αὐτὸς ὁ Ζήνων καὶ εἰδεχθέστατος, ὥσπερ Ἕλληνες ζωγραφοῦσι τὸν Πᾶνα τραγοσκέλην τε καὶ δασύκνημον, τὴν χροιὰν μέλας, τὴν ἡλικίαν ἀσύμβλητος, ὀργίλος, μνησίκακος καὶ φθόνου μεστός. Μαριανὸς δέ τις προεῖπεν αὐτῷ ὅτι καὶ τὴν βασιλείαν καὶ τὴν γυναῖκά σου διαδέχεταί τις ἀπὸ σελεντιαρίων. Πελάγιον δέ τινα ἀπὸ σελεντιαρίων ὄντα πατρίκιον, ἄνδρα σοφώτατον, ἐκέλευσε φυλάττεσθαι ἐν εἱρκτῇ· ὃν οἱ φυλάττοντες ἐν νυκτὶ ἀπέπνιξαν κατὰ κέλευσιν Ζήνωνος. μετὰ δὲ χρόνον ὀλίγον δυσεντερίᾳ ληφθεὶς ὁ Ζήνων ἐτελεύτεσεν, τῶν ἀκεφάλων ὤν. Ζήνων ἡδοναῖς ἀτόποις καὶ πράξεσιν ἀτόποις ἐσχόλαζεν· ἐφ' οὗ τὸ τοῦ ἀποστόλου Βαρνάβα λείψανον εὑρέθη ἐν Κύπρῳ ὑπὸ δένδρον κερατέαν, ἔχον ἐπὶ στήθους τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα, ἐξ ἧς προφάσεως γέγονε μητρόπολις, καὶ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν ἀλλ' ὑπὸ Κωνσταντινούπολιν. τὸ δὲ τοιοῦτον εὐαγγέλιον Ζήνων ἀπέθετο εἰς τὸ παλάτιον ἐν τῷ ἁγίῳ Στεφάνῳ. Ἐπὶ αὐτοῦ Περόζης ὁ Πέρσης ἡττηθεὶς ἐν πολέμῳ ὑπὸ Οὔννων τὸν μάργαρον, ὃν ἐφόρει λευκότατον καὶ μέγαν εἰς 118 ὑπερβολήν, ὡς Προκόπιος ὁ Καισαρεὺς γράψει, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔρριψεν, ὅπως μή τις αὐτὸν τῶν Περσῶν βασιλεὺς ὀπίσω αὐτοῦ φορέσῃ. ἐπὶ δὲ τοῦ γεγονότος σεισμοῦ ἔπεσε καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ φόρου καὶ ἡ στήλη τοῦ μεγάλου Θεοδοσίου εἰς τὸν κίονα τοῦ Ταύρου. Ὁ αὐτὸς τὴν ἰδίαν πενθερὰν Βερίναν ἐξώρισεν εἰς τὸ Παπυρίου καστέλλον, βουλῇ Ἴλλου μαγίστρου· ἡ δὲ Ἀριάδνημηνιῶσα διὰ τὴν μητέρα παρεγγύησεν Οὐρβικίῳ ἀνελεῖν τὸν Ἴλλον. καὶ ἀνερχόμενος ὁ Ἴλλος ἐν τῷ ἱππικῷ εἰς τὸν μέγαν κοχλίαν, μετὰ ξίφους λαβὼν ἀπετμήθη τὸ δεξιὸν ὦς. ἐκ τούτου ἀνταρσίαν κατὰ Ζήνωνος ἐμελέτησε, προβληθεὶς καὶ δομέστικος τῆς ἀνατολῆς. Ἀναστάσιος ὁ δίκορος. Ἀναστάσιος ὁ δίκορος ἀπὸ σελεντιαρίων, ὁμοίως ἀκέφαλος ὤν, ἐβασίλευσεν ἔτη εἰκοσιεπτά. οὗτος καὶ τὸ σῶμα εὐμήκης τε, τὸν δὲ ὀφθαλμὸν χαροπός τε καὶ γλαυκὸς μετρίως, φαλακρὸς ἠρέμα καὶ πολιός. ἄγει δὲ αὐτὸν ἐπὶ μοναρχίαν Οὐρβίκιος ὁ τότε μεγίστην περὶ τὰ βασίλεια καὶ τοῖς εὐνούχοις ἔχων δύναμιν. ἐφ' οὗ Ἀναστασίου Βιταλιανὸς ὁ Θρᾷξ ἀντάρας, καὶ παραλαβὼν Θρᾷκας καὶ Σκύθας, ἦλθεν ἕως τοῦ Ἀνάπλου πραιδεύων· ἀλλὰ ναυμαχήσαντος αὐτῷ Μαριανοῦ τοῦ ἐπάρχου σοφωτάτου μετὰ τοῦ Μηδικοῦ πυρὸς καὶ θείου 119 ἀπύρου, οὗ κατεσκεύασε Πρόκλος ὁ φιλόσοφος, κατέφλεξε τὰς ναῦς τῶν βαρβάρων· ὁ δὲ Βιταλιανὸς ἔφυγε μετ' ὀλίγων διασωθείς. Τοῦ δὲ βασιλέως βουληθέντος προσθεῖναι εἰς τὸν τρισάγιον τὸ "ἅγιος ὁ σταυρωθεὶς δι' ἡμᾶς ἐλέησον ἡμᾶς," οἷα πειθομένου Σεβήρῳ τῷ ἀκεφάλῳ, τοῦ λογοθέτου δὲ καὶ τοῦ ἐπάρχου ἀνελθόντων ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας τοῦτο ἐκφωνῆσαι, γέγονε δημοτικὴ στάσις, ἐπιβοωμένων ἄλλον βασιλέα τῇ πόλει. ἐμπρήσαντες πολλοὺς οἴκους καὶ ταραχὰς ποιήσαντες, καὶ τὸν βασιλέα ὑβρίσαντες, ἦλθον ἕως τῆς κινστέρνης τῆς οὔσης πλησίον τοῦ ἁγίου Μωκίου, ἣν ὁ αὐτὸς βασιλεὺς ἔκτισε· καὶ τὸν ἡγούμενον τῆς μονῆς τοῦ ἁγίου Φιλίππου, ὃς ὑπὸ τοῦ βασιλέως ἠγαπᾶτο, φονεύσαντες, καὶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες, ἔκραζον "οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας τριάδος." ἀλλὰ καὶ γυναῖκα ἐγκλειστήν, εἰς ἣν ὁ βασιλεὺς εἶχε πίστιν, ἀνεῖλον, καὶ σύραντες ἀμφοτέρους ἔκαυσαν ἐν τῇ μονῇ τῶν Στουδίου. ὁ δὲ βασιλεὺς φοβηθεὶς πρὸς μικρὸν ἐπαύσατο τῆς αἱρέσεως. Ἐπὶ τούτου Μούνδαρος ὁ τῶν Σαρακηνῶν φύλαρχος ἐβαπτίσθη ὑπὸ ὀρθοδόξων. Σευῆρος δὲ ἐπισκόπους ἔπεμψε πρὸς αὐτὸν δύο, θέλων αὐτῷ μεταδοῦναι τῆς οἰκείας αἱρέσεως· ὧν τοῦ δόγματος τὸ ἄτοπον αἰσθόμενος ἔφη μεθ' ὑποκρίσεως 120 πρὸς τοὺς ἐπισκόπους "ἐδεξάμην γράμματα σήμερον ὅτι Μιχαὴλ ὁ ἀρχάγγελος ἀπέθανε·" τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο, "καὶ πῶς" φησὶ "θεὸς γυμνὸς ἐσταυρώθη καθ' ὑμᾶς, εἰ μὴ ἐκ δύο φύσεων ὁ Χριστός, εἰ μηδὲ ἄγγελος ἀποθνήσκει, ὡς φατέ." ὅπερ ἀκούσαντες, καὶ σφόδρα ἐκπλαγέντες εἰς τὸ φυσικὸν φρόνημα τῆς προτάσεως αὐτοῦ, ἀνεχώρησαν μετ' αἰσχύνης. Ἀναστάσιος