In Genesim (sermo 1) (olim sub auctore Joanne Chrysostomo) Λόγος εἰς τὸ, Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε· καὶ ἰδοὺ καλὰ λίαν· καὶ

 ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; Ὅθεν ὁ 56.520 φιλάνθρωπος Θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴ

 ἡ Ἰούδα φυλὴ, ἐξ ἧς ὁ Σωτὴρ ἀνέτειλε. Καὶ μὴ νομίσῃς, ἀγαπητὲ, ἀνάξιον εἶναι τοῦ Χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι· σχηματίζει γὰρ ἡ Γραφὴ τὴν εἰ

ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; Ὅθεν ὁ 56.520 φιλάνθρωπος Θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴν μέλιτταν ἐλέγχουσαν ἡμῶν τὴν ῥᾳθυμίαν. Καὶ δῆλον ἐκ τούτων, ὅτι οὐδὲν κακὸν ἐγένετο παρὰ τοῦ Θεοῦ, ἀλλ' ἔδωκέ σοι αἴσθησιν καὶ νοῦν διακριτικὸν, φεύγειν μὲν τῶν ἀλόγων τὰ ἤθη, ἁρπάζειν δὲ αὐτῶν τὰ πλεονεκτήματα. ∆ύναται γὰρ καὶ ὁ λέων εἰκὼν εἶναι ἀρετῆς, ὅταν μὴ εἰς τυραννίδα τὴν εἰκόνα, ἀλλ' εἰς ἀνδρείαν ἐκλάβῃς· ἄλλο γάρ ἐστι τυραννὶς, καὶ ἕτερον ἀνδρεία. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ τὸν ἐκ τοῦ Ἰούδα μέλλοντα ἀνατέλλειν εὐαγγελιζομένη Σωτῆρα, φησί· Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Ὅρα πηλίκην ὁ θεῖος λόγος ὁμοιότητα κατασκευάζει ἐκ τῶν τοῖς ἀλόγοις προσόντων πλεονεκτημάτων. Ἔστι τοίνυν μιμεῖσθαι λέοντα μετὰ συνέσεως· ἔστι δὲ μιμεῖσθαι καὶ ὄφιν, οὐκ ἐν τῷ ἰοβολεῖν, ἀλλ' ἐν τῷ σύνεσιν ἀναλαμβάνειν· καθὼς καὶ ὁ Σωτὴρ τοῖς ἀποστόλοις φησί· Γίνεσθε φρόνιμοι, ὡς ὁ ὄφις. Ὅθεν, εἰ φαῦλον ἦν τὸ κτίσμα, οὐκ ἂν εἰς μίμησιν τοῦ φαύλου προσεκαλεῖτο τὴν ἑαυτοῦ εἰκόνα, Γίνεσθε, λέγων, φρόνιμοι ὡς ὄφις· μίμησαι τοῦ ὄφεως μὴ τὸν ἰὸν, μὴ τὸν θυμὸν, ἀλλὰ τὴν σύνεσιν. Ἐὰν γὰρ τὸν ἰὸν μιμήσῃ, καταβοᾷ σου ∆αυῒδ κατηγορῶν καὶ λέγων· Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἐὰν δὲ τὴν σύνεσιν αὐτοῦ μιμήσῃ, μαθητὴς γίνῃ Χριστοῦ τοῦ εἰπόντος· Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις. Ἐπειδὴ γὰρ ὁ ὄφις φρονιμώτερός ἐστι πάντων τῶν θηρίων, ὡς ἀρτίως ὑπανεγνώσθη, ἀντέθηκε τῇ φρονήσει φρόνησιν, οὐχ ἵνα μάθῃς δόλον ποιεῖν, ἀλλ' ἵνα μάθῃς δόλον ἐκκλίνειν. βʹ. Βούλεται γὰρ ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς οὐχὶ κακούργους εἶναι, ἀλλὰ πανούργους· ἕτερον δέ ἐστι τὸ πανοῦργον, καὶ ἕτερον τὸ κακοῦργον. Πανοῦργος τοίνυν ἐστὶν οὐκ εἰς τὸ μελετᾷν κακίαν, ἀλλ' εἰς τὸ φεύγειν κακίαν· καὶ κέχρηται τῇ πανουργίᾳ οὐκ εἰς τὸ μηχανοῤῥαφεῖν καθ' ἑτέρων, ἀλλ' εἰς τὸ τὰ ὑφ' ἑτέρων πλεκόμενα διαφεύγειν· κακοῦργος δέ ἐστιν ὁ φονεὺς, ὁ δόλιος, ὁ ἑτέροις κακὰ τεκταινόμενος. Τοιοῦτος φρόνιμος ὁ Ἰακὼβ, φρόνιμος ὡς ὁ ὄφις, οὐκ ἰοβόλος ὡς ὁ ὄφις. Ὅτε γὰρ ἔμελλε συμβάλλειν τῷ ἀδελφῷ αὐτοῦ Ἡσαὺ κακίας γέμοντι καὶ φονοκτονίας, παρεκάλει τὸν Θεὸν λέγων, Κύριε, ῥῦσαί με ἀπὸ τοῦ ἀδελφοῦ μου Ἡσαὺ, ὅτι φοβοῦμαι αὐτὸν πάνυ· καὶ ἱκέτευε τὸν Θεὸν, ὡς κατὰ πονηροῦ τὴν εὐχὴν τιθέμενος. Ὅτε δὲ συνήντησε τῷ ἀδελφῷ, ἠθικότητι καὶ κολακείᾳ τὸν θυμὸν ἡμέρωσε, καὶ τὴν πονηρίαν ἔσβεσε. Τί γάρ φησι πρὸς τὸν Ἡσαύ; Εἶδόν σου τὸ πρόσωπον, ὡς εἴ τις ἴδοι πρόσωπον Θεοῦ. Καὶ εἰ μὲν ἔλεγεν ὁ Ἰακὼβ ταῦτα, ἵνα διὰ τῆς ἀπάτης νικήσῃ τὸν ἀδελφὸν, κακῶς ἐλάλει· εἰ δὲ εἶπεν, ἵνα τὸν φόβον ἐκφύγῃ, καλῶς ἐχρήσατο τῇ πανουργίᾳ. Γίνεσθε οὖν φρόνιμοι ὡς ὁ ὄφις· μὴ θυμώδεις, μὴ ἰοβόλοι, ἀλλὰ φρόνιμοι, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἔστι δὲ τὴν περιστερὰν καὶ εἰς κακίαν καὶ εἰς ἀρετὴν ἐκλαβεῖν· καὶ ὅπως, ἄκουε· Ἐὰν ᾖς ἀλόγιστος καὶ ἀδιάκριτος, καὶ κακίας ἔμπειρος μόνον, διαβάλλει σε ἡ Γραφὴ ὡς ἀσύνετον. Ἐφραῒμ γὰρ, φησὶν, ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Ἐὰν οὖν τὸ ἄνουν φυγὼν, τὸ ἀκέραιον κατορθώσῃς, ἔχεις τὴν σύνεσιν τελείαν, οὐ συμμιγνὺς αὐτῇ λ. αὐτὴν τῇ κακίᾳ· καὶ ἀκούεις παρὰ τοῦ Κυρίου, Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Μὴ τοίνυν ἁπλῶς, ἀδελφὲ, τὰς Γραφὰς ἀναγίνωσκε, καὶ τὰς εἰκόνας εἰς κακίας ἐκλάμβανε παρ' αὐτῆς, μερίζουσα λ. μεριζούσης τούτῳ μὲν τοῦτο, τούτῳ δὲ ἕτερον. Θέλεις οὖν μαθεῖν; πρόσεχε ἀκριβῶς τοῖς 56.521 λεγομένοις· Καλεῖ λέοντα ἡ Γραφή· Σκύμνος γὰρ, φησὶ, λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ὧδε τὸ, Ὡς λέων, τὸ ἀνδρεῖον σημαίνει· καὶ γὰρ καὶ περὶ τοῦ δικαίου τὴν αὐτὴν τίθησιν εἰκόνα· ∆ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθεν. Ἀνδρεῖος τοίνυν ὁ δίκαιος, οὐκ ἐν τῷ δρᾷν κακῶς, ἀλλ' ἐν τῷ διαπτύειν τὰ παρὰ τῶν πονηρῶν ἐπαγόμενα. Καλεῖ καὶ τὸν Σωτῆρα λέοντα, διὰ τὸ ἐκ βασιλικῆς εἶναι φυλῆς. Ὥσπερ γὰρ τῶν τετραπόδων ὑπάρχει βασιλεὺς ὁ λέων, οὕτω καὶ τῶν Ἰουδαίων ἐβασίλευσεν