De engastrimytho

 Σαμουὴλ ὑπὸ ἐγγαστρι μύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀνακείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμ

 καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω». πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ' ὅτι αὐτὸς Σαμουὴλ ἔφη· «καὶ

 ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. διεσκορ πίσθησαν τὰ ὀστᾶ μου». μεμνήμεθα, εἴγε μεμνήμεθα τῶν ἱερῶν γραμμάτων· μέμνημαι

 μου». οὗτος οὖν ὁ σκιρτήσας πρὸ γενέσεως Ἰωάννης, ὁ εἰπών· «οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν» καί· «ὁ πέμψας

 τοῦ πνεύματος τοῦ ἁγίου, ὥστ' ἐγκα ταλιπεῖν αὐτὸν καὶ φυγεῖν ἀπὸ τοῦ ἡγεμονικοῦ αὐτοῦ· ὅπερ ἐφοβεῖτο τότε μετὰ τὴν ἁμαρτίαν καὶ ὁ ∆αβίδ, καὶ ἔλεγεν· «

Σαμουὴλ ὑπὸ ἐγγαστρι μύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀνακείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμα τῷ ἀπογαλακτισθῆναι ἐνδυσάμενος ἐφοὺδ καὶ περιβεβλημένος διπλοΐδα καὶ ἱερεὺς γενόμενος τοῦ κυρίου, ᾧ παιδίῳ ἔτι ὄντι ἐχρη μάτισεν ὁ κύριος λαλῶν; Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν τοῖς κα ταχθονίοις ὁ διαδεξάμενος Ἡλὶ διὰ τὰ τῶν τέκνων ἁμαρτήματα καὶ παρανομήματα καταδικασθέντα ὑπὸ τῆς προνοίας; Σαμουὴλ ἐν ᾅδου, οὗ ὁ θεὸς ἐπήκουσεν ἐν καιρῷ θερισμοῦ πυρῶν, καὶ ὑετὸν ἔδωκεν ἐλθεῖν ἀπ' οὐρανοῦ; Σαμουὴλ ἐν ᾅδου ὁ τοιαῦτα παρρησιασάμενος, εἰ ἐπιθύμημά τινος ἔλαβεν; οὐκ ἔλαβεν τὸν μόσχον, οὐκ ἔλαβεν τὸν βοῦν, ἔκρινεν καὶ κατεδίκασεν τὸν λαὸν μένων πένης· οὐδέποτε ἐπε θύμησεν λαβεῖν τι ἀπὸ τηλικούτου λαοῦ καὶ τοσούτου. Σαμουὴλ ἵνα τί ἐν ᾅδου; ὁρᾶτε τί ἀκολουθεῖ τῷ Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Μωσῆς ὁ συνεζευγμένος τῷ Σα μουὴλ κατὰ τὸ εἰρημένον· «οὐδὲ ἐὰν στῇ Μωσῆς καὶ Σαμουήλ, οὐδὲ ἐκείνων εἰσακούσομαι»; Σαμουὴλ ἐν ᾅδου; ἵνα τί μὴ καὶ Ἱερεμίας ἐν ᾅδου, πρὸς ὃν εἴρηται· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε»; ἐν ᾅδου καὶ Ἡσαΐας, ἐν ᾅδου καὶ Ἱερεμίας, ἐν ᾅδου πάντες οἱ προφῆται, ἐν ᾅδου. 4 Ταῦτα μὲν ἐρεῖ ὁ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς· ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις. τίνα γάρ ἐστιν τὰ γεγραμμένα; «καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;» τίνος πρόσω πόν ἐστιν τὸ λέγον· «εἶπεν ἡ γυνή»; ἆρα τὸ πρόσωπον τοῦ ἁγίου πνεύματος, ἐξ οὗ πεπίστευται ἀναγεγράφθαι ἡ γραφή, ἢ πρόσωπον ἄλλου τινός; τὸ γὰρ διηγηματικὸν πρόσωπον πανταχοῦ (ὡς ἴσασιν καὶ οἱ περὶ παντοδαποὺς γενόμενοι λόγους) ἐστὶ πρόσωπον τοῦ συγγραφέως· συγγραφεὺς δ' ἐπὶ τούτων τῶν λόγων πεπίστευται εἶναι οὐκ ἄνθρωπος, ἀλλὰ συγγραφεὺς τὸ πνεῦμα τὸ ἅγιον τὸ κινῆσαν τοὺς ἀνθρώπους. οὐκοῦν τὸ πνεῦμα τὸ ἅγιον λέγει· «καὶ εἶπεν ἡ γυνή· τί<να> ἀναγάγω σοι; καὶ εἶπεν· Σαμουὴλ ἀνάγαγέ μοι». τίς λέγει· «καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ λέγουσα»; ἐροῦμεν πρὸς ἐκεῖνον τὸν τοσαῦτα ἡμῶν καταβομβήσαντα καὶ μυρία εἰρηκότα ὡς ἄρα Σαμουὴλ οὐκ ἦν ἐν ᾅδου· «εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ», ἡ διηγηματικὴ φωνὴ τοῦτο ἔφησεν, «καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ καὶ εἶπεν πρὸς Σαούλ· ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί γάρ ἐστιν; μὴ φοβοῦ· τί ἑώρακας; καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν Σαούλ· θεοὺς εἶδον ἀναβαίνοντας ἐκ τῆς γῆς. καὶ εἶπεν αὐτῇ· τί τὸ εἶδος αὐτοῖς; καὶ εἶπεν αὐτῷ· ἀνὴρ πρεσβύτερος ἀνα βαίνων, καὶ αὐτὸς περιβεβλημένος διπλοΐδα ἐφούδ». λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον τὸ ἱερατικόν. οἶδα δὲ ὅτι <ὁ ἐκ τοῦ> ἐναντίου [ἐκ τοῦ] λόγου λέγει· «οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετα σχηματίζονται ὡς διάκονοι δικαιοσύνης». ἀλλὰ τί ἐστιν ὅπερ «εἶδεν ἡ γυνή»; «τὸν Σαμουήλ». καὶ διὰ τί οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαι μόνιον, ὃ προσεποιεῖτο εἶναι Σαμουήλ; ἀλλὰ γέγραπται ὅτι «ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν». <εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· καὶ ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· «ἔγνω Σαούλ», οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν· «ἔγνω» οὖν «Σαοὺλ ὅτι Σαμουήλ ἐστιν»> «καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν». εἶτα πάλιν τὸ πρόσωπον τῆς γραφῆς· «καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;» «εἶπεν» (φησὶν ἡ γραφὴ ᾗ δεῖ πιστεύειν) «εἶπεν Σαμουήλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;» εἶτα πρὸς τοῦτο ἀποκρίνεται Σαούλ· «σφόδρα οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀπέστη ἀπ' ἐμοῦ καὶ οὐκ ἀπεκρίθη μοι ἔτι,