1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

9

ὄνους φάλκωνας ἀπτέρῳ βάσει. Τοῦτον πεταστὸν ὁ στρατηγέτης βλέπων τοῖς συστρατηγοῖς μειδιῶν, ὡς ἐκ ζάλης τὸν νοῦν ἀνέλκων, εἶπεν, ἐκ τῶν φροντίδων· Νέον πετεινὸν εἰς τροφὴν τὸ θηρίον καθήμενον νῦν ἔνδοθεν, φίλοι, λάβῃ, ὡς ἐξ ἀφάντων καὶ κεκρυμμένων πόρων πλήσει τε τὴν τράπεζαν ἐκ τῶν βρωμάτων· δεῖσθαι γὰρ αὐτὸ τῶν ἀναγκαίων λόγος. Ὦ φθέγμα κλεινόν, ὦ μελίρρυτον στόμα τοῦ σοῦ στρατηγοῦ, δόξα τῶν ἀνακτόρων, τίς οἶδεν ἄλλος τῶν πάλαι βροτῶν πλέον, ἐξ ὧν ἀνέγνω, τῶν τανῦν πεπραγμένων; εἴ τις γινώσκει θαῦμα Ῥωμαίων μάχαις τοῖς ἱστοροῦσιν ἐντυχὼν λογογράφοις, ταῖς δεσπότου νῦν δεῦρο δὴ προβαλλέτω νίκαις ἐκεῖνο καὶ φανήσεται τρίτον ὕψει μεγίστῳ καὶ πόνοις ἀνενδότοις. Κῦρος, ∆αρεῖος, Κροῖσος, οἱ στρατοκράται, Καῖσαρ, Ἀχιλλεύς, Μακεδὼν καὶ Πομπίος, Φίλιππος ὁ πρίν, ὃν γράφει ∆ημοσθένης, ὁ μικροτερπὴς πλὴν φανεὶς ἀριστόπαις, Κάρβων, ὁ Σύλλας, Βροῦτος, ὃς τοῦ Πομπίου ἔβαψε τὴν μάχαιραν ἐκ τῶν αἱμάτων, οὗτοι καθ' ἡμῶν τῶν ὑπηκόων, ἄναξ, ὁμοῦ στρατευέτωσαν· οὐκ ἔχει φόβον ἔχουσα τὴν σὴν ἡ πόλις πανοπλίαν. Μῦθοι βοῶσι τοὺς πόνους Ἡρακλέους, ὑψοῦσιν αὐτὸν τῆς ἀληθείας πέρα, φωνοῦσι πολλὰ καὶ καταπλήττουσί με καὶ πλεῖστα φημίζουσιν ἴσως ἀξίως· πλὴν ἐκράτησεν ἢ κατέστρεψεν πόλεις, πολλὰς γὰρ εἴποις, ἀλλὰ τοιαύτην πότε; οὐκ ἦν τις ἄλλος τῶν πάλαι Ῥώμης ἄναξ, οὐκ ἦν τις ἄλλος ὡς ὁ κλεινὸς δεσπότης. Πολλῶν ἀνέγνων ἱστόρων πολλὰς βίβλους, Πλούταρχον ἐξαίροντα Ῥωμαίων κράτη ἔγνων γὰρ αὐτόν· οὗτος, ἀλλὰ πολλάκις, κλέπτει τὸ χαῦνον καὶ τὸν ὄγκον εἰσάγει, ὑψοῖ τὸ μικρὸν καὶ κατασπᾷ τὸ πλέον, ∆ίωνα τὸν τέττιγα, τὴν σοφὴν λύραν· οὐχ εὗρον ὡς σὲ λαμπρὸν ἐν στρατηγίαις, οὐχ εὗρον ἄλλον δεύτερον στρατηγέτην, οὐχ εὗρον ἄλλον Ῥωμανὸν βουληφόρον, οὐχ εὗρον ἄλλον, οὐδὲ τὸν τοῦ Φιλίππου, ὃν πρῶτον ὁ Πλούταρχος ἐν μάχαις ἔχει. τοσοῦτον ἤρθης τῇ θεοῦ συνεργίᾳ, τοσοῦτον ἐκράτησας ἄλλων ἐν μάχαις, τοσοῦτον ἐξέπληξας ἐχθροὺς ἐν ξίφει.

∆ʹ Ἄρτι, κραταιέ, φῶς, ἄναξ οἰκουμένης, τοῦ σοῦ στρατοῦ κάμνοντος ἐν

παραστάσει βάρει σιδήρου καὶ κόπῳ καὶ φροντίδι, χειμῶνι πολλῷ καὶ κρυμοῖς ἀνενδότοις, τῶν Κρητικῶν ἔξωθεν οἱ πρῶτοι κύνες, οἱ γῆς τοπάρχαι καὶ φαλαγγάρχαι τότε κρημνοὺς γὰρ αὐτοὶ καὶ φαραγγώδεις τόπους ᾤκουν, ἐκεῖθεν ἐξελαθέντες ξίφει, πληγέντες ὁρμῇ καὶ βολῇ τῇ τοῦ κρύους καὶ τοὺς ἑαυτῶν οὐκ ἀπειπόντες χρόνους, ὁμοῦ καθ' ἡμῶνκαὶ γὰρ εἰς συνοικέτας ἐκ τῶν ὀρῶν ὥρμησαν εἰς σφαγὴν μίαν. Ὡς οὖν τὸ βουνόθρεπτον ἄγριον γένος αἰγῶν, λαγωῶν καὶ ταπεινῶν δορκάδων, χειμῶνι πικρῷ τὴν τροφὴν λελειμμένων, ἐκ τῶν ἄνωθεν ψυχοκρυστάλλων τόπων κοίλοις προβαίνει καὶ βαδίζει χωρίοις, τροφὴν ἐρευνῶν καὶ βοτανώδεις τόπους, οὕτως τὰ φαῦλα τῆς ἁμαρτίας τέκνα τοῖς τῆς θαλάσσης κυμοδέγμοσιν τόποις σκέπαις ἐπακταῖς ἔτρεχον καὶ κοιλάσιν. ὡς δὲ κρεῶν τὸ λίχνον ἐν θηρσὶν γένος, λύκοι, κόρον σπεύδοντες εὑρεῖν γαστέρος, βαίνουσιν ὀργῇ καὶ κενώσει κοιλίας πρὸ τοῦ φθάσαι χαίνοντες ἐκτάδην στόμα, οὕτως τὸ φῦλον τῶν ἐκεῖ δουλοσπόρων τοῖς σοῖς βιασθέν, ποιμενάρχα, ποιμνίοις, κατεξανέστη καὶ παρεστόμου ξίφος, βρῶξαι προθυμοῦν σάρκας ἀντὶ βρωμάτων, πιεῖν τε θερμὸν αἷμα Ῥωμαίων θέλον καὶ πρῶτα λαμπρῶς τῆς μάχης λαβεῖν κράτη. τούτοις ὑπῆρχεν ἡγεμὼν τοῖς βαρβάροις ὁ Καραμούντης, ὁ σφαγίπλουτος γέρων, ὁ τῶν παλαιῶν ἡμερῶν νέος δράκων, ὁ καὶ κρατῆσαι Κρητικῶν τὰς ἡνίας εἰς νοῦν ἔχων ἅπαντα τὸν ζωῆς χρόνον. οὗτος προηυτρέπιζεν εἰς σφαγὴν τότε πλῆθος δεκαπλῆς ἐμβαλεῖν χιλιάδος. Ἐπεὶ δὲ πάντας τῶν ὀρῶν εἶδεν κάτω, ξιφηφοροῦντας, ἱππικούς, πεζηλάτας, σταθεὶς παρῄνει καὶ παρώρμα πρὸς ξίφη, φάλαγγας ἱστῶν καὶ φαλαγγάρχας νέους, φράττων κύκλοις ἔξωθε τὰς περιστάσεις, τοιαῦτα φωνῶν καὶ