Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1.7aVita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν ̓

 ὑπογράψαντες αδειαν εχειν, ει τε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ωσπερ ην αὐτοῖς αξιον, καταδύεσθ

 γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. ̓Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυ

 χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ησθη τε καὶ γράφει τοῖς ̓Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην· « ̓Εντυχὼν

ὑπογράψαντες αδειαν εχειν, ει τε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ωσπερ ην αὐτοῖς αξιον, καταδύεσθαι. 2.1azu S. 12-13 Vita Constantini Cod. Angelic. A f. 22r Franchi de' Can. 94: Εὐσέβιος δὲ ὁ τῆς Νικομηδείας ἐπίσκοπος, τῇ τῶν ἑτεροουσιαστῶν αἱρέσει πάνυ κατισχυμένος, εἰς Χαλκηδόνα παραγενόμενος μετὰ καὶ Θεόγνιδος κοινῇ συνῆλθον περὶ τῶν πρακτέων βουλεύσασθαι· οι καὶ συγγίνονται τῷ Μάριδι. καὶ οἱ τρεῖς ηδη σὺν ἀλλήλοις εν τινι τῆς ἐκκλησίας παστάδι συγκαθεζόμενοι λόγους ἐποιοῦντο περὶ τῶν προκειμένων, καὶ τὰ περὶ τῆς αὐτῶν κατεφληνάφουν αἱρέσεως. τῆς ουν γνώμης αὐτῶν μεριζομένης, ἐξαπιναίως σεισμός τε γίνεται μέγας περὶ αὐτοὺς καὶ μόνον· καὶ ζόφος ἐπέσχε βαθὺς περὶ τρίτην που τῆς ἡμέρας ωραν· καὶ εκπληξις ἀμήχανος ην. ̓Αλλ' οὐδὲ ουτως συναίσθησιν οἱ τρισαλιτήριοι λαβεῖν ἠθέλησαν, οὐδὲ διανέστησαν, ὡς αρα τὸ θεῖον, ἐφ' οις κακῶς καὶ ἀθέως μετεβουλεύοντο χαλεπαῖνον καὶ ἀπαρεσκόμενον, τὴν αψυχον ἐμάστιζε γῆν, τῇ περὶ ταύτην πληγῇ τὴν ἐκείνων, εἰ καὶ μηδὲ ουτως ᾑρετίσαντο σωφρονεῖν, διελέγχων καὶ καταστρέφων τόλμαν τε καὶ ἀπόνοιαν. τὸ γὰρ περὶ μηδένα μὲν τῶν αλλων τὸ πάθος γενέσθαι, αὐτοὺς δὲ μόνους ους ειχεν ἡ τῆς δυσφημίας μελέτη περιλαβεῖν, πῶς οὐ φανερὸν τὸν ελεγχον οὐ παρέχεται τῆς κατ' αὐτῶν ἀνακινηθείσης θείας ὀργῆς; βαβαὶ τῆς τοῦ Σατανᾶ πωρώσεως ῃ συνεσχέθη τὸ τῶν αἱρετικῶν απαν αθροισμα. 2.2aebd. Folge ̔Ο δὲΑρειος ἐξεληλυθὼς τοῦ εὐσεβεστάτου συλλόγου καὶ πανταχόθεν παρὰ τῶν ὀρθοδόξων ἀποκλειόμενος καὶ οὐκ εχων οπως ετι τοῖς πλήθεσιν ὁμιλοίη καὶ διδάσκοι περὶ τῶν προκειμένων, ἐπὶ τὸ γράφειν ἐχώρει ψαλμούς τέ τινας οπως ἠδύνατο συντιθεὶς καὶ ᾳσματα ναυτικά τε καὶ ἐπιμύλια καὶ οιοις οἱ ἐν ταῖς ὁδοιπορίαις οἱ τοὺς ονους ἐλαύνοντες εἰώθασιν χρῆσθαι. ̓Αλλὰ χάριν μὲν ουτος τῶν βλασφημιῶν ἐν καιρῷ τῷ προσήκοντι τιμωρίαν τὴν πρέπουσαν ἐπισπάσεται· Κρίσπος δὲ usw. † unt. 4a2.4aVita Constantini Cod. Angelic. A f. 23 Franchi de' Cav. 95; 6s. ob. S. 13, 31: Κρίσπος δὲ ὁ πρεσβύτατος τῶν Κωνσταντίνου υἱῶν ἐκ τῆς Μαξεντίου γενόμενος αὐτῷ θυγατρός, ὑποβασιλεύων τε τῷ πατρὶ (τὴν γὰρ τοῦ Καίσαρος ειχε τιμὴν) καὶ λαμπρὰ κατὰ τοὺς πολεμίους εργα ἀποδεικνύμενος, ὑπ' αὐτῷ τῷ τῆς ωρας ανθει, τῷ ἑξῆς ἐνιαυτῷ μετὰ τὴν γενομένην ἐν τῇ Νικαίᾳ σύνοδον ἀθρόως εἰπεῖν ἐτελεύτησεν. οἱ δὲ τῆς αἱρέσεως καὶ δυσσεβείας ἀνάμεστοι παρὰ τοῦ πατρὸς αὐτὸν τὸ τοῦ βίου τέλος εὑρεῖν φασιν, ων καὶ τοὺς λόγους, ὡς λίαν οντας ψευδεῖς, δίκαιον ην τῷ οντι παραλιπεῖν· ἀλλ' ἐπεὶ πάσας τὰς τῶν πάλαι φημιζομένας δόξας ἀναγράφειν διὰ πάσης ἐθέμην σπουδῆς, καλὸν καὶ ταύτην τῷ μετὰ χεῖρας λόγῳ συνθεῖναι, οὐχὶ πρὸς πίστωσιν μᾶλλον οσον πρὸς ελεγχον τῶν τὰ ψευδῆ λέγειν προαιρουμένων. φασὶν γὰρ τῷ Κρίσπῳ τὴν μητρυιὰν Φαῦσταν τὴν αἰτίαν τοῦ φόνου διὰ μανίας ἐρωτικῆς παρασχεῖν. εἰς ερωτα γὰρ αυτη τοῦ νέου πεσοῦσα καὶ ηδη νικωμένη τῷ πάθει, πρῶτα μὲν ποικίλοις αὐτὸν ἐξεκώτιλλε λόγοις εἰς τὴν ὁμιλίαν ὑπαγομένη· ἐπεὶ δ' ἐκεῖνος ἀποστρόφως τε παντάπασιν ειχεν μηδὲ πρὸς μόνην καρτερῶν τὴν μνήμην, καὶ δῆλος ην οὐδαμῶς πεισθησόμενος, ἐνταῦθα ηδη πυρπολουμένη τοῖς πόθοις ἡ γυνὴ καὶ οὐκ εχουσα ητις γένηται, πρὸς ἐπιβουλὴν ἐχώρει τοῦ ποθουμένου, τρέψασα τὸ φίλτρον εἰς μῖσος. τῷ γὰρ ἀνεκπράκτῳ τῆς ἐπιθυμίας ὀργιζομένη, θεραπείαν ἐποιεῖτο τοῦ πάθους τὴν τοῦ μὴ ποθουμένου σφαγήν, φόνῳ προθυμουμένη κορέσαι τὸν πόθον. καὶ πείθει δὲ τὸν ἑαυτῆς ανδρα κτεῖναι τὸν ἑαυτοῦ παῖδα, τὴν ἑαυτῆς νόσον ἐκείνου ποιησαμένη, καὶ παντοδαποὺς αὐτοῦ καὶ ψευδεῖς καταφορήσασα λόγους. ὁ δ' ἐφ' οις ηκουσεν τῆς ἑαυτοῦ γυναικὸς φθασθεὶς τὸν λογισμὸν τῇ ὀργῇ καὶ μηδὲν εἰς ἐξέτασιν ἀναβαλέσθαι τοῦ πράγματος ἐθελήσας, Θησεὺς γίνεται τῷ παιδί, καὶ ονπερ ἐκεῖνος τρόπον τῇ διαβολῇ τῆς Φαίδρας ἀνεῖλε τὸν ̔Ιππόλυτον τὸν ἐξ ̔Ιππολύτης αὐτῷ τῆς ̓Αμαζόνος γενόμενον, τοῦτον καὶ ουτος τὸν τρόπον ἀπέσφαξεν τὸν Κρίσπον τῇ συκοφαντίᾳ τῆς ἑαυτοῦ