Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1.7aVita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν ̓

 ὑπογράψαντες αδειαν εχειν, ει τε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ωσπερ ην αὐτοῖς αξιον, καταδύεσθ

 γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. ̓Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυ

 χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ησθη τε καὶ γράφει τοῖς ̓Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην· « ̓Εντυχὼν

χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ησθη τε καὶ γράφει τοῖς ̓Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην· « ̓Εντυχὼν τῷ πεμφθέντι παρ' ὑμῶν ψηφίσματι περὶ τῆς τοῦ ἐπισκόπου προαγωγῆς, καὶ μαθὼν ὡς καθ' ἡδονὴν ὑμῖν απασιν τὸ πρᾶγμα κεχώρηκε καὶ ουτω πρὸς ἁπάντων ὑμῶν συμφώνως ὁ ἀνήρ ἐστιν ἀγαπώμενος, ηδομαί τε καὶ αὐτὸς (τί γὰρ οὐ μέλλω;) καὶ κρίνω ταῦτα κύρια καὶ βέβαια μένειν, απερ αὐτοὶ κοινῶς ειλεσθε ψηφισάμενοι.» 2.12a Vita Constantini Cod. Angelic. A f. 39v Franchi de' Cav. 104: Πλείστης δὲ τὴν μητέρα ὁ Κωνσταντῖνος ἠξίου τιμῆς ὡς καὶ πόλιν αὐτῇ κτίσαι ἐπώνυμον, ητις ἐστὶν ἐν δεξιᾷ τοῦ τῆς Νικομηδείας κόλπου, αὐτῆς ἐκείνης τὸ χωρίον ἀσπασαμένης κατ' αλλο μὲν οὐδέν, διὰ δὲ Λουκιανὸν τὸν τοῦ Χριστοῦ μεγαλώνυμον μάρτυρα. 2.16b zu 16a Z. 15 Vita Constantini Cod. Angelic. f. 47v: ̔Ο δὲ Κωνσταντῖνος τῷ ὀγδόῳ καὶ εἰκοστῷ τῆς ἑαυτοῦ βασιλείας ετει τὸν νεώτατον τῶν αὐτοῦ υἱέων Κώνσταν Καίσαρα ἀποδείξας ἐν μέσῳ τοῖν δυοῖν ἀδελφοῖν τέθεικε τὰς ̓Ιταλίας αὐτῷ δούς. τὸν μὲν γὰρ πρεσβύτατον ἑαυτοῦ παῖδα Κωνσταντῖνον τῷ δωδεκάτῳ ετει τῆς αὐτοῦ βασιλείας τῷ τοῦ Καίσαρος σχήματι κοσμήσας, ἐπὶ τῶν ανω Γαλατιῶν εταξεν· τῷ δὲ Κωνσταντίῳ καὶ αὐτῷ κατὰ τὸ ἐννεακαιδέκατον ετος τῆς αὐτοῦ βασιλείας τὴν τοῦ Καίσαρος τιμὴν περιθείς, τῆς ̔Εῴας ἐπέτρεψεν τὴν ἀρχὴν εχειν.