Scholia in Lucam

 ἐστί· τινῶν δὲ θεωρημάτων τὸ τέλος ἡ πρᾶξίς ἐστι. ∆ιὰ γὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέται, τὸ πραγματικόν. ∆ύνασαι δὲ καὶ ἑτέρ

 καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 17.317 Στίχ. ιδʹ. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ∆ιὰ συγκαταβάσεως ὤ

 ἔδωκε λαλεῖν τοῖς ἐμβρύοις διὰ τὸ ἄωρον, σπεύ δοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτὴν, ἔχρησεν ἡ μήτηρ τοῦ σώματος ὄργανον· οὐ γὰρ Πνεύματος ἁγίου πρότ

 παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοποίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς π

 ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀλη θῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕ δωρ τὸ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιν ἁμαρτιῶν βάπτι

 δακτύλῳ δεικνύειν παρ όντα καὶ λέγειν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. Ἤδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλ' εἰς πρόσωπα τούτων τὸν

 ραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐξεῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελι

 ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυ ναμένων ἐκεῖ σωτηρίας, τὸν αὐτάρκως παρακαθί σαντα τοῖς ποσὶν α

 θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρ

 ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αὐτοῦ, τού του δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ'

 μὲν Μωϋσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑ

 σοῦν, ὡς μὴ δυνηθέντα ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους. Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἄλογοι πρὸς τὸ δοκοῦν καλὸ

 μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ' ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δὲ, Τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νε κροὺς, ἀλληγο

 Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐλθέτω ἡ βασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, κα

 ἄρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλ λιάσεως, ἁπτόμεναι λόγου ζῶντος· αἵτινες, ἐξευτελι ζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὔω

 τῆς ἑνδεκάτης. Καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις· διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται

 αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Στίχ. ιθʹ. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, κα

 ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν ἀπολύει ὅλον λεπρὸν γεγονότα. Τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν, μετὰ τὸ ὁλόλεπρον γεγον

 γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοϊκήν. Ὥσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργ

ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αὐτοῦ, τού του δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ' αὐτὸν, καὶ καταλαβεῖν ἐκεῖνον, ᾧ πρότερον ἠκολούθει; Τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. Καὶ ἐπιστήσας τοῖς λεγομένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων, οὐκ ὀκνήσεις, οἶμαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ Θεοῦ Πνεύματι. Τί δὲ δηλοῦται ἐν τῷ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐν τῇ δόξῃ αὐ τοῦ; καὶ τί σημαίνει τὸ, Ἐληλυθυῖαν ἐν δυνάμει, παρὰ Μάρκου ῥηθέν; Τὰ εἴτε ἐκλαμπόμενα ταῖς καρ δίαις ἡμῶν, εἴτε ζητοῦσιν εὑρισκόμενα, εἴτε ὑποσιόντα τοὺς λογισμοὺς ἡμῶν, σαφέστερον ἐκθη σόμεθα. Ὁ θεωρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχὴν λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ 17.344 τῶν ψευδῶν μὲν, ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθα νότητας, βλέπει τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. Εἰ δὲ καὶ τὰ ἴδια τρανώτερον παραστήσαντα βλέπει, βλέποι ἂν αὐτοῦ πρὸς τὴν βασιλείαν καὶ τὴν δόξαν. Καὶ ὁ τοιοῦτός γε ἐν ἑαυτῷ βλέποι ἂν τὴν τοῦ Θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυ νάμει· καὶ τοῦτο βλέποι ἂν, ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, τῆς βασιλευούσης ἐν θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ' ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων Θεῷ· οὗ ἡ βασιλεία δυνάμει μὲν ἐντὸς ἡμῶν ἐστιν, ἐνεργείᾳ δὲ, ὡς ὠνόμασεν ὁ Μάρ κος, ἐντὸς τῶν τελείων μόνον. Στίχ. κηʹ. Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους, ὡς ἡμέραι ὀκτώ· καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Στίχ. κθʹ. Καὶ ἐγένετο, ἐν τῷ προσεύξασθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. Στίχ. λʹ. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἡλίας. Στίχ. λαʹ. Οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ἀλλὰ τοιοῦτον μὲν τὸ πρᾶγμα καὶ θαῦμα, τὸ τῆς μεταμορφώσεως. Εἰ δὲ χρὴ ἐπαναβεβηκότα λόγον εἰ πεῖν, οὐ μάτην μεθ' ἓξ ἡμέρας ὁ Μάρκος καὶ ὁ Ματ θαῖός φησιν ἀνελθεῖν τὸν Ἰησοῦν εἰς τὸ ὄρος σὺν τοῖς μαθηταῖς. Ἀλλ' ἐπεὶ ἐν ἓξ ἡμέραις τελείῳ ἀριθμῷ ὁ σύμπας κόσμος γεγένηται· ὁ πάντα τὰ τοῦ κόσμου ὑπερβαίνων πράγματα, βλέπων δὲ ἑστῶτα μόνον καὶ αἰώνια, οὗτος μεθ' ἓξ ἡμέρας παρειλῆφθαι δηλοῦται τοῦ Ἰησοῦ. Ὁ γὰρ ταύτας ὑπερβὰς βλέπει τὸν Ἰησοῦν τόνδ' οὐδενὶ τῶν κάτω μεταμορφούμενον, μεταμορφωθέντα ἔμπροσθεν αὐτοῦ. Φαίνεται γὰρ ὁ Λόγος διαφόρους ἔχων μορφὰς, ἑκάστῳ ὡς χωρεῖ· καὶ τοῖς μὲν οὐκ ἔχει εἶδος, τοῖς δὲ ὡραῖός ἐστι κάλλει. Τοῖς μὲν μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων, καὶ δι' αὐτῶν ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, ἁπλούστερον νοεῖται, καὶ κατὰ σάρκα γινώσκεται. Τοῖς τελείοις θεολογεῖται, καὶ ἐν τῇ τοῦ Θεοῦ μορφῇ κατὰ τὴν γνῶσιν αὐτῶν θεωρεῖται, λάμπει δὲ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τοῖς τέκνοις φωτὸς καὶ ἡμέρας, δικαιοσύνης ἥλιος εἶναι φανερούμενος. Ἀλλὰ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ' αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος φαίνεται λευκὰ ὡς τὸ φῶς· ἅπερ εἰσὶν αἱ λέξεις, καὶ ἃ ἐνεδύσατο τῶν Εὐαγγελίων γράμματα, οἶμαι δ' ὅτι καὶ τὰ ἀπὸ τῆς Γραφῆς τῶν ἀποστόλων δηλούμενα. Ἐπὰν οὖν ἴδῃς τινὰ τὴν περὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν, γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. Τῷ δ' οὕτως ἰδόντι τὸν Ἰησοῦν ὀφθεῖεν ἂν Μωσῆς ὁ νό μος, καὶ Ἡλίας ὁ προφητικὸς λόγος, κοινολογούμε νοι πρὸς τὸν Ἰησοῦν. Ὁ δὲ ἰδὼν τὴν Μωσέως δόξαν, νοήσας τὸν πνευματικὸν νόμον, ὡς ἕνα πρὸς τὸν Ἰη σοῦν λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν, εἶδε Μωσῆν καὶ Ἡλίαν ἐν δόξῃ, ὅτε εἶδεν αὐτοὺς μετὰ Ἰησοῦν. 17.345 Στίχ. λεʹ. Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέ γουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Στίχ. λʹ. Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος. Ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα