Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) i 1 ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ. Τρίτον ἔστιν ἰδεῖν τὸ ἀφωρισμένος εἰς εὐαγγέλιον θε

 ἀνθυποφέρῃ πρὸς ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· φήσομεν ὅτι δυνατὸν μὲν μὴ γενέσθαι· οὐχὶ δέ, εἰ δυνατὸν μὴ γ

 πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοι λίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων

 ἐκέλευσε τῷ Ἰωὰβ ἀριθμῆαι τὸν λαόν· τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέτειλεν εἰ αὐτοὺ θυμὸν ὀργῆ, θλίψιν καὶ ὀργήν, ἀποτολὴν δι' ἀγγέλων πονηρῶν. ὅτ

 παραπλησίων ἐκείνῳ καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων οὐδενὸς σκυθρωποῦ ἀλλ' ἐφ' ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστι τὸ εὐαγγέλιον σὺν τῇ τοῦ θεοῦ κρίσει διακόν

 τοῦ θεοῦ οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πι στευθῆναι χαρακτηρίζεται, ἀλλ' ἐν τῷ τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τ

 τόμα αὐτοῦ γέμει καὶ πικρία καὶ δόλου. εἶθ' ἑξῆς τοῦτο ἐστιν· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Πα

 δεύτερον ἐπὶ τὸν πνευματικόν. εἴπερ δὲ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας, εἰ μὲν χωρὶς νόμου πεφανέρωται οὐχ ὑπὸ νόμου μαρτυρεῖται, εἰ δὲ ὑπὸ νόμου

 δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸ καθὸ ἐξ ἀνδρός, <ἢ> τὸ διὰ γυναικὸ καθὸ διὰ γυναικός. περὶ δὲ τοῦ σωτῆρος οὐκ εἴρηται διὰ γυ

 ὀφειλόμενα ἀπὸ θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάριμα αὐτοῦ· φησὶ γὰρ τὸ χάριμα τοῦ θεοῦ ζωὴ αἰώνιο ἐν Χριτῷ Ἰηοῦ τῷ κρίῳ ἡμῶν. οὐ νομιστέον οὖν ἐπὶ τῶν κ

 νόμου κληρονόμοι κεκένωται ἡ πίστις. ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆ πίτεω, κατείλεκται καὶ ἡ πίστις· φησὶ γὰρ ὁ Παῦ

 βασι λείαν οὐρανῶν ἢ βασιλείαν θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγε

 αὐτοῦ τοῦ θεοῦ τυγχάνουσαν. (Ὠριγενοῦς) [οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ θεῷ σεμνυνόμ

 θανάτῳ. ὡσάν τις παραδείγματος ἕνεκεν ἐλεύθερος ὢν δοῦλον ἑαυτὸν παραδίδωσιν τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ' αὐτῷ γενόμενος ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰ

 ἁμαρτίᾳ, ὥσπερ χωρὶ νόμου ἁμαρτία ἦν νεκρά, οὐκ ἐκ τοῦ ποτὲ ζῇν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά. δείκνυσι δὲ ὁ θεῖος ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴ

 ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. καλὴ ἡ διαφορά, ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρτίας τεταγμένου

 ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντε εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺ ἔχεν, ἕνα ἐκ τῆ παιδίκη

 ἀληθείας τῷ ἐν τοῖς προφήταις πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν λέγεται ἀκολουθ

 ἐπὶ τῆ γῆ ὑπὸ τοῦ λόγου, πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη νεκρὰ οὖσα. <κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν οὕτω λέγων, ὡς εἰ καὶ

 νόμου τοῦ τῆ ἁμαρτία καὶ τοῦ θανάτου ὧδε λέγει· ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρά, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ' αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα· κρατεῖ γὰρ

 προεύξομαί φησι τῷ πνεύματι, προεύ ξομαι δὲ καὶ τῷ νοΐ. 49 viii 31, 32 τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου

 καθ' ὃν ἀποθνήκει τις τῇ ἁμαρτίᾳ, πῇ δὲ ὑπὸ τῆς ζωῆς ἡμῶν ἥτις κέκρυπται ὺν τῷ Χριτῷ ἐν τῷ θεῷ. καὶ ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θ

ἐπὶ τῆ γῆ ὑπὸ τοῦ λόγου, πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη νεκρὰ οὖσα. <κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν οὕτω λέγων, ὡς εἰ καὶ ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησε καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον, καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον, καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ θεοῦ ἐπαινετέον.> 40 vii 13 τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἴ τις πρὸς τὰ εἰρημένα ἀνθυποφέρει λέγων Μή ποτε ὁ ἅγιος νόμος γέγονεν εἰς θάνατον τῷ ἀνθρώπῳ, ἐλθούη γὰρ τῆ ἐντολῆ ἀνέζηεν ἡ ἁμαρτία ὁ δὲ ἄνθρωπος ἀπέθανεν; ἀκούσεται ὅτι οὐ τὸ ἀγαθὸν γέγονε θάνατος, ἀλλ' ἔδει τὴν ἁμαρτίαν φανῆναι ἡλίκον ἐστὶ κακόν· ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ ψυχῇ, φανεροῦται τὸ κακόν· καὶ ἐάν τις μετὰ τοῦτο ἁμαρτῇ, εὑρίσκεται τὸν θάνατον ποιοῦσα ἡ ἐντολὴ ἡ ὑποδείξασα τὸ κακὸν καὶ ἡ ὑποδείξασα τὸ φευκτέον ἐντολὴ θανάτου πρόξενος, καὶ ἡ ἁμαρτία, οὐχ ἁπλῶς ἁμαρτία ἀλλὰ καθ' ὑπερβολὴν ἁμαρτωλός, αὕτη διὰ τῆς ἁγίας ἐντολῆς παρεισδύνουσα καὶ τὸν θάνατον ἡμῖν κατεργαζομένη. 41 vii 14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. ζήτημα ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένης περικοπῆς πῶς ταῦτα λέγων ὁ Παῦλος οὐ δοκεῖ ἐναντιοῦσθαι τοῖς ἰδίοις λόγοις ὁ λέγων τιμῆ ἠγοράθητε καὶ Χριτὸ ἡμᾶ ἐξηγόραεν καὶ ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριτό· εἰ μή που εἴπωμεν ὅτι προσωποποιίας ἔχει διαφόρους ὁ λόγος, καὶ συσχηματί ζονται αἱ περικοπαὶ πρὸς διαφόρους ποιότητας προσώπων, ἔνθα οἱ φαῦλοι ἄλλα πράττουσι παρὰ τὴν προηγουμένην ἑαυτῶν πρόθεσιν. ὁ δὲ παρὼν λόγος ἁρμόζει λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων τὰ περὶ τοῦ νόμου ὅτι θεῖός ἐστι, καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα ὅτι εἰσὶ καλά, οὐδὲν δὲ ἧττον ὡς πεπρα μένοι ὑπὸ τὴν ἁμαρτίαν καὶ σαρκικοὶ ὄντες, οὐ γινώσκουσι πῶς, ἐμπίπτουσιν ὑπὸ τὴν ἁμαρτίαν. 42 vii 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ. ἁρμόζει τὰ ῥήματα ταῦτα λέγειν τοῖς παλαίσασι πρὸς τὰς ἐπιθυμίας διὰ δὲ ἀσθένειαν λογισμοῦ πεσοῦσι, καὶ τοῖς ὑπὸ θυμοῦ ἔσθ' ὅτε νικωμένοις καὶ ὑπὸ φόβου καὶ πράττουσιν ἃ μὴ θέλουσι καὶ ἃ μισοῦσιν· ὅταν δὲ καὶ ἀπὸ λόγου ἐπάρσεως ἡττηθέντες νικηθῶμεν ἐκ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ οὐ μὴν ἀληθοῦς, ύμφαμεν τῷ νόμῳ ὅτι καλὸ ποιοῦμεν δὲ τὸ καθ' ἡδονήν. 43 vii 22, 23 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα διαγράφει ὁ Παῦλος τὸν παρόντα λόγον· ὥσπερ τοίνυν στρατιώτης κρατήσας πολεμίων αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον ἐν τοῖς σωματικοῖς μέλεσιν. 44 vii 24, 25 ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ὡς κακίζων τὴν ἀνθρωπίνην ἀσθένειαν τὴν περιέλκουσαν καὶ περισπῶσαν τὸν λογισμὸν καὶ προκαλουμένην ἐπὶ τὰ ἐναντία λέγει τὸ ταλαίπωρος ἐγὼ ἄνθρωπος· καὶ ὡς διὰ ἐπικουρίας θείας ῥυσθεὶς τοῦ σώματος τοῦ ὀνομασθέντος σώματος θανάτου διὰ τὰς προειρημένας αἰτίας, ἐπάγει τὸ εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ. 45 viii 3, 4 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. μᾶλλον τὸ ἀδύνατον τοῦ