Selecta in Job

 ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέ λιπον·» καὶ πάλιν· «Ὡσεὶ ἐνύπνιον ἐξεγειρομέ νων.» Πλοῦτ

 ἐλέγχει τὸν ἀσεβῆ· ἀλλὰ λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼ

 δεδικαίωμαι.» Πολλὴ ἡ παῤ ῥησία τοῦ δικαίου καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὥστε αὐτὸν εἰπεῖν· Οὐδὲν ἐμαυτῷ σύνο

 οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένον; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι· εἰ ἥμαρ τες ἐν ἔργοις, ἔργοις διαφέ

 ἵνα τοῖς ἀγνοοῦσι δήλη ἡ σὴ δικαιοσύνη ᾖ; Ἀνάλαβε δὴ ὕψος. Ἔστι δὲ καὶ οὕτω νοῆσαι τοὺς στίχους· Νενίκηκας τὸν πειραστήν· ἀνάλαβέ σου τὸ ὕψος· ἀνάλαβέ

ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον. Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέ λιπον·» καὶ πάλιν· «Ὡσεὶ ἐνύπνιον ἐξεγειρομέ νων.» Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Οἶδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐν αντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν· ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ «χολὴ ἀσπίδος,» τουτέστι πονηρά· ὡς εἴρηται ἐν ∆ευτερονομίῳ ἐν ᾠδῇ Μωϋ σέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν.» Ἀλλ' ὁ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συνα γόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι. Ἄγγελος γὰρ κατ' εὐεργεσίαν Θεοῦ ἐξελ κύσει αὐτοὺς ἐπ' αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης οἰκίας· ἥτις ἐστὶν ἡ ἐκκλησία πονηρευομένων. Ἐπά γει γοῦν· «Ἐξ οἰκίας αὐτοῦ,» καὶ τὰ ἑξῆς. 12.1036 Ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα. ∆ιὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μή ποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετικῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῆς Ἐκκλησίας. Μὴ ἴδοι ἄμελξιν νομάδων. Καὶ ὁ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων. Νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εὑρί σκουσαι. Καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά. Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν. Καὶ ὁ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ. Καὶ ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν· ἁρπά ζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν· οὐδὲ γὰρ δύναται στῆσαι τὸ ψεῦ δος. Ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. Καθ' ἣν ἡ θεία κατ' αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ' ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη ἐν τοῖς προει ρημένοις. ΚΕΦ. ΚΑʹ. ∆ιὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Τὸ μέντοι, «πεπαλαίωνται ἐν πλούτῳ,» εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ' ἐκ νεότητος καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν. Ἀναλαβόντα ψαλτήριον καὶ κιθάραν. Ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων ἡ εὐφροσύνη, ἣν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφ' ὧν αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδο ναὶ διεγείρονται, καὶ οἱ παρόντες τῇ ἀκολάστῳ μελ ωδίᾳ κατακηλοῦνται· ἣν οἱ τῶν ἀσεβῶν παῖδες ἀσελ γῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργά νων ἐπικροτοῦντες. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν. Τουτ έστιν, οὐδὲν διάλειμμα τῆς εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλ' ἐν βίῳ τελείῳ τοῖς σωματικοῖς ἀγαθοῖς ἐντρυ φῶντες διετέλεσαν· καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ τῆς ζωῆς πέρας ἐγένετο, παραταθείσης μέχρι τελευ τῆς τῆς εὐημερίας. Καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμήθησαν. Ἀντὶ τοῦ, μέχρι θανάτου ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβα σάνιστοι εἰς ᾅδην κατέρχονται. Ἢ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος πικρὸς αὐτοῖς γίνεται· ἀλλ' ὥσπερ ὑπνοῦν τες, οὕτως ἀποθνήσκουσιν. Ἢ, ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόν τες δὲ ἀναπαύονται· οὗτοι δὲ περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ἐν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν. ΚΕΦ. ΚΒʹ. Πότερον οὐ Κύριός ἐστιν ὁ διδάσκων; Ὑγιὲς δὲ τὸ δόγμα τοῦτο, ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ 12.1037 δύναται εἶναι ἄνθρωπος· «ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν,» καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλ λος ἐστὶν ἀλλ' ἢ Θεός. ∆ιδάσκει δὲ Θεὸς, ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ' αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ τῷ ἀληθινῷ τῷ ἑαυτοῦ λόγῳ. Οὐκ οῦν, κἂν ἄνδρες δίκαιοι ἡμᾶς διδάσκωσι, διδασκαλι κὴν εἰληφότες χάριν, πάλιν ὁ Κύριός ἐστιν ὁ δι' αὐ τῶν διδάσκων ἡμᾶς· καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διαν οιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν, κατὰ τὴν θείαν γίνεται χάριν. Ἢ λόγον σου ποιούμενος ἐλέγξει σε; Πρὸς τοῦτο εἴποιμεν ἂν, ὅτι οὐ φροντίζων ὁ Θεὸς μήποτε αὐτός τι βλαβῇ,