In Genesim (sermo 1) (olim sub auctore Joanne Chrysostomo) Λόγος εἰς τὸ, Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε· καὶ ἰδοὺ καλὰ λίαν· καὶ

 ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; Ὅθεν ὁ 56.520 φιλάνθρωπος Θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴ

 ἡ Ἰούδα φυλὴ, ἐξ ἧς ὁ Σωτὴρ ἀνέτειλε. Καὶ μὴ νομίσῃς, ἀγαπητὲ, ἀνάξιον εἶναι τοῦ Χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι· σχηματίζει γὰρ ἡ Γραφὴ τὴν εἰ

ἡ Ἰούδα φυλὴ, ἐξ ἧς ὁ Σωτὴρ ἀνέτειλε. Καὶ μὴ νομίσῃς, ἀγαπητὲ, ἀνάξιον εἶναι τοῦ Χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι· σχηματίζει γὰρ ἡ Γραφὴ τὴν εἰκόνα ταύτην καὶ ἐπ' αὐτῆς τῆς Θεότητος. Ἄκουε γοῦν οἷα ὁ προφήτης φησί· Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; Κατὰ τὸ δυνατὸν τοίνυν, καὶ τὸ φοβερὸν, καὶ τὸ βασιλικὸν, λέοντι ἀπεικάζεται ὁ Χριστός. Καλεῖται δὲ καὶ ὁ διάβολος λέων, οὐχ ὡς δυνατὸς, οὐδ' ὡς φοβερὸς, ἀλλ' ὡς πλήκτης, ὡς τύραννος, ὡς ἀφανιστικός. Λέγει δὲ περὶ τούτου ὁ μακάριος Πέτρος ὁ ἀπόστολος· Ἰδοὺ ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται, ὡς λέων, ζητῶν καταπιεῖν ψυχήν. Μέριζε τοίνυν τῶν ἀναγνωσμάτων τὰς θεωρίας, μήποτε ἐναντία δοκοῦντα τῇ λέξει συγχέῃ σου τὴν διάνοιαν. Εἶπεν ἡ Γραφὴ λέοντα καὶ λέοντα· ἀλλὰ τὸν μὲν κατὰ τὸ βασιλικὸν καὶ δυνατὸν, τὸν δὲ κατὰ τὸ ἀφανιστικὸν καὶ δηλητήριον. Οὕτω καὶ τὸν δίκαιον καὶ τὸν ἀσεβῆ διὰ μιᾶς εἰκόνος σχηματίζει ἡ Γραφή· ∆ίκαιος, φησὶν, ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἐποίησε πρότερον τὴν εἰκόνα τοῦ δικαίου, εἶθ' οὕτως καὶ τοῦ ἀσεβοῦς. Εἶδον γὰρ, φησὶ, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου. Ὅρα τοίνυν πῶς τὴν μὲν αὐτὴν εἰκόνα παρήγαγε, ταῖς δὲ λέξεσι τὰς ἐννοίας ἐμέρισεν. Ἐπὶ μὲν γὰρ τοῦ ἀσεβοῦς λέγει· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους· ἐπὶ δὲ τοῦ δικαίου οὐκ εἶπεν, Ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπανθήσεται, ἀλλὰ, Πληθυνθήσεται. Οὕτως οὖν καὶ τὴν μέλιτταν μίμησαι, ὦ ἄνθρωπε, ἣν καὶ ἡ Γραφὴ διδάσκει μιμεῖσθαι πρὸς φιλοπονίαν. Πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις ἐστί. Μὴ μάθῃς ὅτι κέντρον ἔχει, ἀλλ' ὅτι μέλι ἐργάζεται. Ἐὰν γὰρ μιμήσῃ τῆς μελίττης τὸ κέντρον, κατηγορεῖ σου ∆αυῒδ, λέγων· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὁρᾷς πῶς τοὺς πλήττοντας ἀπεικάζει μελίττῃ πληττούσῃ, τοὺς δὲ δικαίους ἀπεικάζει τῇ τὸ μέλι ἀποσταζούσῃ; Χείλη γὰρ, φησὶν, ἀνδρῶν δικαίων ἀποστάζουσι σοφίαν· καὶ, Κηρίον μέλιτος λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς. Τοῦτο τοίνυν, ἀγαπητοὶ, τὸ γλύκασμα τῶν ψυχῶν λέγω, ποθήσωμεν ἐξ ὅλης ψυχῆς, καὶ τὸ κηρίον ἐργασώμεθα τὸ νοερὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ, καὶ τὰ θεῖα λόγια λάβωμεν ὑπὲρ μέλι καὶ κηρίον. Μέλι γὰρ πολὺ ἐσθιόμενον πολλάκις μεταβάλλει τὸ γλύκασμα εἰς πικρίαν, καὶ διαστρέφει τοῦ στομάχου τὴν ὄρεξιν, καὶ πᾶσαν ἀνασκευάζει τοῦ ἀνθρώπου τὴν κατάστασιν· λόγος δὲ Θεοῦ λαμβανόμενος πολὺς οὐ θολοῖ τὴν ψυχὴν, ἀλλὰ θεραπεύει· Γλύκασμα γὰρ αὐτοῦ ἴασις ψυχῆς· ∆ιὰ τοῦτο βουλόμενος ὁ σοφὸς ἐκεῖνος ἀντιθεῖναι διαφορὰν μέλιτος καὶ λόγου, φησίν· Ἐσθίειν μέλι πολὺ οὐ καλὸν, τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. Ἔχωμεν οὖν, ἀγαπητοὶ, τὸ κηρίον τὸ ποικίλον, τὰ θεῖα καὶ ἱερὰ λόγια, διὰ παντός· καὶ ὥσπερ τὸ κηρίον ἐκεῖνο ἐκ πολλῶν μὲν καὶ διαφόρων σχημάτων ἀπαρτίζεται, ἓν δὲ ἔχει καλόν· οὕτω καὶ ἡμῖν ἔστω κηρίον ἡ θεία Γραφὴ, ἐκ πολλῶν μὲν καὶ διαφόρων συγκειμένη προφητῶν, ἓν δὲ μέλι διδασκαλίας ἀποστάζουσα. Τοιοῦτον ἡμῖν καὶ τὸ τῶν Πατέρων κηρίον, ἐκ διαφόρων μὲν ἡλικιῶν συνηρμοσμένον, μίαν δὲ χάριν καὶ μίαν πνευματικὴν διδασκαλίαν ἀποστάζον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δὲ ἡμᾶς εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ Πατρὸς, τῇ φιλοπονίᾳ τὸν λόγον αὔξοντας, τὸν θεῖον ἀπεργάζεσθαι νόμον ἐν τῇ διανοίᾳ πάντοτε, καὶ ποιεῖν ἐκεῖνο τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον, τὸ ἔχειν τὸν νόμον τοῦ Θεοῦ πάντοτε ἐν μέσῳ τῆς κοιλίας ἡμῶν, ἤγουν τὰ θεῖα νοήματα, ὥστε νομίζειν φύσεως ὅρους ἐπιγινώσκειν, τιμᾷν τε τὴν 56.522 ἀλήθειαν, καταφρονεῖν κόσμου, καὶ Θεῷ δόξαν ἀναπέμπειν, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.