καὶ νίκην μεγάλην εἰργάσατο. καὶ τοῦτον ἐν μείζονι τιμῇ ἢ τὸ πρῶτον εἰργάσατο, καὶ πάντα ἦν αὐτὸς παρὰ 220 τῷ ἀμερουμνῇ δυνάμενος. ὅθεν ἔχων φροντίδα πολλὴν τοῦ ἐξελθεῖν ἐν Ῥωμανίᾳ, μετὰ καιρόν τινα εἶπεν πρὸς τοὺς δυνάστας τοῦ ἀμερουμνῆ ὅτι ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερουμνῆ καὶ λαὸν παρέξετε, ἐξελθὼν ὑποτάξω τὴν Ῥωμανίαν. οἱ δὲ μεγίστην χαρὰν τοῦτο ἡγησάμενοι, καὶ τῷ προτέρῳ πλεονεκτήματι, εὐθὺς ἐξώπλισεν αὐτὸν καὶ κατὰ Ῥωμανίας ἀπέστειλεν. ὁ δὲ ἐλθὼν πλησίον τοῦ θέματος τῆς ἀνατολῆς, προσκαλεσάμενος τοὺς ὑποχειρίους αὐτοῦ καὶ τὸν υἱὸν τοῦ ἀμερουμνῆ ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, πόρρωθεν τῶν πολεμίων γενόμενος, περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερουμνῆ καὶ καταφιλήσας αὐτὸν εἶπεν ὅτι ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα τε καὶ τὰ ἴδια, σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθαι ὑποπτεύοντες παρ' ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς. καὶ οὗτος μὲν οὕτω μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν, ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαποστείλας αὐτῷ τὸν μηνύσοντα. ὁ δὲ βασιλεὺς καὶ τὸν μηνυτὴν χρήμασί τε καὶ ἀξιώμασιν ἐφιλοφρονήσατο, καὶ τὸν Μανουὴλ ὡς ἄξιον ἦν ὑπεδέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμενος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξάμενος. τούτοις ἐπαρθεὶς ὁ βασιλεὺς ἐξῆλθεν μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου μετὰ τῶν Ἀγαρηνῶν, καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸ Σαμοσάτον 221 πλούτῳ κομῶν καὶ δυνάμει τότε διὰ τοῦ ἀμερουμνῆ ἐκεῖθεν παραλαβὼν ἐπανῄει, τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος. καὶ ἐλθὼν μέχρι τοῦ Βρύα προσέταξεν οἰκοδομηθῆναι παλάτιον, παραδείσους φυτεῦσαι καὶ ὕδατα ἀγαγεῖν· ἃ καὶ γέγονεν. ἐκεῖθεν δὲ ἀφικόμενος εἰς τὴν πόλιν τὰ λάφυρα ἐθριάμβευσεν ἱππικὸν ποιήσας, καὶ τὸ πρῶτον βαΐον παίξας, ἅρματι μὲν οὖν λευκῷ ἐποχησάμενος, χρώματι δὲ τῷ Βενέτῳ ἀμφιασάμενος καὶ νικήσας ἐστεφανώθη, τῶν δήμων ἐπιβοώντων "καλῶς ἦλθες, ἀσύγκριτε φακτονάρη." Τοῦ δὲ πατριάρχου Ἀντωνίου τελευτήσαντος ἀντ' αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, ἵν' εἴπω ὁ νέος Ἰαννῆς καὶ Ἰαμαρῆς, βεβοημένος ἐπί τε μαντείαις καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ· ὃς ὄργανον ἐπιτήδειον εὑρεθεὶς τῆς τοῦ βασιλέως ἀσεβείας τε καὶ ῥοπῆς αὐτῷ πάντα τὰ πρὸς ἀπώλειαν συνειργάσατο, καὶ ὃν ὤδινε μὲν κατεῖχε δὲ βασιλίσκον τῆς ἀσεβείας ὁ βασιλεύς, ἐξέρρηξεν καὶ ἀπέτεκεν, τὰς ἁγίας εἰκόνας ἀναχρίεσθαι προστάξας ἢ ἀπαλείφεσθαι. οὗτος ὁ Ἰωάννης πρὸ τοῦ ἄστεως οἴκημα ἐκ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλλος μέχρι τοῦ νῦν ὀνομάζεται, διά τινων θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαινε· ὃ καὶ ἀοίκητον ἔμενεν διὰ τὰς ἐν αὐτῷ γενομένας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. 222 Τούτων οὕτως ἐχόντων Ἄραβες μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμανίας ἐδίωξαν. ὁ δὲ βασιλεὺς ἅμα τοῖς πρόσφυξι Πέρσαις καὶ Μανουὴλ δομεστίκῳ κατ' αὐτῶν ἐχώρει, καὶ συμβολῆς γενομένης ἡττηθεὶς ὁ βασιλεὺς μέσον εἰσῆλθεν τῶν Περσῶν ὑπ' αὐτῶν περισωθῆναι. Μανουὴλ δὲ ὡς ἔγνω τὸν βασιλέα μέσον τῶν Περσῶν ὄντα, αὐτοὺς βουλομένους ἤδη τοῖς Ἄραψι αὐτὸν προδοῦναι καὶ δι' αὐτοῦ καταλλαγῆναι, αὐτοὺς διασχίσας, μέσον αὐτῶν τοῦ χαλινοῦ τοῦ βασιλέως λαβόμενος, ἐξῆλθεν ἄγοντα τοῦτον ἐξάγων, αἰσχύνην ἡγούμενος οὐ καθεκτὴν Ῥωμαίοις εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμάλωτον λάβωσιν. ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθεστηκότος ἐκστὰς προσρυῆναι πάλιν τοῖς Πέρσαις ἠβούλετο. ὁ δὲ Μανουὴλ τὸ ξίφος ἀντέτεινεν ὡς πατάξων αὐτῷ. ὁ δὲ φοβηθεὶς καὶ ἄκων συνήπτετο, μόλις διασωθείς, κἀκεῖθεν ὑπεστράφη ἐν τῷ ∆ορυλαίῳ μετ' αἰσχύνης καὶ ἥττης πολλῆς. ὁ δὲ Μανουὴλ ἐν τῷ πολέμῳ τρωθείς, νοσήσας ἐτελεύτησεν, πολλὰς ἀνδραγαθίας κατὰ τῶν Ἀγαρηνῶν ἐνστησάμενος· τὸ δὲ σῶμα αὐτοῦ ἀποκομισθὲν ἐτέθη ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ μονῇ, τῇ τοῦ Μανουήλ, σύνεγγυς τῇ κιστέρνῃ τοῦ Ἄσπαρος. καὶ εὐθὺς διαβολαὶ πρὸς τὸν βασιλέα κατὰ Περσῶν. τότε δὴ γίνεται τῷ βασιλεῖ παῖς ἐκ Θεοδώρας, ὃν ἐπωνόμασεν Μιχαήλ. Ἀπερχόμενος δὲ ὁ βασιλεὺς ἐν Βλαχέρναις ὑπήντησεν 223