De engastrimytho

 Σαμουὴλ ὑπὸ ἐγγαστρι μύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀνακείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμ

 καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω». πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ' ὅτι αὐτὸς Σαμουὴλ ἔφη· «καὶ

 ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. διεσκορ πίσθησαν τὰ ὀστᾶ μου». μεμνήμεθα, εἴγε μεμνήμεθα τῶν ἱερῶν γραμμάτων· μέμνημαι

 μου». οὗτος οὖν ὁ σκιρτήσας πρὸ γενέσεως Ἰωάννης, ὁ εἰπών· «οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν» καί· «ὁ πέμψας

 τοῦ πνεύματος τοῦ ἁγίου, ὥστ' ἐγκα ταλιπεῖν αὐτὸν καὶ φυγεῖν ἀπὸ τοῦ ἡγεμονικοῦ αὐτοῦ· ὅπερ ἐφοβεῖτο τότε μετὰ τὴν ἁμαρτίαν καὶ ὁ ∆αβίδ, καὶ ἔλεγεν· «

καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω». πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ' ὅτι αὐτὸς Σαμουὴλ ἔφη· «καὶ ἵνα τί ἐπηρώτησάς με; καὶ κύριος ἀπέστη ἀπὸ σοῦ». ἀληθεύει ἢ ψεύδεται ταῦτα λέγων· «κύριος ἀπέστη ἀπὸ σοῦ καὶ ἐγενήθη κατὰ σοῦ καὶ ἐποίησεν ἄλλον αὑτῷ, ὃν τρόπον ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει τὴν βασιλείαν ἐκ χειρός σου», καὶ δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς; τί φησιν ὁ ἐναντίος λόγος; ὁρᾶτε ὅσος ἀγών ἐστιν ἐν τῷ λόγῳ τοῦ θεοῦ, χρείαν ἔχων καὶ ἀκροατῶν δυναμένων ἁγίων ἀκούειν λόγων, μεγάλων καὶ ἀπορρήτων τῶν περὶ τῆς ἐξόδου, ἔτι ἐπαπορουμένων τε τῶν προτέρων οὐδὲ τῶν δευτέρων σαφῶν ὄντων, 5 ἀλλ' ὁ λόγος ἔτι ἐξετάζεται. Λέγω δὲ ὅτι ἀναγκαία καὶ ἡ ἱστορία καὶ ἡ ἐξέτασις ἡ περὶ αὐτῆς, ἵνα ἴδωμεν τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον. «λελάληκεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ∆αβίδ». δαιμόνιον δὲ οὐ δύναται εἰδέναι τὴν βασιλείαν ∆αβὶδ τὴν ὑπὸ τοῦ κυρίου χειρο τονηθεῖσαν. «καθότι οὐκ ἤκουσας τὴν φωνὴν τοῦ κυρίου, οὐκ ἐποίησας ὀργὴν θυμοῦ αὐτοῦ ἐν Ἀμαλήκ». ταῦτα οὐκ ἔστι ῥή ματα θεοῦ; οὐκ ἔστιν ἀληθῆ; ἀληθῶς γὰρ οὐκ ἐποίησεν τὸ θέλημα κυρίου Σαούλ, ἀλλὰ «περιεποι<ήσατο> τὸν βασιλέα Ἀμαλὴκ ζῶντα», ἐφ' ᾧ καὶ πρὸ τῆς κοιμήσεως αὐτοῦ καὶ ἐπὶ τῆς ἐξόδου ὠνείδισεν Σαμουὴλ τῷ Σαούλ· «καὶ διὰ τοῦτο τὸ ῥῆμα τοῦτο ἐποίησέν σοι κύριος ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ δώσει κύριος καίγε τὸν Ἰσραὴλ ἐν χειρὶ ἀλλοφύλων». περὶ ὅλου λαοῦ θεοῦ δύναται δαιμόνιον προφη τεῦσαι ὅτι κύριος μέλλει παραδιδόναι τὸν Ἰσραήλ; «καίγε τὴν παρεμ βολὴν Ἰσραὴλ παραδώσει κύριος αὐτὴν ἐν χειρὶ ἀλλοφύλων. τάχυνον δὲ Σαούλ· αὔριον καὶ σὺ καὶ οἱ υἱοί σου μετ' ἐμοῦ». καὶ τοῦτο δύνα ται εἰδέναι δαιμόνιον, <περὶ> βασιλέα χειροτονηθέντα μετὰ χρίσματος προφητικοῦ, ὅτι αὔριον ἔμελλεν ἐξελεύσεσθαι ὁ Σαοὺλ τὸν βίον καὶ οἱ υἱοὶ αὐτοῦ μετ' αὐτοῦ; «αὔριον σὺ καὶ οἱ υἱοί σου μετ' ἐμοῦ». 6 Ταῦτα μὲν οὖν <δηλοῖ> ὅτι οὐκ ἔστιν ψευδῆ τὰ ἀναγεγραμ μένα καὶ ὅτι Σαμουήλ ἐστιν ὁ ἀναβεβηκώς· τί οὖν ποιεῖ ἐγγαστρί μυθος ἐνθάδε; τί ποιεῖ ἐγγαστρίμυθος περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου; ἐκεῖνος ἔφυγεν ὁ τὸν πρῶτον λόγον εἰπών (ἵνα [γὰρ] μὴ ἀγῶνα ἔχειν δοκῇ κατὰ τοσαῦτα ἄλλα τὰ κατὰ τὸν τόπον ζητού μενα) καὶ λέγει· οὐκ ἔστι Σαμουήλ, ψεύδεται τὸ δαιμόνιον, ἐπεὶ οὐ δύναται ψεύδεσθαι ἡ γραφή. τὰ δὲ ῥήματα τῆς γραφῆς [ἐστιν] οὐκ ἔστιν ἐκ προσώπου τοῦ δαιμονίου [αὐτοῦ], ἀλλ' ἐκ προσώπου αὐτῆς· «καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ», «εἶπεν Σαοὺλ» ............. .......... τὰ λελαλημένα ἀπὸ τοῦ Σαμουήλ. πῶς οὖν λυόμενα τὰ τῆς ἐγγαστριμύθου φανεῖται τὰ κατὰ τὸν τόπον; πυνθάνομαι τοῦ προειρηκότος τὰ πρότερα (Σαμουὴλ ἐν ᾅδου; καὶ τὰ ἑξῆς) καὶ ἀποκρινάσθω πρὸς τὸ ἐπηρωτημένον· τίς μείζων, Σαμουὴλ ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, οἱ προφῆται ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, Ἀβραὰμ ἢ Ἰησοῦς ὁ Χριστός; ἐνθάδε μὲν οὐ τολμήσει τις τῶν ἅπαξ φθασάντων τὸν κύριον εἰδέναι Ἰησοῦν Χριστὸν τὸν ὑπὸ τῶν προ φητῶν προκηρυχθέντα [εἶναι] εἰπεῖν ὅτι μείζων οὐκ ἔστιν ὁ Χριστὸς τῶν προφητῶν. ὅταν οὖν ὁμολογήσῃς ὅτι Ἰησοῦς Χριστὸς μείζων ἐστίν, Χριστὸς ἐν ᾅδου, ἢ οὐ γέγονεν ἐκεῖ; οὐκ ἔστιν ἀληθὲς τὸ εἰρημένον ἐν Ψαλμοῖς, ἑρμηνευθὲν ὑπὸ τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν αὐτῶν περὶ τοῦ τὸν σωτῆρα εἰς ᾅδου καταβεβηκέναι; γέ γραπται ὅτι ἐπ' αὐτὸν φέρεται τὸ ἐν πεντεκαιδεκάτῳ Ψαλμῷ· «ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». εἶτα Ἰησοῦς μὲν Χριστὸς ἐν ᾅδου, φοβῇ δὲ εἰπεῖν ὅτι ναὶ καὶ ἐκεῖ προφητεῦσαι καταβαίνει καὶ ἔρχεσθαι πρὸς τὰς ψυχὰς τὰς ἑτέρας; εἶτα μετὰ τοῦτο ἐὰν ἀποκρίνηται ὅτι Χριστὸς εἰς ᾅδου καταβέβηκεν, ἐρῶ· Χριστὸς εἰς ᾅδου καταβέβηκεν τί ποιήσων; νικήσων ἢ νικηθησόμενος ὑπὸ τοῦ θανάτου; καὶ κατελήλυθεν εἰς τὰ χωρία ἐκεῖνα οὐχ ὡς δοῦλος τῶν ἐκεῖ, ἀλλ' ὡς δεσπότης πα λαίσων, ὡς πρώην ἐλέγομεν ἐξηγούμενοι τὸν καʹ Ψαλμόν. «περιεκύ κλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με·