Expositio in Proverbia

 τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «Ὁ δὲ ἐπιχαί 17.165 ρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται;» Ἢ τάχα

 δύσκολον ἔχοι, κα θάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγί ζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μα κρυνθήσεται ἀπ' αὐτῆς. Τούτου τ

 δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγ

 τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδ

 ὑμῖν, Οὐκ ὀργισθήσῃ. Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσι κὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται·

 ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα ∆ιαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθ

 κέμφου ἐν τῇ θαλάσσῃ κατ' ἀγέλας ἱπτά μενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ

 προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σο φοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀ

 τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μό νον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν. Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν·

 παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ ∆αυῒδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀνὴρ παράνομος παρασιωπηθήσεται ὑπὸ τοῦ Θεοῦ, τουτέστι μισηθήσετ

 ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν· ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐ

 θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλη μένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόν των τοῦ κό

 τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἣ καὶ προσάγει ἡμᾶς αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵν' ὡ

 ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦ σιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν. Ἄνδρα ἐνταῦθ

 σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυ φῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κ

 τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἒξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ

 τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀν θρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοίᾳ διάβ

 Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φη σὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ

 συκοφαντεῖ ἡμᾶς πρὸς τὸν Θεὸν, λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς, ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβά νοντες παρ' αὐτοῦ τὰς κακία

 εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, δι' ἣν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ

 δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕως ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσ

 γηγενῆ ἔθνη, καὶ πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς ἐν τῇ εἰς αὐτὸν πίστει, Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος· τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς

 ἐστιν, ὁ ἐν δικαιοσύνῃ δεδομένος ἡμῖν παρ' αὐτοῦ νόμος· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς, κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κα τεσ

 γῶν, τὰ ἑαυτοῦ φυλάσσει εὐσυναλλάκτως. Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν Κυρίου εἰς νοῦν ἀπαθῆ καὶ εὐήκοον Κυρίῳ. Ὥσπερ τὸ ἐκ χ

 σθήτους οἰκέτας ἢ ὑποχειρίους ὁρίζεται· ἡ ῥάβδος γὰρ σύμβολόν ἐστι κολάσεως. Ἐκ τῶν ποδῶν αὑτοῦ, κ. τ. λ. Πόδας ἐνταῦθα τοὺς οἰκέτας φησίν· ὄνειδος δὲ

 ποιήσαντι διαβόλῳ, ὡς ἀδελφῷ ὑπείκειν, εἰς τὸ συναπολέσθαι αὐτῷ. -Κρείσσων ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τὸν συναπτόμε νόν μοι μόνο

 παράνομον, τὰ δόγματα τῶν δαιμόνων ἐστὶν, οἷς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐ

 αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τὰ αὐτῶν πρακτέα καὶ

 πολυτελῶν ψυχὴ τῷ σωματικῷ αὐτῆς οἴκῳ. Τὴν τοῦ σπουδαίου ψυχήν φησιν ἔχουσαν Ἐκκλη σίαν ξύλον γνώσεως καὶ ξύλον ζωῆς· γνώσεως μὲν ὡς νόμου, ζωῆς δὲ ὡς

πολυτελῶν ψυχὴ τῷ σωματικῷ αὐτῆς οἴκῳ. Τὴν τοῦ σπουδαίου ψυχήν φησιν ἔχουσαν Ἐκκλη σίαν ξύλον γνώσεως καὶ ξύλον ζωῆς· γνώσεως μὲν ὡς νόμου, ζωῆς δὲ ὡς λόγου· αὕτη γάρ ἐστιν ἡ ἐκ πλευρᾶς Χριστοῦ προελθοῦσα, καὶ νύμφη τούτου εὑρεθεῖσα, ἡ σώφρων καὶ ἀνδρεία γυνὴ, ἡ τὴν πίστιν τούτου τηρήσασα, καὶ τοῦτον νυμφίον ἀπ' οὐρανῶν πάλιν προσδοκῶσα. Ἄτρακτός ἐστι νοῦς καθαρὸς, συμπλέκων ἀρετὴν ἐπ' ἀρετῇ, καὶ δόγματι δόγμα· ἢ λόγος προφορικὸς, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. Οὐκ ἂν προέλθοι νοῦς, οὐδὲ ἐν θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθεν· ἀπάθειαν δὲ κτησάμενος, χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυνται γὰρ πάντες οἱ παρ' αὐτῆς· ὁ μὲν θυμὸς, πραότητα καὶ ταπεινοφροσύνην· ἡ δὲ ἐπιθυ μία, σωφροσύνην καὶ ἐγκράτειαν. Σῖτα ὀκνηρὰ, τὰ ὀκνοποιοῦντα τυχεῖν τῆς βασι λείας τοὺς ἁπλουστέρους καὶ ἀφελεστέρους, ἡ εὐγνώ μων καὶ θεοφιλὴς ψυχὴ οὐκ ἐσθίει, οὔτε μὴν τού των γεύεται, εἰ τάχα τύχοι αὐτῶν ἐπιθυμῆσαι· τὰς κακίας γάρ φησι σῖτα ὀκνηρά. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος. Ἡ ἀφρο νεστάτη ψυχὴ οὐ μόνον ἐννοεῖ καὶ φαντάζεται τὸ αὑτῇ ἀρεστὸν, ἀλλὰ καὶ ἔργῳ ἐγχειρεῖ πληρῶσαι τὴν θεωρίαν· εἰ δὲ ἀρχὴ σοφίας φόβος Κυρίου, δι καίως ἡ τυχοῦσα σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον τοῦ Κυρίου, ὃς γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρό ξενος. Ἴσασι γὰρ ὅτι τὴν μὲν περὶ τὰ πρακτέα κέκτηται γνῶσιν, ἀρετῆς μὲν αἵρεσιν, φυγὴν δὲ κακίας, καὶ ὅτι κτῆσιν ἔχει τοὺς διδασκομένους ὑπ' αὐτοῦ· φασὶν οὖν ὡς αὐτὸν ἑλόντες, καὶ τούτοις χειρούμεθα· ἄλλως δὲ κτῆσις τοῦ δικαίου, σοφία καὶ φρόνησις, σύνεσίς τε καὶ ἀρετή· καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύ την οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων Θεῷ· ἵνα τυφλωθεὶς ἀπὸ τῆς ἁμαρ τίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. Τὸ μὲν συνετῷ δικαίῳ, καὶ τὰ δυσχερῆ τῶν πρα γμάτων εὔκολα γίνεται· τῷ δὲ ἑτέρως ἔχοντι, καὶ τὰ εὔκολα καὶ ἀνάψυξίν τινα ἔχοντα, δυσχερῆ καθίσταται. Λόγον γὰρ ἔχουσι θεωρημάτων ἐπιστήμονα, μηδὲν ἔχοντες ὑψηλόν.