[01] {Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ Δαμασκηνοῦ} « Προοίμιον_Ἐπιστολή » αʹ Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος (v. infra

 [02] {« Προοίμιον_Ἐπιστολή » Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός} Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον

 See alternate

 See alternate

 See alternate

 See alternate

 [03] {Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος.} Τὸ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. Τοῦτο οὖν τὸ ὂν τέμνεται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία

 See alternate

 See alternate

 [14] {Περὶ διαιρέσεως.} Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον: (v. i. 20_27) ὑποδιαίρεσις δὲ τοῦ

 [15] {Περὶ τοῦ φύσει προτέρου.} Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφέρον καὶ μὴ συνεισφερόμενον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσ

 [16] {Περὶ ὁρισμοῦ.} Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος ἤγουν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκ

 See alternate

 See alternate

 [04] {Περὶ γένους καὶ εἴδους, τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου καὶ τῶν ὑπαλλήλων.} Τὸ γένος τρισσῶς λέγεται. Καθ' ἕνα μὲν τρόπον ὡς ἀπὸ τοῦ τεκόντο

 [05] {Περὶ ἀτόμου.} Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα

 [06] {Περὶ διαφορᾶς.} Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρ

 [07] {Περὶ συμβεβηκότος.} Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ

 [08] {Περὶ ἰδίου.} Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ: μόνος γὰρ ὁ ἄνθρωπος γ

 [09] {Περὶ τῶν κατηγορουμένων.} Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦ

 [10] {Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας.} Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον,

 [10b] Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν: ἐν α

 [11] {Περὶ τῆς ἐν τῷ τί ἐστι κατηγορίας καὶ τῆς ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορίας.} Ἄλλο ἐστὶν ἡ ἐν τῷ τί ἐστι κατηγορία καὶ ἄλλο ἡ ἐν τῷ ὁποῖόν τί ἐστι

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 See alternate

 [12] {Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ

 [13] {Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως.} Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσία

 [17] {Περὶ ὁμωνύμων.} Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸ

 [18] {Περὶ συνωνύμου.} Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄν

 [19] {Περὶ πολυωνύμων.} Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασι

 [20] {Περὶ ἑτέρων καὶ ἑτερωνύμων.} Τὰ δὲ κατ' ἄμφω ἤγουν τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ διαφέροντα ἢ ἓν ὑποκείμενον ἔχουσι καὶ λέγεται ἑτερώνυμα ὡς ἀνάβασις

 [21] {Περὶ παρωνύμων.} Εἰσὶ δέ τινα μέσον τῶν ὁμωνύμων καὶ συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ ὅρῳ, ἅτινα λέγονται παρώνυμα, ὡς

 [22] {Περὶ τῶν δέκα γενικωτάτων γενῶν.} Τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆ

 [23] {Περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορίαν τάσσεται. Ἑτερογενῆ

 [24] {Περὶ τοῦ ἔν τινι.} Τὸ ἔν τινι ἑνδεκαχῶς: αʹ ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου γένος ὂν τοῦ ἀνθρώπου: βʹ ὡς εἶδος ἐν γένει ὡ

 [25] {Περὶ οὐσίας.} Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν: καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ

 [26] {Περὶ φύσεως.} Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τ

 [27] {Περὶ μορφῆς.} Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος: οἷον ἡ οὐσία

 [28] {Περὶ ὑποστάσεως.} Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει: ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τιν

 [29] {Περὶ προσώπου.} Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴ

 [30] {Περὶ ἐνυποστάτου.} Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν

 [31] {Περὶ ἀνυποστάτου.} Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται: ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ

 [32] {Διαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας.} Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς κα

 [33] {Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας.} Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν

 [34] {Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμοϋποστάτων καὶ ἀριθμῷ διαφερόντων.} Ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὴν αὐτὴν κατηγορία

 [35] {Περὶ ποσοῦ καὶ ποσότητος.} Ποσότης ἐστὶ σωρεία μονάδων: τὴν μὲν γὰρ μονάδα οὔ φασι ποσότητα ἀλλ' ἀρχὴν ποσότητος. Μονάδος οὖν καὶ μονάδος συνερχ

 [36] {Περὶ τῶν πρός τι.} Πρός τι ταῦτά εἰσιν, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Καὶ ἑτέρων μὲν εἶναι λέγεται ὡς

 [37] {Περὶ ποιοῦ καὶ ποιότητος.} Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται. Καὶ πάλιν ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται:

 [39] {Περὶ τοῦ ποιεῖν καὶ πάσχειν.} Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ πο

 [40] {Περὶ τοῦ κεῖσθαι.} Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ

 [41] {Περὶ τῆς ποῦ.} Τὸ ποῦ τόπον σημαίνει: ἐρωτώμενοι γὰρ ‘ποῦ ἐστιν ὁ δεῖνα’ φαμὲν ‘ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει’: ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆ

 [42] {Περὶ τῆς ποτέ.} Τὸ ποτὲ χρόνον δηλοῖ: ἐρωτώμενοι γὰρ ‘πότε ἐγένετο τόδε ’ λέγομεν ‘πέρυσι, προπέρυσι’, ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτ

 [43] {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. Δηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτ

 [44] {Περὶ ἀντικειμένων.} Πᾶν ἀντικείμενον ἢ ὡς πρᾶγμα ἀντίκειται ἢ ὡς λόγος. Καὶ εἰ μὲν ὡς λόγος λόγῳ, ποιεῖ κατάφασιν καὶ ἀπόφασιν. Κατάφασις μὲν οὖ

 [45] {Περὶ ἕξεως καὶ στερήσεως.} Ἕξις λέγεται ἡ ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου ἤγουν τοῦ ἐνδύοντος καὶ τοῦ ἐνδυ

 [46] {Περὶ προτέρου καὶ ὑστέρου.} Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μ

 [47] {Περὶ τοῦ ἅμα.} Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ π

 [48] {Περὶ κινήσεως.} Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς: δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τ

 [49] {Περὶ τοῦ ἔχειν.} Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται: _ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα: λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν. _ἢ ὡς

 [50] {Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνο

 [51] {Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ.} Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστ

 [51b] Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον ‘Σωκράτης οὐ γελᾷ’, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς ‘Σωκρ

 [52] {Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ.} αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε κα

 [53] {Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως.} Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθού

 Provenance unknown

 See alternate

Chapters 9-10 (variants)

The term genus is used in three senses: in one sense, as coming from the progenitor, as those descended from Israel are called Israelites; in the second sense, as coming from the place of origin, as those from Jerusalem are called Hieroso-lymites and those from Palestine Palestinians; and, in the third sense, that is called genus which is divided into species. With this last the philosophers are concerned, and they define it by saying that genus is that which is predicated in respect to their common essence of several things which are specifically different.

The term species has two meanings. Thus, appearance and form are called species, as for example, the species of the statue. That is also called species which is subordinate to genus, that is to say, divided off from a genus. With this last the philosophers are concerned.

Now, when we are discussing genus, we mentioned species by saying that genus was that which was divided into species. Again, when discussing species, we mentioned genus by saying that species was that which was divided off from genus. One should know that when we discuss the father we must needs think of the son, too (for he is a father who has a son), and when we discuss the son we must needs think of a father, too (for he is a son who has a father). And similarly in this case it is impossible to treat of the genus without the species, or the species without the genus, for the genus is definitely divided into the species and that which does not have species divided off from itself is not genus. In the same way, the species are divided off from the genus and those things which do not have a genus are not species. And just as the first man—that is to say, Adam—is not called a son, because he had no father, but is called a father because he did have sons; and just as Seth is called both son of him that begot him, for he had Adam for his father, and father of him begotten by him, for he did beget a son; and just as Abel is called a son, because he had Adam for his father, but is not called a father, because he had no son— so also is it with genus and species.

The first genus, which is not divided off from a genus and has no higher genus, is genus only and not a species. This is called a most general genus and they define it by saying that a most general genus is that which, while it is a genus, is not a species with a genus higher than itself. Those things which are divided off from this, if they have other species lower than themselves and divided off from themselves, are at once species of those before them—that is to say, higher than themselves—from which they are divided off, and genera of those divided off from themselves —that is to say, of those which are lower than they. These are called subaltern genera and species. However, the species which are the last and the lowest and which do not have any lower species are not called genera but only species, because they have no lower species divided off from them.

For it is impossible to call that a genus which neither contains any species nor has any lower species divided off from itself. Therefore, the species which has no species is called a most specific species.

One should know that the species must admit of the name and definition of their genus and that the genus must admit of those of its genus up as far as the most general genus. The species, however, cannot admit of each other’s definition. Substance is a first and most general genus. For, even though substance and accident are divided from being, being is not their genus; and, although they do admit of the name of being, they do not admit of the definition. Being is defined as that which is either self-subsistent and without need of- any other for its existence, or that which cannot exist of itself but has its existence in another. Now, substance is a thing which is self-subsistent and without need of another for its existence, and it is that alone; accident is a thing which cannot exist in itself, but has its existence in another, and it is that alone. Thus, neither substance nor accident admits of the entire definition of being, but substance admits of one half and accident of the other. Species, however, will admit of both the name and the entire perfect definition of their genus. And so, even though being is divided into substance and accident, it is still not their genus. Nor, indeed, is substance a species with a genus higher than itself. On the contrary, it is a first and most general genus.

This substance, then, is divided into corporeal and incorporeal. Hence, the corporeal and the incorporeal are species of substance. Again, corporeal substance is divided into animate and inanimate. Here again the corporeal, while it is a species of substance, is the genus of the animate and the inanimate. Again, the animate is divided into sentient and non-sentient. Now the sentient is the animal, because it has both life and sensation; but the non-sentient is the plant, because it does not have sensation. The plant is called animate because it has the faculties of assimilating food, of growth, and of reproduction. Again, the animal is divided into rational and irrational. The rational is divided into mortal and immortal. The mortal is divided into rational man and the irrational animals such as the horse, the dog, and the like. None of these last is divided into any further species; they are divided into individuals, that is to say, individual substances. Thus, man is divided into Peter and Paul and John and all other individual men, who are not species, because species, as we have said, do not admit of each other's definition. For example, the corporeal substance does not admit of the definition of the incorporeal. Man does not admit of the definition of the horse. But Peter and Paul and John do admit of one definition—that of man. And it is the same way with all other individual men. So, these last are not species of man. but they are individuals, that is to say, hypostases.

Again when the species is divided, it communicates both its name and its definition to those lower than itself. On the contrary, when Peter is divided into body and soul, he communicates neither his name nor his definition to the soul or the body, (For neither is the soul alone Peter, nor is the body; rather, he is both together.)

Still further, every division of genus into species will go as for as two or three, but very rarely to four species, because it is impossible for a genus to be divided into five or more species. But man is divided into all individual men, who are unlimited in number. For this reason there are some who say that that which is from species to individuals is not to be called division, but enumeration. Whence it is clear that Peter and Paul and John are not species but individuals, that is to say, hypostases. Neither is man the genus of Peter and all of the other individual men, but their species. For this reason man is a most specific species, because he is a species in relation to the higher and species in relation to the lower. Similarly, the horse, the dog, and the like are species and not genera, for which reason they are most specific species. Those coming in between the most general genus and the most specific species are subaltern genera. They are species of the higher and genera of the lower.

Then, there are also the essential and natural specific differences and qualities which are called dividing and constituent, because they divide the higher and are constituent of the lower. Thus, the corporeal and incorporeal substances divide substance. Similarly, the animate and inanimate divide the corporeal substance. Similarly, the sentient and non-sentient divide the animate. Ihese, then, go to make up the the animal, for I take an animate sentient substance and I have an animal, because the animal is an animate sentient substance. Then, I take an inanimate non-sentient substance and I have a stone. Again, I take an animate non-sentient substance and I have a plant. Then, again, the rational and the irrational divide the animal, and the mortal and the immortal divide the rational. So, I take the animal, which is the genus, and the rational and the mortal and I have a man, for a man is a mortal rational animal. And I take the animal and the irrational and the mortal and I have the horse, say, or the dog, or the like. Now, differences are called essential and natural, because they make one species differ from another and one nature and essence differ from another essence and nature.

[04] {Περὶ γένους καὶ εἴδους, τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου καὶ τῶν ὑπαλλήλων.} Τὸ γένος τρισσῶς λέγεται. Καθ' ἕνα μὲν τρόπον ὡς ἀπὸ τοῦ τεκόντος, ὥσπερ οἱ ἐξ Ἰσραὴλ Ἰσραηλῖται λέγονται. Κατὰ δὲ ἕτερον τρόπον ἀπὸ τῆς πατρίδος, ὥσπερ οἱ ἀπὸ Ἱεροσολύμων Ἱεροσολυμῖται λέγονται καὶ οἱ ἀπὸ Παλαιστίνης Παλαιστιναῖοι. Κατὰ δὲ τρίτον τρόπον γένος λέγεται τὸ διαιρούμενον εἰς εἴδη, περὶ οὗ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὁριζόμενοι λέγουσι: Γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. Καὶ τὸ εἶδος δὲ δύο σημαινόμενα ἔχει. Λέγεται γὰρ εἶδος τὸ σχῆμα καὶ ἡ μορφὴ οἷον τὸ εἶδος τοῦ ἀνδριάντος. Λέγεται δὲ πάλιν εἶδος τὸ τασσόμενον ὑπὸ τὸ γένος ἤγουν τὸ ἐκ τοῦ γένους διαιρούμενον. Περὶ τούτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ἐπειδὴ δὲ καὶ περὶ γένους διαλεγόμενοι τοῦ εἴδους ἐμνημονεύσαμεν εἰπόντες ‘γένος ἐστὶ τὸ διαιρούμενον εἰς εἴδη’, καὶ πάλιν περὶ τοῦ εἴδους διαλεγόμενοι τοῦ γένους ἐμνημονεύσαμεν εἰπόντες ‘εἶδός ἐστι τὸ ἐκ τοῦ γένους διαιρούμενον’, χρὴ γινώσκειν, ὅτι ὥσπερ περὶ πατρὸς λέγοντες ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν_οὗτος γάρ ἐστι πατὴρ ὁ ἔχων υἱόν_καὶ περὶ υἱοῦ διαλεγόμενοι ἐξ ἀνάγκης καὶ πατρὸς μνημονεύομεν_οὗτος γάρ ἐστιν υἱὸς ὁ ἔχων πατέρα_, οὕτω καὶ ἐνταῦθα ἀδύνατον περὶ τοῦ γένους διαλαβεῖν ἐκτὸς τοῦ εἴδους ἢ περὶ τοῦ εἴδους ἐκτὸς τοῦ γένους: τὸ γὰρ γένος εἰς εἴδη διαιρεῖται πάντως, καὶ τὸ μὴ ἔχον εἴδη ἐξ αὐτοῦ διαιρούμενα οὐκ ἔστι γένος. Καὶ τὰ εἴδη ἐκ τοῦ γένους διαιροῦνται, καὶ τὰ μὴ ἔχοντα γένος οὔκ εἰσιν εἴδη. Καὶ ὥσπερ ὁ πρῶτος ἄνθρωπος ἤγουν ὁ Ἀδὰμ μὴ ἐσχηκὼς πατέρα οὐ λέγεται υἱός, λέγεται δὲ πατήρ, ἔσχε γὰρ υἱούς: ὁ δὲ Σὴθ καὶ υἱὸς λέγεται τοῦ τεκόντος αὐτόν, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, καὶ πατὴρ λέγεται τοῦ τεχθέντος ἐξ αὐτοῦ, ἐγέννησε γὰρ τὸν Ἐνώς: ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται, ἔσχε γὰρ πατέρα τὸν Ἀδάμ, πατὴρ δὲ οὐ λέγεται, οὐ γὰρ ἔσχεν υἱόν, _ οὕτω καὶ ἐπὶ τοῦ γένους καὶ τοῦ εἴδους. Τὸ πρῶτον γένος, ὅπερ οὐ διαιρεῖται ἀπὸ ἑτέρου γένους οὐδὲ ἔχει πρὸ αὐτοῦ γένος, γένος μόνον ἐστὶ καὶ οὐκ ἔστιν εἶδος καὶ λέγεται γενικώτατον γένος, ὃ καὶ ὁριζόμενοί φασιν: Γενικώτατον γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτοῦ γένος. Τὰ δὲ ἐξ αὐτοῦ διαιρούμενα, ἐὰν ἔχωσιν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα, καὶ εἴδη εἰσὶ τῶν πρὸ αὐτῶν ἤγουν τῶν ἐπάνω, ἐξ ὧν τέμνονται, καὶ γένη τῶν ἐξ αὐτῶν τεμνομένων ἤγουν τῶν ὑποκάτω καὶ λέγονται καὶ γένη καὶ εἴδη ὑπάλληλα. Τὰ δὲ εἴδη τὰ ἔσχατα καὶ κατώτερα τὰ μὴ ἔχοντα ὑποκάτω αὐτῶν ἄλλα εἴδη οὐ λέγονται γένη ἀλλ' εἴδη μόνον διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτῶν ἄλλα εἴδη ἐξ αὐτῶν διαιρούμενα: ἀδύνατον γὰρ ἐνθεῖναι γένος, εἰ μὴ ἔχει ὑποκάτω αὐτοῦ εἴδη ἐξ αὐτοῦ διαιρούμενα. Λέγεται οὖν τὸ εἶδος τὸ μὴ ὂν γένος εἰδικώτατον εἶδος, ὥσπερ τὸ γένος τὸ μὴ ὂν εἶδος λέγεται γενικώτατον γένος. Χρὴ δὲ γινώσκειν, ὅτι ἀνάγκη ἐστίν, ἵνα τὰ εἴδη καὶ τὸ ὄνομα τοῦ γένους αὐτῶν καὶ τὸν ὁρισμὸν δέχωνται καὶ τοῦ γένους τοῦ ἀπὸ γένους ἕως τοῦ γενικωτάτου. Ἀλλήλων δὲ τὰ εἴδη οὐ δύνανται τὸν ὁρισμὸν δέξασθαι. Πρῶτον οὖν καὶ γενικώτατον γένος ἐστὶν ἡ οὐσία: εἰ γὰρ καὶ τέμνεται ἐκ τοῦ ὄντος ἡ οὐσία καὶ τὸ συμβεβηκός, ἀλλ' οὐκ ἔστι γένος αὐτῶν τὸ ὄν, ἐπειδὴ τὸ μὲν ὄνομα τοῦ ὄντος δέχονται, τὸν δὲ ὁρισμὸν οὐ δέχονται: τὸ γὰρ ὂν οὕτως ὁρίζεται: Ὄν ἐστι πρᾶγμα ἢ αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἢ τὸ μὴ καθ' ἑαυτὸ δυνάμενον εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν: ἡ δὲ οὐσία πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν μόνον, (v. s. 84_89 et_i. 121_125) καὶ τὸ συμβεβηκὸς πρᾶγμα τὸ μὴ καθ' ἑαυτὸ δυνάμενον εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μόνον. Ἰδοὺ οὔτε ἡ οὐσία ἐδέξατο ὅλον τὸν ὅρον τοῦ ὄντος οὐδὲ τὸ συμβεβηκός, ἀλλ' ἡ μὲν οὐσία τὸ ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἄλλο ἥμισυ. (v. s. 93_96) (v. i. 138 s) Τὰ δὲ εἴδη καὶ τὸ ὄνομα καὶ ὅλον τὸν ὅρον τοῦ γένους τέλειον θέλουσι δέχεσθαι. Ὥστε ἡ οὐσία οὐκ ἔστιν εἶδος μὴ ἔχουσα ἐπάνω αὐτῆς γένος, ἀλλ' αὐτή ἐστι πρῶτον καὶ γενικώτατον γένος. Αὕτη οὖν ἡ οὐσία τέμνεται εἰς σῶμα καὶ ἀσώματον: τὸ οὖν σῶμα καὶ τὸ ἀσώματον εἴδη εἰσὶ τῆς οὐσίας. Πάλιν τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον: ἰδοὺ πάλιν τὸ σῶμα εἶδος ὂν τῆς οὐσίας γένος ἐστὶ τοῦ ἐμψύχου καὶ τοῦ ἀψύχου. Τὸ ἔμψυχον πάλιν διαιρεῖται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον. Αἰσθητικὸν μὲν οὖν ἐστι τὸ ζῷον τὸ ζωὴν καὶ αἴσθησιν ἔχον, ἀναίσθητον δὲ τὸ φυτόν: οὐ γὰρ ἔχει αἴσθησιν. Ἔμψυχον δὲ λέγεται τὸ φυτὸν διὰ τὸ ἔχειν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν. Τὸ ζῷον πάλιν τέμνεται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, βοῦν καὶ τὰ τοιαῦτα, ἅτινα οὐκέτι τέμνεται εἰς ἄλλα εἴδη ἀλλ' εἰς ἄτομα ἤγουν ὑποστάσεις: διαιρεῖται γὰρ ὁ ἄνθρωπος εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες οὔκ εἰσιν εἴδη ἀλλ' ὑποστάσεις. Τὰ γὰρ εἴδη, ὡς εἴπομεν, οὐ δέχονται τὸν ὁρισμὸν ἀλλήλων, οἷον τὸ σῶμα οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἀσωμάτου, ὁ ἄνθρωπος οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἵππου: ὁ δὲ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης ἕνα ὅρον δέχονται, τὸν τοῦ ἀνθρώπου, ὁμοίως καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, ὥστε οὔκ εἰσιν εἴδη τοῦ ἀνθρώπου ἀλλ' ἄτομα ἤγουν ὑποστάσεις. Πάλιν τὸ εἶδος τεμνόμενον μεταδίδωσι τοῖς ὑποκάτω αὐτοῦ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὅρου. Ὁ δὲ Πέτρος τεμνόμενος εἰς ψυχὴν καὶ σῶμα οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι μεταδίδωσι τοῦ ὀνόματος καὶ τοῦ ὅρου: οὔτε γὰρ μόνη ἡ ψυχὴ Πέτρος οὔτε μόνον τὸ σῶμα ἀλλὰ τὸ συναμφότερον. Ἔτι πᾶσα διαίρεσις ἀπὸ γένους εἰς εἴδη γινομένη μέχρι δύο ἢ τριῶν σπανίως δὲ τεσσάρων φθάνει: ἀδύνατον γὰρ διαιρεθῆναι γένος εἰς πέντε εἴδη καὶ ἐπάνω. Ὁ δὲ ἄνθρωπος εἰς πάντας τοὺς κατὰ μέρος ἀνθρώπους διαιρεῖται, οἵτινες ἄπειροί εἰσι τῷ ἀριθμῷ. Διό τινες οὐδέ φασι λέγεσθαι διαίρεσιν τὴν ἀπὸ εἴδους εἰς ἄτομα ἀλλ' ἀπαρίθμησιν. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης εἴδη ἀλλ' ἄτομα ἤγουν ὑποστάσεις. Οὔτε ὁ ἄνθρωπος γένος τοῦ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ὑποστάσεων ἀλλ' εἶδος. Διὸ εἰδικώτατον εἶδός ἐστιν ὁ ἄνθρωπος: εἶδος γάρ ἐστι τοῦ ἐπάνω καὶ εἶδος τῶν ὑποκάτω. Ὁμοίως καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ τοιαῦτα εἴδη εἰσὶν εἰδικώτατα. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη εἰσὶν ὑπάλληλα καὶ εἴδη, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω. Καὶ αὗταί εἰσιν αἱ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες, αἵτινες λέγονται διαιρετικαὶ καὶ συστατικαί, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω: τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι τὴν οὐσίαν, ὁμοίως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα, ὁμοίως τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον. Αὗται οὖν συνιστῶσι τὸ ζῷον. Λαμβάνω γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν καὶ ποιῶ τὸ ζῷον: ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Λαμβάνω πάλιν οὐσίαν ἄψυχον ἀναίσθητον καὶ ποιῶ τὸν λίθον. Πάλιν λαμβάνω οὐσίαν ἔμψυχον ἀναίσθητον καὶ ποιῶ φυτόν. Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον διαιροῦσι τὸ ζῷον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον διαιροῦσι τὸ λογικόν. Λαμβάνω οὖν τὸ ζῷον γένος ὂν καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἄνθρωπον: ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἵππον τυχὸν ἢ κύνα καὶ τὰ τοιαῦτα. Διαφοραὶ δὲ λέγονται οὐσιώδεις καὶ φυσικαί, ὅτι αὗται ποιοῦσι διαφέρειν εἶδος ἄλλου εἴδους καὶ φύσιν καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ φύσεως.