Selecta in Job

 ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέ λιπον·» καὶ πάλιν· «Ὡσεὶ ἐνύπνιον ἐξεγειρομέ νων.» Πλοῦτ

 ἐλέγχει τὸν ἀσεβῆ· ἀλλὰ λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼ

 δεδικαίωμαι.» Πολλὴ ἡ παῤ ῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνο

 οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένον; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι· εἰ ἥμαρ τες ἐν ἔργοις, ἔργοις διαφέ

 ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ; Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ

δεδικαίωμαι.» Πολλὴ ἡ παῤ ῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνοιδα. ΚΕΦʹ. ΚΘʹ. Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες. Ἢ κατὰ τὴν τῶν λοιπῶν ἔκδοσιν «οἱ ἄρχοντες.» Οὗτοι παραχω 12.1041 ροῦντες τῷ δικαίῳ τοῦ λόγου, αὐτοὶ αὐτοῦ παρόντος ἐσίγων. ∆άκτυλον ἐπιθέντες ἐπὶ τῷ στόματι. ∆όξει μὲν οὖν καὶ σημεῖον εἶναι σιωπῆς τὸ, δάκτυλον ἐπιθεῖναι ἐπὶ τῷ στόματι· τάχα δὲ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, δηλοῖ, ὅτι τὸ ἔργον αὐτῶν ἐφίμου αὐτοῖς τὰ χείλη, καὶ οἱονεὶ δεσμός τις τῷ στόματι ἐπέκειτο· ᾐσθήθησαν γὰρ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόν τος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος, αὐτοὶ ὀλίγα πεπραχότες· ὁ γὰρ δάκτυλος τὴν ἐλαχίστην σημαίνει πρᾶξιν καὶ ἐνέργειαν. ∆ικαιοσύνην δὲ ἐνδεδύκειν. Καλὸν χιτῶνα ὕφα νεν ἑαυτῷ ὁ Ἰὼβ, ἵνα ἐνδύσηται τὴν δικαιοσύνην ἀντὶ χιτῶνος. Ἴδε αὐτοῦ καὶ τὸ ἱμάτιον· δικαιοσύνη ὁ χιτών· κρῖμα ἡ διπλοΐς. ΚΕΦ. ΛΒʹ. Φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπαγγέλλεται μέντοι «ἐπιστήμην» ἔχειν, ἢ, κατὰ τοὺς λοιποὺς, «γνῶσιν,» πῶς ἄν θρωποι πάσχουσιν ἐν τῷ βίῳ· πῶς τινες ἄδικοι εὐτυχοῦσιν. Εἶδον ἀδικοῦντας καὶ παρανομοῦν τας, εὐθηνοῦντας, καὶ ἐμοῦ παραμικρὸν ἐσα λεύθησαν οἱ πόδες, ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνῳ ἐνίδω· ἐὰν δὲ τὸ μέλλον ἐννοήσω, ἑστῶτές εἰσιν οἱ πόδες μου. ∆ιὸ εἶπα· Ἀκούσατέ μου. Ἕτερα ἀντίγραφα μετὰ τὸ «Ἐρῶ γὰρ ὑμῶν ἀκουόντων,» ἔχει καὶ τού τους στίχους· «Ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην ἄχρι συνέσεως ὑμῶν.» Οἱ δὲ ἕτεροι ἑρ μηνευταὶ οὕτως ἐκδεδώκασιν· «Ἰδοὺ, ἐξεδεξάμην τοὺς λόγους ὑμῶν· ἠκροασάμην ἐφ' ὅσον ἐφρονεῖτε, ἐφ' ὅσον ἐξητάζετε λόγους, καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν, ἐνενόουν.» Κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων, Ὥσπερ, φησὶν, ἐγὼ μεθ' ἡσυχίας ἤκουσα πάντων ὧν εἴπατε, καὶ ἀνέμεινα μέχρι συμπεράσματος τῶν ὑμετέρων λόγων· καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε· καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων. Κατὰ δὲ τὰ παρ' ἡμῖν ἀντίγραφα ὁ νοῦς οὗτος· Ἀκούσατέ μου, φησίν· ἐρῶ γὰρ οὐδὲν ὑπέρογκον, ἀλλ' ἃ δύνασθε δοκιμάσαι. «Καὶ μέχρις ὑμῶν συνήσω,» ἀντὶ τοῦ, Οὐ κενοφω νίαις χρήσομαι, ἀλλ' ὡς δύνασθε συνιέναι λαλήσω. Ἢ ἐκεῖνό φησιν, ὅτι, Οὐ πρότερον παύσομαι λαλῶν, πρὶν ἢ καὶ ὑμεῖς τοὺς ἐμοὺς δοκιμάσητε λόγους, εἰ ἄρα κἀγὼ συνιέναι δύναμαι «μέχρις ὑμῶν,» τουτ έστι, μέχρις οὗ καὶ ὑμεῖς ἐννοήσητε, ἢ καὶ ὑπερ βάλλω τὴν ὑμετέραν σύνεσιν. Πλήρης γάρ εἰμι ῥημάτων. Καλῶς εἶπε τὸ, «πλή ρης εἰμί·» ὁ γὰρ μὴ πλήρης ὢν ῥημάτων, καὶ ἐρ χόμενος ἐπὶ τὸ λαλεῖν, κενὰ λαλήσει ὡς κενὸς, κατὰ τὸ εἰρημένον· «Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.» Ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμέ νου ἐν αὐτῇ ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεν 12.1044 νήσῃ τὸ συλληφθέν· κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομα θοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον, ὃν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμέ νον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λό γων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώ σας καὶ ἀποβαλών. ΚΕΦ. ΛΕʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ ὁ τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν· τοῦτο γὰρ τὸ ἀναβλέπειν ἔχουσι καὶ οἱ κύνες καὶ οἱ ὄνοι. Οὐδεὶς φιλόκοσμος ἀναβλέ πει εἰς τὸν οὐρανὸν, ἀλλ' ὁ μὴ ἀγαπῶν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφ' ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μω σέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέ πω τὸ νέφος ὑψηλὸν ἀπ' ἐμοῦ· ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν, ἐὰν ἐξ ετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμέ νον, καὶ καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ ἀπ' ἐμοῦ. Εἰ ἥμαρτες, τί πράξεις; Ἆρα