Fragmenta in epistulam i ad Timotheum (in catenis)

 σμικρολογίᾳ προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ παραδεδόσθαι τὸν Χριστὸν ἢ ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι, καὶ πειρῶνται δι' αὐτῶν, ὡς αὐτοῖς δ

 σαρκός. ἀνελήφθη ἐν δόξῃ· ἐπὶ νεφελῶν, φησίν. 1 Tim 5,10 Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα. Εἰ ἐξενοδόχησεν· πιστοὺς δηλονότι καὶ ἐν γάμῳ

σμικρολογίᾳ προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ παραδεδόσθαι τὸν Χριστὸν ἢ ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι, καὶ πειρῶνται δι' αὐτῶν, ὡς αὐτοῖς δοκεῖ, μὴ θεὸν αὐτὸν ἀληθῆ δεικνύναι μετὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον ἀληθῶς. 1 Tim 2,14-15 Ἐπειδὴ αὕτη ἡ γυνὴ ἐν παραβάσει γέγονε, σωθήσεται διὰ τῶν ἐσομένων αὐτῇ τέκνων καὶ τῶν ἐκγόνων οἳ κατορθώσουσι τὴν 338 εὐσέβειαν. τί οὖν, ἂν μὴ γένωνται αὐτῇ παῖδες, ἢ γεννῶνται μέν, μὴ ἄρρενες δέ; ἀλλ' εἰ καὶ τισὶ γίνονται, ἀλλὰ τῷ κοινῷ γένει γίνονται· δι' ὧν καθολικῶς λέγεται ἡ παράβασις τῷ τῶν γυναικῶν γένει. εἰ γὰρ ἡ μία ταῖς πάσαις τοῦ κακοῦ αἰτία, πῶς οὐκ εἰκὸς τὰς πολλὰς διὰ τῆς τῶν εὐσεβῶν γενέσεως λῦσαι τὸ διὰ μιᾶς γυναικὸς ἐπαχθὲν αὐταῖς κακόν, δεδωκότος τοῦ Χριστοῦ τὴν ἀρχὴν τῆς λύσεως δι' ἑαυτοῦ; σωθήσεται οὖν ἡ γυνὴ ἐκ τίνος; ἐκ τῆς παραβάσεως καὶ τῆς παρακοῆς· ὥστε δεῖ καὶ ἴδια ἔχειν κατορθώματα, ἵνα μὴ τῆς παρακοῆς συγχωρηθείσης τὰ ἄλλα ἁμαρτήματα καταδικάζῃ αὐτήν. οὐχ ἁπλῶς δὲ εἴρηται αὐτῷ· σωθήσεται διὰ τεκνογονίας, ἀλλ' ἵνα αἱ μητέρες ἐπὶ τοῖς παισὶν ἔχουσαι τὸ σωθῆναι ἐν πάσῃ αὐτοὺς εὐσεβείᾳ καὶ δικαιοσύνῃ ἀνατρέφωσιν. σωθῆναι δὲ διὰ τῆς τεκνογονίας. οὐ δι' ὧν παρέβη ἡ γυνὴ κρίνεται, ἀλλὰ δι' ὧν μήτηρ γίνεται τῶν ὑπακουόντων σωθήσεται, τοῦτ' ἔστι κατὰ τὸν τῆς ὑπακοῆς λόγον, ἐπεὶ ἔχει ἄλλῃ ἴδια κατορθώματα δι' ὧν σώζεται. τοῦτο δὲ λέγει, καθὼς ἔφθημεν εἰπόντες, ἵνα αἱ μητέρες ἀνατρέφωσι τὰ τέκνα ἐν εὐσεβείᾳ. Ἀπὸ τοῦ ὀνείδους τῆς παραβάσεως σωθήσεται διὰ τῆς τεκνογονίας. τοῦτο γάρ φησιν ὁ ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ' ἵνα προτρέψηται εἰς εὐσέβειαν καὶ εἰς τὸ τὰ τέκνα ἀνατρέφειν ἐν πίστει. 1 τιμ 3,1 Οὐκ εἶπε τιμῆς, οὐκ εἶπε δορυφορίας, ἀλλὰ καλοῦ ἔργου, οἷον καλοῦ πόρου, καλοῦ καμάτου διὰ τὴν τῶν ἐκκλησιῶν προστασίαν. εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ὑπενέδωκεν οὐ τὸ τῆς ὀρέξεως ἀλλὰ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα τις καταρτίσῃ ἑαυτὸν εἰς ἐπιτηδειότητα ἐπισκοπῆς· μᾶλλον δὲ προτροπὴ βίου καλοῦ ἡ ἔνδοσις τῆς ὀρέξεως, καὶ ὥσπερ ἔφοδος γίνεται εἰς ἀγαθοεργίαν καὶ τὸν κάλλιστον βίον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν δι' ὧν ἐπιλέγει πλείονα προτρέπεται. Ὑπενέδωκεν τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως. μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἡ ἔνδοσις ὀρέξεως. ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶν καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι' ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει. 339 1 Tim 3,2-3 ∆ιδασκαλικώτατα παραινεῖ κατὰ μέρος ἐπάγων τῆς ἀνεπιλήπτου πολιτείας τὰ εἴδη. Οὐκ ἐγκαλῶν πλήττειν, ἀλλ' ὁ ἀλόγως κινούμενος· καταιδεῖ γὰρ δίκαιον ἔγκλημα, πλήττει δὲ ἄλογος μέμψις. 1 Tim 3,16 Ἀντὶ τοῦ ὤφθη μὲν ἐν σαρκί, ἐδικαιώθη δὲ ἐν πνεύματι πολιτευσάμενος. εἰ γὰρ καὶ ἐν σαρκὶ ἦν, ἀλλ' οὐ κατὰ σάρκα ἐπολιτεύετο, ἀλλ' ὑπέταξε τῷ πνεύματι τὴν σάρκα, δικαιοσύνης ἡμῖν ὑπανοίγων ὁδόν. ἢ καὶ τοῦτό φησιν ὅτι τοῦ πνεύματος σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ πίστιν ὁ Χριστός. ὤφθη ἀγγέλοις. τίς; ὁ σταυρωθεὶς Χριστός. οὐ τοῦτο δέ φησιν ὅτι τὴν θεότητα αὐτοῦ οὐχ ὁρῶσιν οἱ ἄγγελοι· αὐτὸς γὰρ ὁ σωτὴρ ἔφη ὅτι οἱ ἄγγελοι ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός μου. ὅταν δὲ λέγῃ· θεὸν οὐδεὶς ἑώρακε πώποτε, δηλονότι οὐχ ἑώρακε καθώς ἐστιν, ἀλλὰ καθ' ὅσον δύνατον ἰδεῖν ἀγγέλῳ καὶ ἀνθρώπῳ. ἀόρατος οὖν ὁ θεὸς καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ὤφθη δὲ διὰ τῆς οἰκονομίας. Ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι. ὅμοιόν ἐστι τοῦτο τῷ ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε· τοῦ γὰρ πνεύματος τὰ σημεῖα ποιοῦντος ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀνθρώπων ἐληλυθὼς ὤφθη ἀγγέλοις· ἔδειξε διὰ τούτου ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ ἀγγέλοις, ὤφθη δὲ αὐτοῖς διὰ τῆς