Fragmenta ex commentariis in Proverbia

 οὐδὲν αὐτοῖς λαλεῖ· ὃ καὶ μέχρι τῆς δεῦρο ποιεῖ· οἱ γὰρ ὄχλοι οὐ χωροῦσι παραβολῶν ἑρμηνείαν. Πρόσχες δὲ καὶ τῷ, Ἀφεὶς τοὺς ὄχλους εἰσῆλθεν εἰς τὴν οἰ

 τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ' ἐμοῦ. Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάν θης, ἡνίκα ἐκρα

 ὅπερ ἐπήγαγεν· Ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησε θαυμάσια. Καὶ κατὰ τὸ ῥητὸν διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐ τούς· πάντα γὰρ γέγονεν, εἰ καὶ σύμβο

 ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιου σίας βαλόντας. Πάντα δὲ, δόσις

 ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. Τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων ἢ καὶ ἀρχόντων ἀλλότριον θεοσεβεία

ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιου σίας βαλόντας. Πάντα δὲ, δόσις ἐστὶ πρὸς τὸν Θεὸν, σωφροσύνης ἔργα καὶ τῶν λοιπῶν ἀρετῶν. ∆εῖ γὰρ καὶ ἀπαρχὰς ἀπὸ παντὸς διδόναι γεννήματος Ἐκ κλησίᾳ καὶ πένησι· καὶ ἀπὸ ὕπνου δὲ ἀνιστάμενον ἀπαρχὴν δοτέον Θεῷ τὴν εὐχήν· καὶ τῶν λόγων ἀπαρ χὴν διδόναι προσήκει, ψαλμούς. Οὕτω γάρ σοι ῥηθή σεται· Καὶ εὐλογημέναι αἱ ἀποθῆκαί σου, καὶ τὰ ἐγκαταλείμματά σου· λέγει δὲ τὰ τῆς ψυχῆς. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε γῆν. Ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν, ἑκατονταπλασίονα καρ ποφοροῦσα. Αὕτη δὲ ἐκ τῆς πιότητος, ἥ ἐστι σοφία, σοφὴ γίνεται, θεμελιοῦντος αὐτὴν ἐπ' αὐτῇ τοῦ Θεοῦ. Ἑδράζει γὰρ αὐτῇ τὴν εἰσαγωγὴν τῆς διδασκαλίας, πῆξιν ἀπὸ σοφίας ποιούμενος, καὶ ἀεὶ προκόπτου σαν οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγ γέλων τε καὶ νοερῶν οὐσιῶν οἰκητήριον. Λαβοῦσα αἴσθησιν τοῦ ὄντος, καὶ κατανοοῦσα τὴν τῶν πραγμάτων ἀκρίβειαν, ἄρχεται διαιρεῖν καὶ ἀνα τέμνειν αὐτά. {1ΚΕΦ. Εʹ.}1 Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν. Ὁδόν φησι τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ καὶ τὴν ἀρετὴν κελεύει τῆς κακίας χωρίσαι. {1ΚΕΦ. ʹ.}1 Γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Καὶ ἡ 13.32 ἀγρευομένη ὑπὸ γυναικὸς ψυχὴ τιμία ἐστὶ τῇ φύ σει· οὐ γάρ ἐστι τῇ φύσει χοϊκή. Ἢ ἐπειδὴ τῶν ἀν δρείων τὸ φρόνημα καὶ ἡ ψυχὴ τιμία, ὅμως καὶ ταύ τας ἀγρεύει. {1ΚΕΦ. Ηʹ.}1 Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Τὸ, ἤμην, ἐπὶ Θεοῦ χρόνον οὐ προσημαίνει· χρονικὸν γὰρ, ἡνίκα τι τῶν ὑπὸ χρόνον προσημαίνει, ὡς τὸ, Ἤμην ἐν ἀγορᾷ. Εἰ δὲ παρὰ Θεῷ ἦν ἁρμόζουσα τῷ ἀνάρχῳ, ἀΐδιος καὶ αὐτή. {1ΚΕΦ. Ιʹ.}1 Αὕτη πλουτίζει. Εἰ πᾶς ὁ εὐλογημένος παρὰ Κυρίου πλούσιος, οἱ δὲ πορευόμενοι ἐν νόμῳ Κυρίου εὐλογοῦνται ὑπὸ Κυρίου, ἐπορεύθησαν δὲ ἐν νόμῳ Κυρίου προφῆται· οὗτοι ἄρα πλούσιοι ἦσαν. Ἐν γέλωτι ἄφρων πράσσει κακά. Πράττων τὰ κακὰ ἥδεται καὶ χαίρει. Ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν, πρακτικὴν ἀρετήν. {1ΚΕΦ. ΙΑʹ.}1 Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κλη ρονομήσει ἀνέμους. Οἶκος ὁ Θεὸς ἡμῶν ἐστιν ἐν ᾧ κινούμεθα καὶ ἐσμέν. Ὁ ἐν ταῖς ἐντολαῖς οὖν τοῦ Θεοῦ μὴ περιπατῶν συγκληρονόμος ἔσται τῶν ἐναν τίων δυνάμεων. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς. Καρπὸς δικαιοσύνης τὸ τέλος τῆς ἀρετῆς. Τοσαῦτα δένδρα ζωῆς ἔχει τις, ὅσους καρποὺς δικαιοσύνης. Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κω λύεται Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβα λὼν, ἀφ' ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. {1ΚΕΦ. ΙΒʹ.}1 Ἑαυτοῦ φίλος ἔσται. Τοῦτον τὸν στίχον ὅλως οὐ μέμνηται Ὠριγένης· εὑρέθη δὲ ἔν τισιν ἀντι γράφοις· οὔτε γὰρ παρὰ τοῖς Οʹ, οὐδὲ παρ' ἄλλοις κεῖται. {1ΚΕΦ. Ιʹ.}1 Θυμὸς βασιλέως ἄγγελος θανάτου· ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτὸν, εἴπερ ὁ ἅγιος ἀπαθής· ἢ τὸν θυμὸν ἀλληγορητέον. {1ΚΕΦ. ΚΕʹ.}1 Ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. Τόποι δὲ αὐτῶν καὶ τῶν αἱρετικῶν αἱ συνά ξεις. {1ΚΕΦ. Λʹ.}1 Τρία δέ μοί ἐστιν ἀδύνατα νοῆσαι. Ἀδύνατον εἰς νόησιν ἐπιστημονικὴν εἰσαγομένῳ θεώρημα, καὶ ἀδύνατον ἀνθρώπῳ θεωρεῖν τὰ ὑπὲρ ἄνθρωπον καὶ νοεῖν, οἷον τοῦ καρκίνου τὴν θεραπείαν, κἂν ἄγγελοι ταύτην ἐπίστανται· ἀδύνατον νοηθῆναί τινι καὶ τὸ μηδαμῶς ὑπάρχον, μηδὲ γίνεσθαι δυνάμενον, οἷον τὸ τρία τέσσαρα εἶναι. Ἔοικε τοίνυν περὶ τῶν μὴ ὑπαρ χόντων εἰρῆσθαι. Μὴ καταλιπόντος γὰρ ἀετοῦ ἴχνη ἐν τῷ πέτεσθαι περὶ τὸν ἀέρα, ἀνάλογον τοῖς καταλει 13.33 πομένοις ἴχνεσιν ἐν τῇ γῇ τῇ ψαμμώδει τῶν ἐπιβάν των αὐτῆς, ἀδύνατόν ἐστι νοηθῆναι· οὕτω καὶ ἐπὶ ὄφεως· ἐν μὲν εὐείκτῳ γῇ δυνατὸν νοεῖσθαι ὁδοὺς, ἐν δὲ τῇ πέτρᾳ μή. Καὶ τρίβους νηὸς ποντοπορούσης. Μήποτε δὲ ναῦν ἐν τούτοις λεκτέον τὸν Ἰησοῦν καὶ τοὺς μαθη τὰς αὐτοῦ, ποτὲ δὲ καὶ μόνους αὐτούς· οὐ ποντοπο ροῦσαν· Εὐθέως γὰρ ἐγένετο τὸ πλοῖον ἐπὶ τὴν γῆν, εἰς ἣν ὑπῆγον, θείᾳ δυνάμει. Ναῦς δὲ μὴ φέρουσα τὸν Ἰησοῦν ποντοπορεῖ, καὶ τοῦτο διὰ παντὸς, ὑπὸ τῶν ἐναντίων ἀκαταστατοῦσα πνευμάτων. Καὶ ἐπεὶ τοῦ βίου τὰ πράγματα ματαιότης, ποντοπορούντων ἀεὶ, καὶ μηδενὸς τῶν