Expositio in Proverbia

 τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «Ὁ δὲ ἐπιχαί 17.165 ρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται;» Ἢ τάχα

 δύσκολον ἔχοι, κα θάπερ ἡ τῶν χρημάτων ἐπιθυμία· νοῦς καθαρὸς ἐγγί ζει σοφίᾳ· ἐπειδὴ τὸ εὖ γινώσκει· ὁ δὲ ἀκάθαρτος μα κρυνθήσεται ἀπ' αὐτῆς. Τούτου τ

 δὲ ἐνταῦθα, ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νοῦν, διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως, καὶ μὴ κατευοδούμενον· ἐκεῖνα γὰρ δῶρα ἄδικα, τὰ πράγματα λέγ

 τῆς ἀρετῆς· πείθει δέ με καὶ οὗτος παρ' ὀλίγον, καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδ

 ὑμῖν, Οὐκ ὀργισθήσῃ. Σημειωτέον ἐνταῦθα, ὅτι τὴν τοῦ μύρμηκος φυσι κὴν ἐναρμόνιον κίνησιν, σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ, σοφώτερος λέγεται·

 ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα ∆ιαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθ

 κέμφου ἐν τῇ θαλάσσῃ κατ' ἀγέλας ἱπτά μενον ὧδε κἀκεῖσε· ὃ οἱ πλωτῆρες πολυάγκυστρον δελεάσαντες σχοῖνον, ἀγρεύουσι· καὶ οὐ μόνον οὐ φεύγει βλέπων τὰ

 προοιμίων ἔλθωσιν· ὅταν δὲ γένωνται σο φοὶ, καὶ στερεωθῶσιν, ἔλεγχε. Καὶ ὁ Χριστὸς τοὺς μαθητὰς ἔτι νέους ὄντας, οὐκ ἤλεγχε, διὰ τὸ μὴ τοὺς παλαιοὺς ἀ

 τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μό νον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν. Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν·

 παρασιωπήσῃς ἀπ' ἐμοῦ, φησὶν ὁ ∆αυῒδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀνὴρ παράνομος παρασιωπηθήσεται ὑπὸ τοῦ Θεοῦ, τουτέστι μισηθήσετ

 ἁμαρτάνοντας. Ὁδοὺς ἐνταῦθα τὰς αἰσθήσεις φησίν· ὁ δὲ φυλάσσων αὐτὰς, τηρεῖ ἐκ θανάτου τὴν ἑαυτοῦ ψυχὴν πρὸς ζωήν· ζωὴ γάρ ἐστιν ἡ πάντα ζωοῦσα, καὶ ἐ

 θλιβόμενοι, στενοχωρούμενοι; Πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολὸν, πολλῶν ἀπίστων περιβεβλη μένων πλοῦτον πολὺν, λέγω δὲ βασιλέων καὶ ἀρχόν των τοῦ κό

 τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἣ καὶ προσάγει ἡμᾶς αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ, ὡς υἱοὺς ἀπογαλακτισθέντας, καὶ τῆς πνευματικῆς στερεᾶς τροφῆς ἐφιεμένους· ἵν' ὡ

 ὀφθαλμοί σου, λέγε· πολλοὶ γὰρ καὶ ἀρετῆς μὴ ἀπαρξάμενοι, ἄλλους κατορθῶσαι οὐ μόνον παραινοῦ σιν, ἀλλὰ καὶ βιάζονται καὶ παρακελεύουσιν. Ἄνδρα ἐνταῦθ

 σῶμα συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσὶ, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυ φῆς ἡ σὰρξ αὐτοῦ πρὸς πάθη κινηθήσεται, καὶ κ

 τουτέστι παρὰ τῶν τῆς πρὸ τοῦ Χριστοῦ παρουσίας ἐν τοῖς ἒξ αἰῶσι λαμψάντων δικαίων καὶ προφητῶν τὰς ἀρετὰς μιμήσασθαι, τῶν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ

 τοῦ Κυρίου, ἡ γνῶσις τοῦ Κυρίου ἐστὶ, τὸ δὲ φῶς τοῦ Κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων, ἄρα ἡ γνῶσις τοῦ Κυρίου πνοὴ τῶν ἀν θρώπων ἐστί· τὸν δὲ ἐν ἀγνοίᾳ διάβ

 Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φη σὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ

 συκοφαντεῖ ἡμᾶς πρὸς τὸν Θεὸν, λαμβάνων παρ' ἡμῶν τὰς ἀρετὰς, ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβά νοντες παρ' αὐτοῦ τὰς κακία

 εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, δι' ἣν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ

 δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ μέλλοντι αἰῶνι, ἕως ἂν ἐκλίπῃ ἡ κακία· τὸ γὰρ ἐμμολυνθήσ

 γηγενῆ ἔθνη, καὶ πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς ἐν τῇ εἰς αὐτὸν πίστει, Χριστὸς ὁ Θεὸς, καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος· τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς

 ἐστιν, ὁ ἐν δικαιοσύνῃ δεδομένος ἡμῖν παρ' αὐτοῦ νόμος· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς, κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κα τεσ

 γῶν, τὰ ἑαυτοῦ φυλάσσει εὐσυναλλάκτως. Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν Κυρίου εἰς νοῦν ἀπαθῆ καὶ εὐήκοον Κυρίῳ. Ὥσπερ τὸ ἐκ χ

 σθήτους οἰκέτας ἢ ὑποχειρίους ὁρίζεται· ἡ ῥάβδος γὰρ σύμβολόν ἐστι κολάσεως. Ἐκ τῶν ποδῶν αὑτοῦ, κ. τ. λ. Πόδας ἐνταῦθα τοὺς οἰκέτας φησίν· ὄνειδος δὲ

 ποιήσαντι διαβόλῳ, ὡς ἀδελφῷ ὑπείκειν, εἰς τὸ συναπολέσθαι αὐτῷ. -Κρείσσων ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως, ὑπὲρ τὸν συναπτόμε νόν μοι μόνο

 παράνομον, τὰ δόγματα τῶν δαιμόνων ἐστὶν, οἷς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐ

 αἱμάτων οἱ δαίμονές εἰσιν, οἱ τοὺς ἐν Χριστῷ ζῶντας ἐκχύσει αἵματος ἀποκτείναντες· οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ· οὗτοι οἱ τὰ αὐτῶν πρακτέα καὶ

 πολυτελῶν ψυχὴ τῷ σωματικῷ αὐτῆς οἴκῳ. Τὴν τοῦ σπουδαίου ψυχήν φησιν ἔχουσαν Ἐκκλη σίαν ξύλον γνώσεως καὶ ξύλον ζωῆς· γνώσεως μὲν ὡς νόμου, ζωῆς δὲ ὡς

Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φη σὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ ἐπὶ τοῦ Παύλου ὁ Κύριος· Τοῦ βα στάσαι τὸ ὄνομά μου, φησί. Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν· τοῦτο γάρ ἐστι καὶ καλὸν τὸ ὄνο μα, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν· οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα ∆ικαιοσύνην καλουμένην ἐπαινέ σομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία νομίζηται· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, σοφία θεϊκή. Συναντῶσιν ἀλλήλοις, ὁ μὲν πλούσιος διὰ τῶν ἐλεη μοσυνῶν καθαιρῶν τὸν θυμὸν, καὶ κτώμενος τὴν ἀγάπην· ὁ δὲ, διὰ τῆς πενίας τὸ ταπεινοφρονεῖν δι δασκόμενος· τὸν μὲν γὰρ, θέλει παιδεύεσθαι· τὸν δὲ, μεταδιδόναι· ὥστε τὸν μὲν εὐχάριστον εἶναι, τὸν δὲ ἐλεήμονα. Ζωὴν καὶ δόξαν καὶ πλοῦτον οὐράνιον κληρονομή σει ὁ σοφίαν καὶ φόβον Κυρίου ἔχων· πάσας γὰρ τὰς γενέσεις ἔσχε Νῶε· ταύτας Ἀβραάμ· ταύτας καὶ οἱ παρὰ Πέτρου μαθητευθέντες. Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέν τες, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ, ἄρξουσι τῶν ἀκα θάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου· τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυ στικὸν καὶ βαθύτερον· καὶ πρὸς ῥητὸν δὲ δείκνυσι τοῦ ἀνθρωπίνου βίου τὸ ἄστατον· ἀλλὰ καὶ ἐν ταῖς ὀλιγαρχίαις οἱ πλούσιοι τῶν πτωχῶν ἄρχουσιν· καὶ ἄλλως οἱ γνῶσιν ἔχοντες, τῶν μὴ τοιούτων ἄρχουσιν· καὶ οἱ ἀπὸ τῶν ἐξ ἐθνῶν πιστοὶ, τοῖς ἐξ Ἰσραὴλ, οἷς ἐκέλευον πρόσθε, διδασκαλίαν δανείζουσι· καίτοι πρότερον ἔθνεσιν ἐδάνειζον ἐκεῖνοι πολλοῖς, καὶ τού των ἦρχον· νῦν δὲ τῆς βασιλείας ἀπ' αὐτῶν ἀρθεί σης, ἔμπαλιν γέγονε. Τὸν ἐν ταῖς ἐντολαῖς ἱλαρὸν ἄνδρα, καὶ ἐν ἐλεημο σύναις δότην, ἀγαπᾷ ὁ Θεός· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὁ ἐλεῶν, ἐν ἱλαρότητι· τὴν δὲ ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ Κύριος καὶ τῆς γνώσεως, συντελεῖ. ∆ῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομά ζει, δι' ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαιμόνων. Τῆς χειρίστης ἕξεως τὸν ἄνθρωπον ἐκβάλλεσθαι βούλεται διὰ πνευματικῆς διδασκαλίας μεθ' ἧς εἶχε φιλονεικίας· καὶ λοιμὸν δὲ τὸν διάβολον ὄντα τῆς ψυχῆς ἐκδιώκεσθαι δεῖ· ἐὰν γὰρ ἐν αὐτῇ καθίσῃ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμά ζει· συνέδριον γὰρ τὴν ψυχὴν καὶ ὁ Ἀπόστολος δεί κνυσι, δι' ὧν λογισμοὺς κατηγοροῦντας, ἢ καὶ ἀπο λογουμένους εἰσάγει· Μεταξὺ γὰρ, φησὶν, ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογου μένων· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ 17.220 συνέδριον· ἀλλὰ καὶ ὁ λοιμὸς ἀτιμάζει πάντας ὡς ὑβριστής· ἢ ὡς τὰ ἴδια συστῆσαι βουλόμενος, τὰ τῶν ἄλλων ἀτίμως ἐκβάλλει· ὃν ἔκβαλε ἐκ συστήματος πνευματικοῦ· καὶ οὐ μόνον αὐτὸς ἐκβληθήσεται, ἀλλὰ καὶ τὰ συνόντα αὐτῷ, ἔριδες, φιλονεικίαι, μάχαι, καὶ ὅσα λοιμὸν ἀποτελεῖ. Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν Κύριος, οὗτος καὶ τῆς πνευματικῆς ἡμᾶς γνώσεως ποιμαίνει, συγκατα βαίνων καὶ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, ὃν ἀτιμάζει ὁ παράνομος· εἰ δὲ βασιλεὺς μὲν ἔστι τῶν βασιλευομένων ὁ Χριστὸς, ποιμὴν δὲ ὁ προβάτων, ἔσται ποτὲ μόνος βασιλεὺς τῶν προβάτων, εἰς τὸ βα σιλικὸν μεταβάντων ἀξίωμα. Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς, πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται· εἰ δὲ λέων ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης ζητεῖ θηρεῦσαί τινα, ὅς ἐστιν ὁ διάβολος· ἐν δὲ ταῖς πλατείαις ταῖς πρὸς τὴν ἀπώλειαν φερούσαις, μετὰ τὴν φάλαγγα τῶν δαιμό νων αὐτοῦ, αὐτὸς φονεύει τοὺς αὐτῷ πειθομένους. Βόθρος βαθὺς ὁ διάβολός ἐστιν· ὁ δὲ μισηθεὶς παρὰ Κυρίου, ὁ μὴ ἑαυτῷ προσέχων ἀσφαλῶς· ὁ δὲ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ Κυρίου, ἀλλὰ δοκιμῆς χάριν εἰς τὸ τοῦ παρανόμου πέπτωκε στόμα· ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου, εἰς τέλος καταλιμπάνεται ἐν τῷ βόθρῳ, φι λήδονος ὢν ἐν γνώσει ἁμαρτίας. Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ τὸν νέον Ἰσραὴλ ἐν τῇ νομῇ τῶν ἑαυ τοῦ προβάτων. Ὥσπερ ὁ διάβολος