1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

ἔστιν ἰσχὺς τῆς Ἄγαρ τοῖς ἐγγόνοις· θεὸς γὰρ ἡμῖν συμμαχεῖ καὶ συντρέχει. οὕτω στομώσας τοῦ στρατοῦ σου τὰ ξίφη, λόχους ἐποίεις καὶ τροπὴν πεπλασμένην, ὡς ἂν κλαπέντες ἔνδοθεν τειχισμάτων ἔξωθε θαρσήσωσιν ἐκβεβηκέναι. Ὡς οὖν ὁ καιρὸς ἤγγισεν βουλευμάτων, ὥραν ἐχούσης τῆς ῥοδοχρόου τρίτην, χειὰς ἀνώρμων ὡς ὄφεις οἱ τὰς κάρας ἔχοντες ὡς ὄνειδος ἐξυρημένας. τούτων ὑπῆρχε καὶ κρότος ταῖς ἀσπίσι, βοή τε πολλὴ καὶ τρόμου πατὴρ φόβος καὶ πάντα δεινά, τοῖς δὲ σοῖς στρατηγέταις τάξις, σιωπή, σεμνότης, προθυμία. εἷς οὖν στρατηγῶν εὐγενοῦς ῥίζης κλάδος, ἀνὴρ κραταιὸς εἰς στροφὴν ἀκοντίου, βραδὺς δὲ φεύγων καὶ ταχὺς κατατρέχων, λόγους γλυκεῖς ἔλεξεν ἐν στρατῷ μέσον· Πρωτοστράτηγε, πῶς λιπὼν τὸν δεσπότην οὐχ ὡς μάγειρος τῇ βαναυσίῳ τέχνῃ κυκῶν ἔμιξας τοῦτον ἐν παραινέσει, ὡς ἂν τὸ νέκταρ ὁ γλυκὺς στεφηφόρος ταῖς σαῖς γένηται προσταγαῖς ἀρτυσία; ἐκεῖνος ἡμᾶς νουθετῶν, ἐπιτρέπων, τὴν χεῖρα πᾶσιν ἐξαπλῶν εὐηργέτει. μνησθῶμεν αὐτοῦ ῥημάτων μελιρρύτων καὶ τῶν τραπεζῶν, εἶτα τῶν χαρισμάτων. μνήσθητε καὶ θάνωμεν, ἄνδρες, εἰς δέον ὑπὲρ γένους ἄνακτος εὐσεβεστάτου· μόνον πλατυνθῇ σκῆπτρα τῆς μοναρχίας καὶ γῆς ἀνάξῃ Ῥωμανὸς πάσης μόνος. Ἐπεὶ δὲ πληθὺς μυρίανδρος βαρβάρων ἐκ τῶν πυλῶν ὥρμησεν ὡς Νότου νέφος βρυχὴν ἀπειλοῦν καὶ προδεικνύον σπόρον, οἱ σοὶ τραπέντες εἰς φυγὴν πεπλασμένην πάγην ἐτεχνάζοντο τὴν Κρητοκτόνον. πύργον δὲ μακρὸν πάντες ἐκβεβηκότες καὶ τῶν πυλῶν ἔξωθεν ἐξωρμηκότες, ποινὰς ὑπεῖχον πίστεως τὰς ἀξίας. ἐκ τεττάρων γὰρ σταυρικῶς ἐγκρυμμάτων κλύδων ἐγερθεὶς καὶ σφοδρῶς ἐπιβράσας, χειμῶνα γεννᾶν ἤρξατο πρὸ τῆς μάχης καὶ δυσμενῶν ἦν συμφορὰ κλόνος, στόνος, λαῶν δὲ τῶν σῶν χαρμονὴ νικηφόρος. ὡς οὖν σταθέντες ἦσαν ἐν μεταιχμίῳ, τὴν ἔκβασιν βλέποντες ἐστενωμένην οἱ τῆς ἑαυτῶν αἴτιοι φονουργίας, ἔβαλλον εὐθύς, ἀντεβάλλοντο πλέον καὶ τὴν φυγὴν ἔχοντες ἠπορημένην πάντῃ γὰρ αὐτοῖς ἦν ταράττουσα βλάβη ἔστησαν εἰς ἓν τῆς ταφῆς τὸ χωρίον. τίς ἐκτραγῳδῶν ἐκβοήσει τοὺς φόνους καὶ τὴν ἑκάστου τῆς σφαγῆς τιμωρίαν; ὁ μὲν γὰρ αὐτῶν ἐν νεφροῖς βεβλημένος περιτροπὰς ἔπασχεν, ἅσπερ ἠγνόει, καὶ πρὶν χορευτῶν οὐ μαθὼν περικλάσεις, ἄκων χορευτὴς ἦν λαβὼν ἀκοντίῳ· ἄλλος στερηθεὶς τῆς κεκαρμένης κάρας ἔκειτο πρηνὴς σταυρικῶς ἡπλωμένος καὶ τοὺς ἑαυτοῦ δυστυχῶς κινῶν πόδας χύσει κολυμβᾶν ἤθελεν τῶν αἱμάτων· ἄλλος δὲ πληγεὶς τὴν κατάξηρον ῥάχιν κύπτων ἄκων ἦν προσκυνῶν σου τὸν στόλον· ἄλλος δὲ νεκρὸς καὶ πόδας τετμημένος λελησμένος προὔκειτο τῶν ἱππασμάτων· ἄλλος δὲ τὴν ἄναλτον ὠσθεὶς γαστέρα χερσὶν κατεῖχε τὴν πλοκὴν τῶν ἐντέρων, καὶ πρὶν μαχητὴς εὐσθενὴς κεκριμένος, μάγειρος ἦν ἄπειρος ἐντεροπράτης. οὕτως μετηλλάξαντο τὴν πανοπλίαν εἰς ἀλλοτέχνους συμφορὰς οἱ τῆς Ἄγαρ, καὶ πᾶς τελευτῶν εἶχε τὴν τιμωρίαν τέχνην πονηρὰν εἰς ἀναίρεσιν βίου. Εἷς οὖν ἐκείνων ἦν ἀνὴρ Κρὴς ἱππότης, γιγαντοειδής, ὃς λαβὼν τὴν ἀσπίδα καὶ τὴν μάχαιραν τῷ στρατηγῷ τῆς μάχης ἐναντίως ἤλαυνε προσβαλεῖν θέλων. ἀλλ' οὐκ ἀφῆκεν ἡ δίκη τοῦτον φθάσαι· πλήττει γὰρ αὐτὸν ὁ κρατῶν Νικηφόρος τῆς ὀσφύος κάτωθεν, ὀμφαλοῦ μέσον, καὶ τοῦ μὲν εἶχε σῶμα νεκρὸν ἡ κόνις, τοῦ δὲ κλέος μέγιστον ὁ πλατὺς στόλος. οὕτω κακῶς ἔπασχον ἐγκεκλεισμένοι ἐκεῖθεν ἔνθεν τοῖς φονευταῖς ἐνδίκως οἱ τῶν ἀθέσμων πράξεων ὑπηρέται. εἰ δ' ἦν τις αὐτῶν εἰς φυγὴν ὡρμημένος, ἔμπροσθεν εἶχε φραγμὸν ἔμποινον ξίφος καὶ τὸν στρατηγὸν πανταχοῦ Νικηφόρον βάλλοντα καὶ κράζοντα τοῖς στρατηγέταις· βάλλωμεν, ἄνδρες, τοὺς βιοφθόρους λύκους. Ὅμηρε, πηγὴ τῶν λόγων, ὁ τῆς μάχης πόρρω πεφυκώς, ὡς παρὼν δὲ συγγράφων, ὁ πολλὰ κάμνων ἐν κενοῖς καὶ τοὺς πόνους διεξιὼν ἅπαντας Ἑλλήνων μάτην, σὺ δεῦρο καὶ βόησον ὄγκῳ ῥημάτων Ῥώμης στρατοῦ καύχημα καὶ μέγαν στόνον ἐχθρῶν παλαιῶν, δυσμενῶν, δουλοσπόρων· ἕξεις γὰρ ἡμῖν τὴν ἀλήθειαν τύπον, ὡς τοῖς Ἀχαιοῖς τὴν παρέκβασιν κτύπον· οὐκ ἦν γὰρ ἔνθα τις