Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) i 1 ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ. Τρίτον ἔστιν ἰδεῖν τὸ ἀφωρισμένος εἰς εὐαγγέλιον θε

 ἀνθυποφέρῃ πρὸς ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· φήσομεν ὅτι δυνατὸν μὲν μὴ γενέσθαι· οὐχὶ δέ, εἰ δυνατὸν μὴ γ

 πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοι λίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων

 ἐκέλευσε τῷ Ἰωὰβ ἀριθμῆαι τὸν λαόν· τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέτειλεν εἰ αὐτοὺ θυμὸν ὀργῆ, θλίψιν καὶ ὀργήν, ἀποτολὴν δι' ἀγγέλων πονηρῶν. ὅτ

 παραπλησίων ἐκείνῳ καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων οὐδενὸς σκυθρωποῦ ἀλλ' ἐφ' ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστι τὸ εὐαγγέλιον σὺν τῇ τοῦ θεοῦ κρίσει διακόν

 τοῦ θεοῦ οὐκ ἐν τῷ βιβλία καὶ γράμματα πι στευθῆναι χαρακτηρίζεται, ἀλλ' ἐν τῷ τὸν ἐν αὐτοῖς νοῦν καὶ τὰ ἐναποκείμενα μυστήρια γινώσκεσθαι. κατὰ γὰρ τ

 τόμα αὐτοῦ γέμει καὶ πικρία καὶ δόλου. εἶθ' ἑξῆς τοῦτο ἐστιν· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Πα

 δεύτερον ἐπὶ τὸν πνευματικόν. εἴπερ δὲ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας, εἰ μὲν χωρὶς νόμου πεφανέρωται οὐχ ὑπὸ νόμου μαρτυρεῖται, εἰ δὲ ὑπὸ νόμου

 δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸ καθὸ ἐξ ἀνδρός, <ἢ> τὸ διὰ γυναικὸ καθὸ διὰ γυναικός. περὶ δὲ τοῦ σωτῆρος οὐκ εἴρηται διὰ γυ

 ὀφειλόμενα ἀπὸ θεοῦ τὴν αἰώνιον ζωήν, ἀλλὰ χάριμα αὐτοῦ· φησὶ γὰρ τὸ χάριμα τοῦ θεοῦ ζωὴ αἰώνιο ἐν Χριτῷ Ἰηοῦ τῷ κρίῳ ἡμῶν. οὐ νομιστέον οὖν ἐπὶ τῶν κ

 νόμου κληρονόμοι κεκένωται ἡ πίστις. ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆ πίτεω, κατείλεκται καὶ ἡ πίστις· φησὶ γὰρ ὁ Παῦ

 βασι λείαν οὐρανῶν ἢ βασιλείαν θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγε

 αὐτοῦ τοῦ θεοῦ τυγχάνουσαν. (Ὠριγενοῦς) [οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ θεῷ σεμνυνόμ

 θανάτῳ. ὡσάν τις παραδείγματος ἕνεκεν ἐλεύθερος ὢν δοῦλον ἑαυτὸν παραδίδωσιν τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ' αὐτῷ γενόμενος ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰ

 ἁμαρτίᾳ, ὥσπερ χωρὶ νόμου ἁμαρτία ἦν νεκρά, οὐκ ἐκ τοῦ ποτὲ ζῇν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά. δείκνυσι δὲ ὁ θεῖος ἀπόστολος καὶ ἑτέρωθεν τῆς νίκης τὴ

 ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. καλὴ ἡ διαφορά, ὀψωνίου μὲν ἐπὶ τῆς ἁμαρτίας τεταγμένου

 ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντε εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺ ἔχεν, ἕνα ἐκ τῆ παιδίκη

 ἀληθείας τῷ ἐν τοῖς προφήταις πνεύματι καὶ ἐν τοῖς ἀποστόλοις Χριστοῦ λόγῳ, πολλαχοῦ καὶ ὑπὸ τῆς φράσεως συγχεῖται καὶ οὐχ ὡς ὑπὸ μίαν λέγεται ἀκολουθ

 ἐπὶ τῆ γῆ ὑπὸ τοῦ λόγου, πρὸ δὲ τοῦ νόμου καὶ τοῦ ἐλθεῖν τὴν ἐντολὴν ἔζη νεκρὰ οὖσα. <κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν οὕτω λέγων, ὡς εἰ καὶ

 νόμου τοῦ τῆ ἁμαρτία καὶ τοῦ θανάτου ὧδε λέγει· ὥσπερ γὰρ ἡ ἀρετὴ ἰδίᾳ φύσει ἰσχυρά, οὕτω καὶ ἡ κακία καὶ τὰ ἀπ' αὐτῆς ἀσθενῆ καὶ ἀδύνατα· κρατεῖ γὰρ

 προεύξομαί φησι τῷ πνεύματι, προεύ ξομαι δὲ καὶ τῷ νοΐ. 49 viii 31, 32 τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου

 καθ' ὃν ἀποθνήκει τις τῇ ἁμαρτίᾳ, πῇ δὲ ὑπὸ τῆς ζωῆς ἡμῶν ἥτις κέκρυπται ὺν τῷ Χριτῷ ἐν τῷ θεῷ. καὶ ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θ

αὐτοῦ τοῦ θεοῦ τυγχάνουσαν. (Ὠριγενοῦς) [οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ θεῷ σεμνυνόμεθα, τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος τὴν εἰρήνην ἐπραγματεύσατο.] 29 vi 5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. πλάσας τὸ ὄνομα τέθεικεν, φυτόν τι ἐπιστάμενος τὸν Ἰησοῦ θάνατον, φέρον κάρπους ἀναιρετικοὺς τῆς ἁμαρτίας· ᾧ φυτῷ ὁ λόγος γεωργεῖ ἐν τοῖς παρα δεξαμένοις τὴν διδασκαλίαν τὴν διὰ Χριστοῦ, ποιῶν αὐτοὺς συμφύτους τῷ ὁμοιώματι τοῦ θανάτου· ὁμοίωμα μὲν γάρ τι τοῦ θανάτου ἐκείνου δύναται ἡ ἀνθρωπίνη φύσις ἀναλαβεῖν, τὸν δὲ ἐκείνου θάνατον τοῦ ἁμαρτίαν μὴ ποιήαντο, μηδὲ γνόντο ἁμαρτίαν, ἀλλ' ἀποθανόντος ἐπὶ τῇ καθαιρέσει οὐχὶ τῆς ἐν αὐτῷ ἁμαρτίας ἀλλὰ τῆς ἐν ἡμῖν, οὐχ οἷόν τε ἐστὶν ἀποθανεῖν τινὰ τῶν ἡμαρτη κότων· πάντε δὲ ἥμαρτον καὶ ὑτεροῦνται τῆ δόξη τοῦ θεοῦ, δικαιούμενοι δωρεάν, καὶ τὰ ἑξῆς. ἐν ἄλλοις δὲ λέγει· υνήγειρεν καὶ υνεκάθιεν ἐν τοῖ ἐπουρανίοι ἐν Χριτῷ· καὶ εἰ υνηγέρθητε τῷ Χριτῷ, τὰ ἄνω ζητεῖτε· πῶς οὖν ἐνταῦθα λέγει, καὶ τῆς ἀναστάσεως ἐσόμεθα; πρὸς τοῦτο λεκτέον ὅτι διττῶς ὀνομάζει τὴν ἀνάστασιν ὁ ἀπόστολος· μίαν μὲν τὴν ἤδη καθ' ἣν ὁ ἅγιος συνανέστη Χριστῷ καὶ συνεγερθεὶς αὐτῷ τὰ ἄνω ζητεῖ· ἑτέραν δὲ τὴν ὅταν ἔλθῃ τὸ τέλειον, περὶ ἧς καὶ ∆ανιὴλ προφητεύων φησὶν πολλοὶ τῶν καθευδόντων ἐν γῆ χώματι ἀνατήονται, οὗτοι εἰ ζωὴν αἰώνιον, καὶ οὗτοι εἰ ὀνειδιμὸν καὶ εἰ αἰχύνην αἰώνιον· τὴν ἑτέραν μὲν οὖν τῶν ἀναστάσεων οἱ ἅγιοι ἐροῦσι συνεγηγέρθαι Χριστῷ, κατὰ δὲ τὴν ἑτέραν καὶ ἀναστήσεσθαι. 30 vi 8-10 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ· οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἀποτετολμημένως ἐπιφέρει τὸ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὅπερ ἐστὶ δυσφημοειδές· οἱ γὰρ πλεῖστοί φασιν ἀποθανεῖν αὐτὸν οὐ τῷ κυριεύεσθαι ὑπὸ τοῦ θανάτου, ἀλλὰ τῷ ἑκόντα τὴν ψυχὴν αὐτοῦ τεθεικέναι ὑπὲρ τῶν προβάτων ἑαυτοῦ, ἢ ὑπὲρ τῶν φίλων ἑαυτοῦ· φησὶν γὰρ καὶ αὐτὸς ὁ σωτὴρ οὐδεὶ αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ὁ μὲν οὖν τις πρὸς ταῦτα φήσει ὅτι θάνατος λέγεται νῦν ὁ μέσος καὶ ἀδιάφορος, ὃν κατὰ τὸ κοινότερον ἀπέθανεν ὅτε, ὥς φησιν ὁ Παῦλος, ἀπέθανεν κατὰ τὰ γραφά. ἀλλὰ πῶς ταύτῃ δυνήσεται συναγορεῦσαι τῇ διηγήσει τὸ ἀπεθάνομεν σὺν Χριστῷ, καὶ τὸ ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ; ἀλλ' ἴσως ὁ τοιοῦτος ἐρεῖ ὡς τὰ αὐτὰ ὀνόματα τίθησι διττῶς ἡ γραφή, ποτὲ μὲν ἐπὶ τῶν σωματικῶν, ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ· ὡς καὶ περὶ τῆς Σαμαρείτιδος γεγραμμένον, ἐν ᾧ τὸ ὕδωρ καὶ τὸ πιεῖν κατὰ τὸν αὐτὸν τόπον ὅτε μὲν ἐπὶ τοῦ σωματικοῦ ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ τετάχθαι δοκεῖ· καὶ τὸ περὶ τοῦ θεριμοῦ ὡσαύτως φησίν. φήσει τοίνυν οὐδὲν θαυμαστὸν κατὰ τοῦτον τὸν χαρακτῆρα καὶ τὸν ἀπόστολον εἰρηκέναι, τὸ μὲν ἀπεθάνομεν σὺν Χριστῷ τάσσοντα οὐκ ἐπὶ τοῦ κοινοτέρου θανάτου, τὸ δὲ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὡς θανάτου νῦν τοῦ μέσου ὀνομαζομένου. ἕτερος δὲ παρὰ τοῦτον ἐρεῖ ὅτι θάνατος ἐνταῦθα λέγεται ὁ κυριεύων Χριστοῦ οὐκ ἄλλος ἢ ὁ ἐχθρὸς αὐτοῦ οὗ τύπος ἦν τὸ κατὰ τὸν Ἰωνᾶν κῆτο προφητευόμενον καὶ ὑπὸ τοῦ Ἰὼβ φάσκοντος ἀλλὰ καταράαιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτο χειρώαθαι. πρὸς ὃν θάνατον ὁδεύων κατὰ τὸν καιρὸν τοῦ μέσου θανάτου ἔλεγεν, οὐ διὰ τὸν μέσον θάνατον ἀλλὰ δι' ἐκεῖνον, νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπό ἐτιν ἡ ψυχή μου ἕω θανάτου. οἱονεὶ γὰρ ἀπῄει εἰς τὴν χώραν αὐτοῦ διὰ τοὺς κρατουμένους ὑπ' αὐτοῦ, ὡς τάχα διὰ τοῦτο εἰρῆσθαι τὸ εἰ χοῦν θανάτου κατήγαγέ με. καὶ ἑαυτὸν πεποίηκεν αὐτῷ ὑποχείριον ὑπήκοο γενόμενο μέχρι θανάτου. διὰ γὰρ τὸ γεγονέναι ἐν αὐτῷ κατακριθεὶς ὑπ' αὐτοῦ κατέκρινε τὴν ἁμαρτίαν οὖσαν ἐν ἐκείνῳ τῷ