Fragmenta in epistulam i ad Timotheum (in catenis)

 σμικρολογίᾳ προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ παραδεδόσθαι τὸν Χριστὸν ἢ ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι, καὶ πειρῶνται δι' αὐτῶν, ὡς αὐτοῖς δ

 σαρκός. ἀνελήφθη ἐν δόξῃ· ἐπὶ νεφελῶν, φησίν. 1 Tim 5,10 Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα. Εἰ ἐξενοδόχησεν· πιστοὺς δηλονότι καὶ ἐν γάμῳ

σαρκός. ἀνελήφθη ἐν δόξῃ· ἐπὶ νεφελῶν, φησίν. 1 Tim 5,10 Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα. Εἰ ἐξενοδόχησεν· πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη. Εἰ ἁγίων πόδας ἔνιψεν. τοῦτο προσέθηκεν εἰς τὸ δεῖξαι ὅτι καὶ μετ' ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή. δῆλον δὲ ὅτι καὶ τὰ 340 κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστιν τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα. 1 Tim 5,12 Ὅτι ἐπαγγειλάμεναι τῷ Χριστῷ μένειν οὕτως ὕστερον ἐγαμοῦντο. πρώτην δὲ λέγει πίστιν ἀντὶ τοῦ πρώτην ὑποταγήν, καὶ πάλαι πρώτην τὴν πρωτεύουσαν καὶ ἄκραν καὶ πάντων ἀνωτάτην αὐταῖς. 1 Tim 5,17 ∆ιδασκαλία μέν ἐστιν ἡ διὰ τῶν λόγων τῆς γραφῆς ἁπλῆ παράδοσις καὶ ἡ τῶν ἐν τοῖς λόγοις νοημάτων ἐξήγησις, λόγος δὲ ὁ τὰ νοήματα παριστῶν. 1 Tim 5,24-25 Ἐπειδὴ εἶπεν ἄνω· χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις, νῦν τὴν αἰτίαν λέγει δι' ἣν εἶπεν ἐκεῖνο. οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα· πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσιν. λέγει οὖν· δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν αὔριον ἐλέγχεται καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων- πάντες γὰρ ἴσασιν ὅτι ἁμαρτάνουσιν καὶ κρίνουσιν αὐτοὺς ἀναξίους-, τινὰ δὲ μετὰ ταῦτα φαίνεται καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μή ποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων καὶ ἀναξίως προαχθῇ καὶ κοινωνήσῃς αὐτῷ τοῦ πταίσματος. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν. ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται- οὐκ εἶπεν ὅτι λανθάνει-, ἐπὶ δὲ τῶν κακῶν ἔργων τινὰ μὲν πρόδηλά ἐστιν, τινὰ δὲ λανθάνει. διὰ τί; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ὁ δὲ κακοποιῶν κρύπτει λανθάνειν βουλόμενος. 1 Tim 6,2 Ὁ εὐλαβὴς καὶ πιστὸς δεσπότης ταχέως ἔστησε λαμβάνειν τῆς τοῦ δούλου εὐεργεσίας καὶ εὐνοίας, καὶ ὢν χρηστός, εὐγνώμων πρὸς αὐτὸν γίνεται. 341 Εἰς τὸ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, ἀντὶ τοῦ οἱ εὐαισθητοῦντες πρὸς τὸ ἀμείψασθαι. 1 Tim 6,5 Ὥσπερ ἐκ τῶν παρατρίψεων τοῦ τε λίθου καὶ τοῦ ξύλου πῦρ τίκτεται, οὕτως ἐκ τῆς συναγωγῆς τῶν φαύλων ἡ ἀσέβεια γεννᾶται. 1 Tim 6,13 Οὐχ ἁπλῶς εἴρηται τοῦ ζωοποιοῦντος, ἀλλ' ἵνα ὑπομνήσῃ ὅτι ὁ ζωοποιῶν καὶ διδοὺς τὴν ἀναβίωσιν ἑκάστῳ, καὶ τὸν μισθὸν ἀποδώσει ἑκάστῳ ἄξιον κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, ἐπειδὴ τηρήσεως ἔμελλε παραγγέλλειν τῆς κατὰ τὴν πίστιν. Οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς. μέλλων οὖν παραγγέλλειν ἐφ' ᾧ τε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ πάντα δι' αὐτοῦ ἐγένετο· οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὧν ὁ λόγος. 1 Tim 6,16 Ὡς τῶν κτισμάτων κατὰ τὴν αὐτοῦ χάριν καὶ βούλημα μενόντων ἐν ἀθανασίᾳ καὶ ἀφθαρσίᾳ καὶ τῆς ἐξ αὐτοῦ μεθέξεως δεομένων, κἂν ἀθάνατον ἔλαχον φύσιν ὥσπερ οἱ ἄγγελοι, μόνου δὲ αὐτοῦ τοῦτο κυρίως ὑπάρχοντος, ἐπειδήπερ ἐστὶν αὐτοζωὴ καὶ τῶν ὄντων ἁπάντων σύστασις καὶ χορηγία παντὸς ἀγαθοῦ.