τοῦτο οὖν λέγει «Οὐκ εἰμὶ Ἠλίας» ὁ Ἰωάννης, ἐπεὶ ἀγνοεῖ τὸν ἴδιον πρότερον βίον. 6.13.74 Τούτων δὴ οὐκ εὐκαταφρόνητον πιθανότητα ἐχόντων, πάλιν ὁ ἐκκλησιαστικὸς ἀπορήσει πρὸς τὸν πρότερον εἰ κατὰ τὸν προφήτην ἐστὶν <τὸν> ὑπὸ τοῦ πνεύματος φωτιζόμενον καὶ ὑπὸ Ἡσαΐου προφητευόμενον, ὑπό τε τηλικούτου ἀγγέλου πρὶν γεννηθῆναι τεχθήσεσθαι προειρη μένον, ἐκ τοῦ πληρώματος Χριστοῦ εἰληφότα, χάριτος τηλικαύτης μετεσχηκότα, τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγενῆσθαι νενοηκότα, περὶ θεοῦ καὶ τοῦ μονογενοῦς τοῦ εἰς τὸν κόλπον τοῦ πατρὸς διηγησάμενον τὰ τοσαῦτα, τὸ ψεύσασθαι καὶ ὅπερ ἦν οὐκ ἐγνωκότα κἂν ἐπισχεῖν. 6.13.75 Ἐχρῆν γὰρ περὶ τῶν ἀδηλοτέρων ἐπέχειν ὁμολογεῖν, καὶ μήτε τιθέναι μήτε αἴρειν τὴν πρότασιν. Πῶς δὲ οὐκ ἦν εὔλογον, εἰ πολλῶν τοῦτο δόγμα ἐτύγχανεν, ἐπισχεῖν τὸν Ἰωάννην περὶ αὑτοῦ, μήποτε ἡ ψυχὴ αὐτοῦ ποτε ἐν Ἠλίᾳ ἦν; 6.13.76 Καὶ ἐπὶ τὴν ἱστορίαν δὲ ὁ ἐκκλησιαστικὸς προκαλέ σεται τὸν πρότερον πευσόμενον παρὰ τῶν τὰ ἀπόρρητα ἐγνω κέναι παρ' Ἑβραίοις ἐπαγγελλομένων, εἰ τοιοῦτόν τι δόγμα ἐστὶ παρ' αὐτοῖς· ἐὰν γὰρ μηδαμῶς φαίνηται τοῦθ' οὕτως ἔχον, δῆλον ὅτι ἐσκέδασται ὁ τοῦ προτέρου λόγος. 6.13.77 Οὐδὲν τοίνυν ἧττον ὁ ἐκκλησιαστικὸς χρήσεται τῇ προαποδεδομένῃ λύσει, ἔτι καὶ αὐτὸς τὸ βούλημα τῶν πυθομένων παραστῆσαι ἀπαιτούμενος. Εἰ γάρ, ὡς κατεσκεύασεν, οἱ πέμψαντες ἴσασι γεγενημένον ἐκ Ζαχαρίου καὶ Ἐλισάβετ τὸν Ἰωάννην, καὶ πολλῷ πλέον οἱ πεμφθέντες γένους ὄντες ἱερατικοῦ, οὓς οὐκ ἂν ἔλαθεν ἡ τοῦ οὕτως ἐπιφανοῦς συγγενοῦς Ζαχαρίου παράδοξος εὐπαιδία, τί νοήσαντες πυνθάνονται τὸ «Σὺ Ἠλίας εἶ;» ἄνδρες ἀνεγνω κότες ἀνειλῆφθαι αὐτὸν ὡς εἰς τὸν οὐρανὸν καὶ προσδοκῶντες ἐπιδημίαν αὐτοῦ; 6.13.78 Τάχα οὖν, ἐπεὶ πρὸς τῇ συντελείᾳ προσδοκῶσιν Ἠλίαν πρὸ Χριστοῦ καὶ ἐπὶ τούτῳ Χριστόν, οἱονεὶ τροπικώτερον φαίνονται ἐρωτῶντες «Εἰ σὺ εἶ ὁ προ καταγγέλλων τὸν πρὸ Χριστοῦ ἐπὶ συντελείᾳ ἐλευσόμενον λόγον;» καὶ ἐπιστημόνως πρὸς τοῦτο ἀποκρίνεται τὸ «Οὐκ εἰμί». 6.14.79 Ἔτι δὲ ὁ ἐκκλησιαστικὸς ἱστάμενος πρὸς τὰ ἐξητασμένα ὑπὸ τοῦ ἑτέρου ἀποδεικνύναι πειρωμένου μὴ ἂν λεληθέναι τοὺς ἱερεῖς οὕτως ἐπιφανῆ γεγενημένην τὴν Ἰωάν νου γένεσιν διὰ τὸ «ἐν τῇ ὀρεινῇ τῆς Ἰουδαίας» διαλελαλῆ σθαι «πάντα τὰ ῥήματα ταῦτα», φήσει τὴν παραπλησίαν ἀπάτην πολλοῖς γεγονέναι καὶ περὶ τοῦ σωτῆρος, ἐπεὶ «οἱ μὲν ἔλεγον αὐτὸν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν», ὡς καὶ οἱ μαθηταὶ πυνθανομένῳ τῷ κυρίῳ γενομένῳ ἐν τοῖς μέρεσι Καισαρείας τῆς Φιλίππου εἰρήκασι. 6.14.80 Καὶ ὁ Ἡρώδης δὲ λέγων· «Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν» περὶ τοῦ Χριστοῦ ἔοικε μὴ εἰδέναι τὰ λεγόμενα ὑπὸ τῶν φασκόντων· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; Καὶ <αἱ> ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν;» 6.14.81 Οὐδὲν οὖν θαυμαστόν, ὥσπερ ἐπὶ τοῦ σωτῆρος, πολλῶν ἐγνωκότων τὴν ἐκ Μαρίας γένεσιν αὐτοῦ, ἄλλους ἠπατῆσθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰωάννου οὓς μὲν μὴ λεληθέναι τὴν ἐκ Ζαχαρίου γένεσιν αὐτοῦ, ἑτέρους δὲ διστάζειν, μήποτε ὁ προσδοκώμενος Ἠλίας ἐπεφάνη κατὰ τὸν Ἰωάννην 6.14.82 -καὶ οὐ χώραν γε μᾶλλον ἔχει ἡ περὶ τοῦ Ἰωάννου ἐπαπόρησις, μήποτε εἴη Ἠλίας, ἤπερ ἡ περὶ τοῦ σωτῆρος, μὴ ἄρα αὐτὸς τυγχάνῃ Ἰωάννης-ὧν τοῦ Ἠλίου μὲν τὸν χαρακτῆρα ἀπὸ μόνης τῆς λέξεως, καὶ οὐχὶ ἀπὸ τῆς αἰσθή σεως ἀπολαβέσθαι διὰ τὸ «Ἀνὴρ δασὺς καὶ ζώνην δερμα τίνην περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ»· τοῦ δὲ Ἰωάννου τὸ εἶδος προεγνωσμένον τάχα, οὐδὲ παραπλήσιον τυγχάνον τῷ χαρακτῆρι τοῦ Ἰησοῦ, οὐδὲν ἧττον ὑπόνοιάν τισι παρεσχηκέναι, μήποτε ὁ Ἰωάννης ἀνέστη ἐκ νεκρῶν Ἰησοῦς μετονομαζόμενος. 6.14.83 Καὶ περὶ μετωνυμίας γάρ, ὡς ἐν ἀπορρήτοις, οὐκ οἶδα πόθεν κινούμενοι οἱ Ἑβραῖοι παραδιδόασι Φινεές, τὸν Ἐλεαζάρου υἱόν, ὁμολογουμένως παρατείναντα τὴν ζωὴν ἕως πολλῶν κριτῶν, ὡς ἐν τοῖς Κριταῖς ἀνέγνωμεν, αὐτὸν εἶναι Ἠλίαν,