ἐπιστήσομεν εἰ δύναται δηλοῦσθαι τὸ ἑτερογενὲς τῆς τῶν αὐτῇ τῇ ἀληθείᾳ ὁμιλησόντων καὶ συνε σομένων ὠφελείας παρὰ τὴν νομιζομένην ὠφέλειαν γίνεσθαι ἡμῖν ἀπὸ τῶν γραφῶν, κἂν νοηθῶσιν ἀκριβῶς, ἐκ τοῦ τὸν μὲν πιόντα ἀπὸ τῆς πηγῆς τοῦ Ἰακὼβ διψῆν πάλιν, τὸν δὲ πιόντα ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Ἰησοῦς, πηγὴν ὕδατος ἐν ἑαυτῷ ἴσχειν ἁλλομένου εἰς ζωὴν αἰώνιον. 13.5.27 Καὶ γὰρ τὰ κυριώτερα καὶ θειότερα τῶν μυστηρίων τοῦ θεοῦ ἔνια μὲν οὐ κεχώρηκεν γραφή, ἔνια δὲ οὐδὲ ἀνθρωπίνη φωνὴ κατὰ τὰ συνήθη τῶν σημαινομένων ἢ γλῶσσα ἀνθρω πική· «Ἔστιν γὰρ καὶ ἄλλα πολλά, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.» 13.5.28 Καὶ ὅσα δὲ ἐλάλη σαν αἱ ἑπτὰ βρονταὶ μέλλων γράφειν Ἰωάννης κωλύεται· ὁ δὲ Παῦλος ἀκηκοέναι φησὶν ἄρρητα ῥήματα, οὐχὶ ἃ οὐκ ἐξόν τινι λαλῆσαι ἦν· ἐξὸν γὰρ ἦν αὐτὰ λαλῆσαι ἀγγέλοις, ἀνθρώποις δὲ οὐκ ἐξῆν· «Πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.» 13.5.29 Ἃ δὲ ἤκουσεν «ἄρρητα ῥήματα, οὐκ ἐξόν, φησίν, ἀνθρώπῳ λαλῆσαι». 13.5.30 Οἶμαι δὲ τῆς ὅλης γνώσεως στοιχεῖά τινα ἐλάχιστα καὶ βραχυτάτας εἶναι εἰσαγωγὰς ὅλας γραφάς, κἂν πάνυ νοηθῶσιν ἀκριβῶς. 13.5.31 Ὅρα τοιγαροῦν, εἰ δύναται ἡ μὲν πηγὴ τοῦ Ἰακώβ, ἀφ' ἧς ἔπιέν ποτε ὁ Ἰακώβ-ἀλλ' οὐκέτι πίνει νῦν- , ἔπιον δὲ καὶ οἱ υἱοὶ αὐτοῦ-ἀλλὰ νῦν ἔχουσιν τὸ κρεῖττον ἐκείνου ποτόν-, πεπώκασιν δὲ καὶ τὰ θρέμματα αὐτῶν, ἡ πᾶσα εἶναι γραφή, τὸ δὲ τοῦ Ἰησοῦ ὕδωρ τὸ «ὑπὲρ ἃ γέγρα πται». 13.5.32 Οὐ πᾶσιν δὲ ἔξεστιν ἐρευνᾶν τὰ ὑπὲρ ἃ γέγρα πται, ἐὰν μή τις αὐτοῖς ἐξομοιωθῆ, ἵνα μὴ ἐπιπλήσσηται ἀκούων τὸ «Χαλεπώτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐρεύνα.» 13.6.33 Ἐὰν δὲ λέγωμεν τὸ ὑπὲρ ἃ γέγραπται εἶναί τινα, οὐ τοῦτό φαμεν, ὅτι γνωστὰ τοῖς πολλοῖς εἶναι δύναται, ἀλλὰ Ἰωάννῃ ἀκούοντι καὶ γράφειν αὐτὰ μὴ ἐπιτρεπομένῳ, ὁποῖα ἦν τὰ τῶν βροντῶν ῥήματα, καὶ μανθάνοντι καὶ διὰ τὸ φείδεσθαι τοῦ κόσμου οὐ γράφοντι αὐτά· ᾤετο γὰρ μηδὲ αὐτὸν τὸν κόσμον χωρεῖν τὰ γραφόμενα βιβλία. 13.6.34 Ἀλλὰ καὶ ἅπερ ὁ Παῦλος, μεμάθηκεν «ἄρρητα ῥήματα» «ὑπὲρ ἃ γέγρα πται», εἴ γε τὰ γεγραμμένα ἄνθρωποι λελαλήκασιν· καὶ «ἃ ὀφθαλμὸς οὐκ εἶδέν» ἐστιν ὑπὲρ τὰ γεγραμμένα, καὶ «ἃ οὖς οὐκ ἤκουσεν» γραφῆναι οὐ δύναται. 13.6.35 Καὶ τὰ ἐπὶ καρδίαν δὲ ἀνθρώπου μὴ ἀναβεβηκότα μείζονά ἐστιν τῆς τοῦ Ἰακὼβ πηγῆς, ἀπὸ πηγῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον φανερούμενα τοῖς οὐκέτι καρδίαν ἀνθρώπου ἔχουσιν, ἀλλὰ δυναμένοις λέγειν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», «ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς πνεύματος.» 13.6.36 Καὶ ἐπίστησον, εἰ οἷόν τ' ἔστιν ἀνθρωπίνην σοφίαν μὴ τὰ ψευδῆ καλεῖν δόγματα, ἀλλὰ τὰ στοιχειωτικὰ τῆς ἀληθείας καὶ εἰς τοὺς ἔτι ἀνθρώπους φθάνοντα· τὰ δὲ διδακτὰ τοῦ πνεύματος τάχα ἐστὶν ἡ πηγὴ τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον. 13.6.37 Εἰσαγωγαὶ οὖν εἰσιν αἱ γρα 13.6.37 φαί, ἀφ' ὧν ἀκριβῶς νενοημένων νῦν ὀνομαζομένων πηγῆς τοῦ Ἰακὼβ ἀνελθετέον πρὸς τὸν Ἰησοῦν, ἵν' ἡμῖν χαρίσηται πηγὴν τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον. 13.6.38 Οὐχ ὁμοίως δὲ πᾶς ἀντλεῖ ἀπὸ τῆς πηγῆς τοῦ Ἰακώβ· εἰ γὰρ ἔπιεν Ἰακὼβ ἐξ αὐτῆς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, διψῶσα δὲ καὶ ἡ Σαμαρεῖτις διέρχεται ἐπ' αὐτὴν καὶ ἀντλεῖ, μήποτε καὶ ἄλλως ἔπινεν καὶ ἐπιστημόνως ὁ Ἰακὼβ σὺν τοῖς υἱοῖς· ἄλλως δὲ καὶ ἁπλούστερον καὶ κτηνωδέστερον τὰ θρέμματα αὐτοῦ· ἄλλως δὲ παρὰ τὸν Ἰακὼβ καὶ τοὺς υἱοὺς καὶ τὰ θρέμματα αὐτοῦ ἡ Σαμαρεῖτις. 13.6.39 Οἱ μὲν γὰρ κατὰ τὰς γραφὰς σοφοὶ πίνουσιν ὡς ὁ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐ τοῦ· οἱ δὲ ἁπλούστεροι καὶ ἀκεραιότεροι, οἱ λεγόμενοι «πρό βατα Χριστοῦ», πίνουσιν ὡς τὰ θρέμματα τοῦ Ἰακώβ· οἱ δὲ παρεκδεχόμενοι τὰς γραφὰς καὶ δύσφημά τινα συνιστάντες προφάσει τοῦ νενοηκέναι αὐτὰς πίνουσιν ὡς ἡ πρὸ τοῦ πισ τεῦσαι εἰς Ἰησοῦν Σαμαρεῖτις ἔπινεν. 13.7.n Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. 13.7.40 Ἤδη δεύτερον «κύριον»