Fragmenta ex commentariis in Proverbia

 οὐδὲν αὐτοῖς λαλεῖ· ὃ καὶ μέχρι τῆς δεῦρο ποιεῖ· οἱ γὰρ ὄχλοι οὐ χωροῦσι παραβολῶν ἑρμηνείαν. Πρόσχες δὲ καὶ τῷ, Ἀφεὶς τοὺς ὄχλους εἰσῆλθεν εἰς τὴν οἰ

 τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ' ἐμοῦ. Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάν θης, ἡνίκα ἐκρα

 ὅπερ ἐπήγαγεν· Ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησε θαυμάσια. Καὶ κατὰ τὸ ῥητὸν διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐ τούς· πάντα γὰρ γέγονεν, εἰ καὶ σύμβο

 ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιου σίας βαλόντας. Πάντα δὲ, δόσις

 ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν. Τοιγαροῦν τῶν ἐνδόξων τῆς γῆς βασιλέων ἢ καὶ ἀρχόντων ἀλλότριον θεοσεβεία

τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ' ἐμοῦ. Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάν θης, ἡνίκα ἐκρατήθην ὑπὸ μεριμνῶν, ἢ καὶ πλού του, καὶ ἡδονῶν βιωτικῶν. Ὅτι δὲ τοιαῦτά τινα τῷ Προφήτῃ ἐν τούτοις νενόηται, δῆλον ἐκ τοῦ ἐπιφέ ρεσθαι τούτοις τὸ, Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὰ ἑξῆς. Μετὰ ταῦτα ἔστιν ἰδεῖν τίνες αἱ ῥήσεις τῶν σο φῶν· εἶτα τίνα τὰ αἰνίγματα· ποίων σοφῶν ῥήσεις ὁ τῶνδε ἀκούσας σοφὸς, καὶ διὰ τὸ ἀκηκοέναι αὐτῶν ἑαυτοῦ γενόμενος σοφώτερος. Ἆρα γὰρ μόνων τῶν κατὰ Θεὸν καὶ τὴν ἀλήθειαν αὐτοῦ σοφῶν, ἢ οὐ τού των μόνον, ἀλλὰ καὶ ὧν δράξεται ὁ Θεὸς τῆς πανουρ γίας; Καὶ γὰρ τούτους ὠνόμασεν ὁ λόγος σοφούς. ∆ιὰ τί γὰρ ὁ εἰρημένος νοήσει μὲν τὰς τῶν μακαρίων σοφῶν ῥήσεις, οὐ διαρκέσει δὲ πρὸς τὸ νοῆσαι καὶ τοὺς τῶν λοιπῶν σοφῶν λόγους, ἀλλ' ἔσται αὐτῷ ὁ νοῦς ἐλάττων τοῦ νοῦ τῶν σοφῶν τοῦ κόσμου τούτου, καὶ μὴ δυνάμενος παρακολουθεῖν τοῖς ὑπ' ἐκείνων λεγομένοις; Καὶ ἄρα μήποτε ὥσπερ ὀφθαλμοῦ ἔργον ἐστὶν οὐ μόνον τὰ τεταγμένα ὁρᾷν, ἀλλὰ καὶ τὰ ἄλ λως ἔχοντα, ἢ ὡς τὸ ἐν τούτοις τεχνικὸν βούλεται· οὕτω νοῦ ἔργον ἐστὶ τά τε ἐπιτυγχανόμενα ἐννοήματα θεωρεῖν, καὶ τὰ μὴ, εἴπως αὐτός τε ὑπὸ τῆς ἐν τοῖς ψεύδεσι πιθανότητος οὐχ ἁλώσεται, καὶ τοὺς ἁλόντας ῥύσεται, ἐὰν νοήσῃ καὶ τῶν ἄλλων σοφῶν τὰς ῥήσεις, εἴπου σοφίζονται, καὶ τίνα τρόπον παραλογίζονται· καὶ πῶς τὸ σόφισμα λύεται, καὶ ὁ παραλογισμὸς ἐλέγ χεται. Οὕτω γὰρ καὶ διὰ τῶν ἑαυτοῦ σοφῶν ἀπειλεῖ ὁ Θεὸς, ὅτι τὴν διὰ τὸ ψεῦδος ἀξίαν ἀπολέσθαι σοφίαν τῶν σοφῶν ἀθετήσει, καὶ τὴν ἀπατηλὴν σύνεσιν τῶν μὴ κατ' αὐτὸν συνετῶν, καὶ οὕτω διὰ τῶν ἰδίων δρά ξεται τῆς πανουργίας τοῦ αἰῶνος τούτου σοφῶν. Αὐ τίκα οἱ μαθηταὶ τοῦ Κυρίου, εἰ μὴ ἐνόουν τὰς τῶν 13.25 κοσμικῶν σοφῶν ῥήσεις, πῶς ἐστρατεύοντο πρὸς καθ αίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ; Πῶς δὲ καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τελείως τηρήσαιτό τις ἂν, τὸ, Ἕτοιμοι ἀεὶ πρὸς ἀπολο γίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μὴ τελείως ἔχων τὴν ἐν λόγῳ παρα σκευὴν, ἵνα παντὶ Ἕλληνι καὶ παντὶ βαρβάρῳ, καὶ παντὶ σοφῷ, καὶ παντὶ ἀνοήτῳ ἕτοιμος ᾖ πρὸς ἀπο λογίαν περὶ τῆς ἐν αὑτῷ ἐλπίδος, τῷ συνιέναι τὰς τῶν σοφῶν ῥήσεις, τῶν μὲν κατηγορῶν, τὰ δὲ ἀνα τρέπων, ταῦτα δὲ συνιστὰς καὶ ἀποδεικνύς; Μὴ θαυμάσῃς δὲ εἰ νῦν ὁ ἀληθῶς κατὰ Θεὸν σοφὸς οὐχ εὑρίσκεται· ἐκλέλοιπε γὰρ τὰ πλεῖστα τῶν ἐξαιρέ των χαρισμάτων, ὡς ἢ μηδαμῶς ἢ σπανίως εὑρίσκε σθαι. Λείπεται ἀποδοῦναι καὶ τίνα τὰ αἰνίγματα. Αἴ νιγμα δὲ εἶναι νομίζω διέξοδόν τινα περὶ ὡς γεγονό των μὴ γεγονότων, μήτε γενέσθαι δυναμένων, ση μαινόντων δ' ἐν ἀποκρυφῇ ἀπόῤῥητόν τι· οἷον ὡς ἀπὸ παραδείγματος τὸ ἐν τοῖς Κριταῖς· Πορευόμενα ἐπορεύθησαν τὰ ξύλα, τοῦ χρῖσαι ἐφ' ἑαυτῶν βα σιλέα. Τίνα γὰρ τρία ξύλα καρποφόρα, ἡ συκῆ, ἡ ἄμπελος, ἡ ἐλαία, μὴ βουληθέντα βασιλεύειν τῶν οὐκ ἀξίων τῆς αὐτῶν βασιλείας ξύλων· καὶ τίς ἡ ἀκαν θώδης ῥάμνος καὶ πῦρ ἐξ αὑτῆς ἀφιεῖσα κατεσθίειν τὰς κέδρους τοῦ λιβάνου, τοῦ σοφοῦ ἐστιν ἰδεῖν, ἀναφέροντος ταῦτα μὲν ἐπὶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν δὲ ῥάμνον ἐπὶ τὸν ἀντικείμενον. Ἔστι δὲ καὶ ἐν ταῖς Βασιλείαις αἴ νιγμα τοιοῦτον· Ὁ ἄκανθος ὁ ἐν τῷ Λιβάνῳ ἀπ έστειλε πρὸς τὴν Κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέ γων· ∆ὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυ ναῖκα, καὶ τὰ ἑξῆς. Εὕροις δ' ἂν καὶ ἐν τοῖς προφή ταις αἰνίγματα, ὡς ἐν τῷ Ἰεζεκιὴλ τὸ, Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης πίλων, καὶ τὰ ἑξῆς. Τοσαῦτα χωρῆσαι ἐπὶ τοῦ παρ όντος δεδυνήμεθα εἰς τὸ προκείμενον· ταῦτα δὲ ἦν παραβολὴ καὶ σκοτεινὸς λόγος, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς αἰνιγμάτων, ὡς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν, κἂν ἀνάγηται εἰς ἕτερα. Καὶ πῶς ἁρμόσαι τούτῳ τὸ, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου; Γέγονε γὰρ