ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ

 [32] {Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.} Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς κα

 [33] {Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.} Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν

 [34] {Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορία

 [35] {Περὶ ποσοῦ καὶ ποσότητος.} Ποσότης ἐστὶ σωρεία μονάδων: τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχ

 [36] {Περὶ τῶν πρός τι.} Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς

 [37] {Περὶ ποιοῦ καὶ ποιότητος.} Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται:

 [39] {Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.} Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ πο

 [40] {Περὶ τοῦ κεῖσθαι.} Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ

 [41] {Περὶ τῆς ποῦ.} Τὸ ποῦ τόπον σημαίνει: ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’: ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆ

 [42] {Περὶ τῆς ποτέ.} Τὸ ποτὲ χρόνον δηλοῖ: ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε ’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτ

 [43] {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτ

 [44] {Περὶ ἀντικειμένων.} Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖ

 [45] {Περὶ ἕξεως καὶ στερήσεως.} Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυ

 [46] {Περὶ προτέρου καὶ ὑστέρου.} Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μ

 [47] {Περὶ τοῦ ἅμα.} Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ π

 [48] {Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τ

 [49] {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται: _ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα: λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. _ἢ ὡς

 [50] {Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνο

 [51] {Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.} Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστ

 [51b] Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς ‘Σωκρ

 [52] {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε κα

 [53] {Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθού

 Provenance unknown

 See alternate

Chapter 67 [!]

Philosophy is knowledge of things which are in so far as they are; that is to say, a knowledge of their nature. Philosophy is a knowledge of divine and human things. Philosophy is a study of death, both that which is deliberate and that which is natural. Philosophy is a becoming like God, in so far as this is possible for man. Now, it is in justice, sanctity, and goodness that we become like God. And justice is that which is distributive of equity; it is not wronging and not being wronged, not prejudicing a person, but rendering to each his due in accordance with his works. Sanctity, on the other hand, is that which is over and above justice; that is to say, it is the good, the patience of the one wronged, the forgiving of them that do wrong, and, more than that, the doing of good to them. Philosophy is the art of arts and the science of sciences, for, since through philosophy every art is discovered, it is the principle underlying every art. Philosophy is love of wisdom. But, the true wisdom is God. Therefore, the love of God—this is the true philosophy.

Philosophy is divided into speculative and practical. Speculative philosophy is divided into theology, mathematics, and natural science. Mathematics is divided into arithmetic, geometry, and astronomy. Practical philosophy is divided into ethics, domestic economy, and political economy. Speculative philosophy, then, is the consideration of things that are incorporeal and immaterial, that is to say, it is the consideration of God, who primarily and properly is incorporeal and immaterial. But it also treats of angels, demons, and souls, which themselves are termed immaterial in comparison with the body, although in comparison with that which is immaterial in the true sense, namely, the divine, they are material. This, then, is theology. But consider the nature of material things, that is to say, of animals and plants, of stones and the like, that is what natural science is. And to consider those things which stand midway between these, which are now considered in matter and now outside of matter, and which stand midway between the immaterial and the material, this is mathematics. Thus, the number in itself is immaterial, but it is also found in matter, in grain, say, or wine, for we do speak of ten measures of grain and of ten pints of wine. This is also true of the other branches of mathematics. Practical philosophy governs manners and teaches how one must live in society. If it regards the guidance of the individual man, it is called ethics; if of the whole household, it is called domestic economy; and if of the entire state, political economy.

[52] {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. γʹ Φιλοσοφία ἐστὶ μελέτη θανάτου τοῦ τε προαιρετικοῦ τοῦ τε φυσικοῦ. δʹ Φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ: ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον καὶ ἀγαθόν. Δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤτοι μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι μήτε λαμβάνειν πρόσωπον ἐν κρίσει, ἀλλ' ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤτοι τὸ ἀγαθὸν τὸ ἀδικούμενον ἀνέχεσθαι καὶ συγχωρεῖν τοῖς ἀδικοῦσι καὶ μᾶλλον εὐεργετεῖν αὐτούς. εʹ Φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν: ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης, δι' αὐτῆς γὰρ πᾶσα τέχνη εὕρηται. Ϛʹ Φιλοσοφία ἐστὶ φιλία σοφίας: σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν. Ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν, αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν: τὸ θεωρητικὸν εἰς θεολογικόν, μαθηματικόν, φυσιολογικόν: τὸ μαθηματικὸν εἰς ἀριθμητικόν, μουσικόν, γεωμετρικόν, ἀστρονομικόν: τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατανοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ, ὃ πρώτως καὶ κυρίως ἐστὶν ἀσώματον καὶ ἄυλον: ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν, ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται, εἰ καὶ πρὸς τὸ κυρίως ἄυλον ἤγουν τὸ θεῖον ὑλικά εἰσι. Τοῦτο τοίνυν ἐστὶ τὸ θεολογικόν. Θεωρεῖν δέ ἐστι καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ λίθων καὶ τῶν τοιούτων, ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ καὶ τὰ μέσα τούτων, ἃ ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται, ποτὲ δὲ ἐκτὸς ὕλης καὶ μέσα εἰσὶ τῶν ἀύλων καὶ ὑλικῶν, ὅπερ ἐστὶ τὸ μαθηματικόν. Ὁ γὰρ ἀριθμὸς ἄυλός ἐστι καθ' ἑαυτόν, θεωρεῖται δὲ καὶ ἐν ὕλῃ, σίτῳ τυχὸν ἢ οἴνῳ: λέγομεν γὰρ δέκα μοδίους σίτου καὶ δέκα ξέστας οἴνου: ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν τοῦ μαθηματικοῦ. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει: καὶ εἰ μὲν ἕνα ἄνθρωπον παιδεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ δὲ πόλιν ὁλόκληρον, λέγεται πολιτικόν. Ἰστέον, ὡς τέσσαρές εἰσιν αἱ διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί: αʹ διαιρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν: βʹ ὁριστική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν, ὧν διεῖλεν ἡ διαιρετική, ὁρίζει τὸ ὑποκείμενον: γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα, τουτέστι τὸ σῶμα εἰς τοὺς χυμούς, τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα, τὰ στοιχεῖα εἰς ὕλην καὶ εἶδος: δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον: οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι: λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως: Ἡ ψυχὴ ἀεικίνητός ἐστι: τὸ ἀεικίνητον ἀθάνατον: ἡ ψυχὴ ἄρα ἀθάνατος. Ἰστέον δέ, ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν: ἔστι γὰρ φυσικὴ ὡς ἡ προλεχθεῖσα: ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις, ὅταν τὸν προτεθέντα συλλογισμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα: ἔστι δὲ καὶ μαθηματική, ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω τὸ ζητούμενον: Εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολογούμενον καὶ λέγω: Ἐπειδὴ ἀθάνατος ἡ ψυχή, εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων: εἰ δέ εἰσιν ἀμοιβαί, ἔστι τὸ δικαζόμενον καὶ δικάζον: εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον, ἔστι προνοητὴς καὶ πρόνοια. Κατηντήσαμεν τοίνυν εἰς τὴν πρόνοιαν, ἥτις παρὰ πᾶσιν ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω: Ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, εἰσὶν ἀμοιβαί: ἐπειδὴ εἰσὶν ἀμοιβαί, ἔστι τὸ κρινόμενον: εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή.