Scholia in Lucam

 ἐστί· τινῶν δὲ θεωρημάτων τὸ τέλος ἡ πρᾶξίς ἐστι. ∆ιὰ γὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέται, τὸ πραγματικόν. ∆ύνασαι δὲ καὶ ἑτέρ

 καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 17.317 Στίχ. ιδʹ. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ∆ιὰ συγκαταβάσεως ὤ

 ἔδωκε λαλεῖν τοῖς ἐμβρύοις διὰ τὸ ἄωρον, σπεύ δοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτὴν, ἔχρησεν ἡ μήτηρ τοῦ σώματος ὄργανον· οὐ γὰρ Πνεύματος ἁγίου πρότ

 παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοποίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς π

 ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀλη θῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕ δωρ τὸ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιν ἁμαρτιῶν βάπτι

 δακτύλῳ δεικνύειν παρ όντα καὶ λέγειν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. Ἤδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλ' εἰς πρόσωπα τούτων τὸν

 ραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐξεῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελι

 ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυ ναμένων ἐκεῖ σωτηρίας, τὸν αὐτάρκως παρακαθί σαντα τοῖς ποσὶν α

 θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρ

 ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αὐτοῦ, τού του δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ'

 μὲν Μωϋσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑ

 σοῦν, ὡς μὴ δυνηθέντα ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους. Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἄλογοι πρὸς τὸ δοκοῦν καλὸ

 μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ' ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δὲ, Τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νε κροὺς, ἀλληγο

 Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐλθέτω ἡ βασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, κα

 ἄρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλ λιάσεως, ἁπτόμεναι λόγου ζῶντος· αἵτινες, ἐξευτελι ζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὔω

 τῆς ἑνδεκάτης. Καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις· διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται

 αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Στίχ. ιθʹ. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, κα

 ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν ἀπολύει ὅλον λεπρὸν γεγονότα. Τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν, μετὰ τὸ ὁλόλεπρον γεγον

 γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοϊκήν. Ὥσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργ

σοῦν, ὡς μὴ δυνηθέντα ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους. Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἄλογοι πρὸς τὸ δοκοῦν καλὸν ὁρμαὶ, ὑπὸ τοῦ λόγου ἐκβαλλόμεναι, ἃς αὐτὸς ἐποίει ἀλόγῳ φορᾷ, νομιζόμεναι ὑπὸ τῶν βλεπόντων κατὰ λόγον ταῦτα πράττειν τῆς Ἰησοῦ διδασκαλίας. ∆υσίατον δὲ τοῦτο τὸ πάθος, καὶ ἰσχυρὸν δοκεῖ καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, ὥστε ταύτην ὄρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ πάσχοντος διὰ πάσης πίστεως τοῦ θερα πεύοντος. Ἔστι δὲ ἡ πᾶσα πίστις παραβαλλομένη κόκκῳ σινάπεως· ἐπεὶ ἐξουθενεῖται μὲν παρὰ τῶν ἀνθρώπων ἡ πίστις, καὶ βραχύτατόν ἐστι, καὶ εὐτε λὲς εἶναι φαίνεται· τυχοῦσα δὲ γῆς ἀγαθῆς, τουτέστι ψυχῆς, γίνεται δένδρον μέγα· ὥστε οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν δύνασθαι ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως. Στίχ. μγʹ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν, οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ. Στίχ. μδʹ. Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λό γους τούτους. Ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. Ὑπὸ τίνος ἄρα μέλλει παραδίδοσθαι; Ὁ μὲν Ἀπόστολός φησι παραδεδόσθαι ὑπὸ τοῦ Θεοῦ τὸν Υἱὸν, ἑκώς· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ 17.349 ὅλου τοῦ κόσμου πεισόμενον, ἵνα ἄρῃ αὐτοῦ τὴν ἁμαρτίαν· ἐρεῖς δὲ καὶ ὑπὸ τοῦ διαβόλου παραδεδό σθαι αὐτὸν, ὑφ' οὗ παραδίδονται τοῖς αἰχμαλωτεύσασι τὰ ζεύγη καὶ οἱ ὄνοι τοῦ Ἰὼβ, εἶτα τοῖς ἱππεῦσιν αἱ κάμηλοι, τῷ πυρὶ τὰ πρόβατα, τῷ ἐξ ἐρήμου πνεύ ματι αἱ τούτου θυγατέρες καὶ οἱ υἱοί. Ἔστω οὖν πρῶτον ὑπὸ τοῦ Πατρὸς παραδεδομένος ὁ Υἱὸς εἰς χεῖρας ἀνθρώπων· εἶτα ὑπὸ τοῦ Ἰούδα, εἰς ὃν μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. Ἀλλ' ὁ μὲν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο φιλανθρωπίᾳ τῇ πρὸς ἡμᾶς καὶ χρηστότητι· ὁ δὲ Ἰούδας μοχθηρίᾳ προαιρέσεως. Θανατωθεὶς δὲ, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἤτοι τῆς ἁμαρτίας, διάβολον κατήργησε. Θάνατος γὰρ ἡ ἁμαρτία κυρίως, κατὰ τό· Ψυχὴ ἁμαρτάνου σα, αὐτὴ ἀποθανεῖται. Καὶ οἱ μὲν ἄρχοντες παρ έστησαν κατὰ τοῦ Χριστοῦ, ἡμεῖς δὲ ὠφεληθέντες τῷ ἐκεῖνον ἀπεκτάσθαι, φαμὲν τό· ∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Σύμμορφοι γὰρ γεγονότες τῷ θα νάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν ἐναντίων· ἀλλ' αὐτοὶ μᾶλλον ἐκγελῶνται παρὰ τοῦ κατοικοῦντος ἐν οὐρανοῖς Πατρὸς, καὶ ὑπὸ τοῦ Κυρίου μυκτηρίζονται. Ἀναστὰς γὰρ συμμόρ φους ἡμᾶς πεποίηκε καὶ τῆς αὑτοῦ ἀναστάσεως, οὐκέτι καθεζομένους ἐν σκότει καὶ σκιᾷ θανάτου, διὰ τὸ ἀνατεῖλαι ἐφ' ἡμᾶς φῶς τοῦ Θεοῦ. Στίχ. νζʹ. Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέ τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε. Στίχ. νηʹ. Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἔχουσι κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώ που οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Εἰ μὲν οὖν ἕτοιμος εἶ αὐτὸς ὁμοίως ἐμοὶ οὐκ ἔχον τι ποῦ τὴν κεφαλὴν κλῖναι, αἱρήσῃ διὰ τὴν ἐμὴν δι δασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, ἐπ' οὐδενὶ τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδοκῶν, ἀλλ' ἐν τῷ μέλλοντι. Οἱ γὰρ ἐμοὶ μα θηταὶ, δικαιοσύνην ἀσκοῦντες, ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξουσι· πονηροὶ δὲ καὶ γόητες, ἀλώπεξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι, ἐν τῷ βίῳ τούτῳ προκόψουσι πλανῶντες καὶ πλανώμενοι. Ὑψηλότερον δέ· Ὅτε ἐτεθνήκει τῷ νεανίσκῳ ὁ πατὴρ καὶ ἦν νεκρὸς, τότε ἀπὸ τοῦ Ἰησοῦ ἐκλήθη. Νομιστέον δὲ, ὅτι, ὥσπερ ὁ κόσμος Παύλῳ ἐσταύρωται καὶ νεκρὸς ἦν, ἐπεὶ τεθνήκει αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς βλεπόμενα καὶ πρόσκαιρα· οὕτως ἑκάστῳ δικαίῳ τέθνηκε ὁ διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι. Πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται· παντὶ δὲ ἁμαρτάνοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ ὁ πονηρὸς πατήρ. Παντὶ δὲ, ᾧ τέθνηκε ὁ πονηρὸς, λέγοιτ' ἂν ὑπὸ τοῦ Χριστοῦ τὸ, Ἀκολούθει μοι. Καὶ τάχα τοιοῦ τόν ἐστι