Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 cod. Vat. gr. 762) Ὠριγένους εἰς τὴν πρὸς Ῥω̣μ̣α̣ίους, τόμος ˉε. [Rom. 3, 5-8] «Εἰ δὲ ἡ ἀδικία ἡμῶν

 μὴ τὰ τοσαῦτα ψεύδη καὶ πιθανὰ παρεισεληλύθει· διὰ τοῦτο [···]ν πῶς 130 ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ ψεύσματι <ἐπερίσσευσεν> *** Τὸ δ' ὅμοιον κα

 136 ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου· «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου». Ἀλλὰ πρὸς τοῦτο φήσομεν ἀλλα ‖ ··οσ· [···········]·σ̣π

 σύντριμμα καὶ πᾶσα ταλαιπωρία *** Ταὐτὸν δέ ἐστιν τὸ εἶναι φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν τῷ ἐπιστήμην ἔχειν περὶ φόβου Θεοῦ, ἣν βουλόμενος ἡμᾶς διδ

 προσταττόμενα ὑπ' αὐτοῦ ἐξε τάζων | καὶ τὰ ἀπαγορευόμενα θεωρῶν γινώσκει τὴν ἁμαρτίαν ὑφισταμένην ἐν τῷ παραλείποντι τὰ ποιητέα καὶ ἐν τῷ μὴ ἐκκλίνοντ

 φανερὸν γενήσεται, εἶτα μετὰ τοῦτο τὸ κεκαλυμμένον καὶ δόλιον τῶν ἐναντίων ἀποκαλυφθήσεται καὶ οἱονεὶ ἐλεγχθήσεται *** καὶ πιστεύοντάς | γε Ἰησοῦ Χρισ

 τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς

 καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ | ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κ

 μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ «ἐξ ἀνδρὸς» καθὸ ἐξ ἀνδρός <ἢ> τὸ

 Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι ·η··[············]·ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [··········] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω 180 τοιούτων

 καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλο μένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ *** Πᾶς

 ὀκταη̣μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰσαάκ *** Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκ

 Χριστὸν πίστιν λογισθῆναι τὴν δικαιοσύνην *** [Rom. 4, 13] Εἰ μὲν γὰρ μηδεμία ἐπαγγελία πρὸς αὐτὸν ἢ τὸ σπέρμα | αὐτοῦ εἴρητο πρὸ τοῦ «Ἐπίστευσεν τῷ Θ

 οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάϊν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες

 ἔδωκεν αὐτῷ χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος». Οὐ γὰρ ταὐτὸν τῷ «Εὗρεν Ἰωσὴφ χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ» τὸ «Καὶ ἔδωκεν αὐτῷ Κύριος χάριν ἐνώπιο

 φησιν ὁ Παῦλος· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη [οὐκ] ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομον

 τῇ ἑαυτοῦ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων», καὶ φήσει ὅτι οὐκ ἦν ἑκατονταέτης που Ἀβραὰμ τότε *** [Rom. 4,

 ἐδικαιώθη ἀρξαμένης εἶναι ἐν αὐτῷ δικαιοσύνης ἀπὸ τῆς ····· πίστεως λογιζομένης αὐτῷ εἰς δικαιοσύνην *** πῶς χρὴ ἕκαστον τ̣ὰ τοῦ Ἀβραὰμ <ἔργα> ποιεῖν

 γινώσκομεν γὰρ ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ὡς παρὰ πᾶσιν ἂν ὁμολογηθείη ὅτι ἡ ὑπομονὴ δοκίμιον ἐμποιεῖ τῷ ὑπομείναντι *** ∆ιὰ τοῦτο δὲ καὶ ἡ θ

καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ | ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ». Μονονουχὶ γάρ φησιν ὅτι μὴ γέ νοιτο καυχᾶσθαι ἐπὶ σωφροσύνῃ μηδὲ ἐπὶ δικαιοσύνῃ, μηδὲ ἐπὶ εὐσεβείᾳ ἢ ταῖς λοιπαῖς ἀρεταῖς, ἢ ἐν μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ·· Τίς δὲ τὸ τῆς σωφροσύνης καθαρὸν κατανοήσας μὴ χρῃζούσης ····σθαι πρὸς τὰς ὀρέξεις καὶ τὰ πάθη ἀνατρέπειν τὸν λογισμ[ὸν κινδυ]νεύοντα καυχήσαιτο ἂν ὡς σώφρων | ἄνθρωπος σάρκα περικείμενος· ἀγαπητὸν γὰρ εἰ τὴν ἐγκρά τειάν τις ἀναλάβοι ἕξιν, ὥς φασίν τινες τῶν περὶ ταῦτα δεινῶν, ἐλάττονα 168 τῆς σωφροσύνης τυγχάνουσαν. Καὶ τίς ἀναγινώσκων τὸ «Ὃς ἂν ἐμβλέπῃ γυναικὶ πρ» *** Τίς δ' οὕτως δυνατὸς ὥστε μὴ ἄν ποτε τὸ μὴ σοφὸν σοφὸν νομίσαι μηδὲ τὸ σοφὸν οὐ σοφόν; | Τὸ δ' ἀνάλογον νοήσας περὶ τῶν λοιπῶν ἀρετῶν ὄψει πῶς πᾶσα καύχησις ἐξεκλείσθη ἀπὸ τοῦ γένους τῶν ἀνθρώπων καὶ ἀληθῶς πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι *** τὸ «Ποῦ οὖν ἡ καύχησις;» καὶ ἀποκεκρίσθαι πρὸς τὸ πύσμα αὐτὸν ἑαυτῷ λέγοντα· «Ἐξεκλείσθη» *** διὸ τάχα ἐπι|φέρεται· «ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν;» Ὁ γὰρ τοῦ Θεοῦ νόμος, ὁ τοῦ νόμου τοῦ γράμματος κυριώτερος, ὁ ἐγγραφεὶς ταῖς καρδίαις τῶν ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ τῶν μὴ Ἰουδαίων μόνον ἀλλὰ καὶ ἐθνῶν. Ὁ δὲ μὴ εἰδὼς ὅτι ἡ καύχησις ἐξεκλείσθη διὰ τοῦ τῆς πίστεως νόμου, ἐκ τῆς ἀγνοίας καυχήσεται μηδὲ ὑπὸ | Σολομῶντος εἰρημένῳ ἐπιστήσας τοῦτον ἔχοντι τὸν τρόπον· «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ἢ τίς παρρησιάσεται λέγων καθαρ[ὸ]ς εἶναι ἀπὸ ἁμαρτιῶν;» *** ‖ [Rom. 3, 29-30] Ποῖος δὲ Θεὸς τῶν ἐν κρυπτῷ Ἰουδαίων Θεός ἐστιν, ἵνα συμπεριφερομένως αὐτοῖς εἴπω, καὶ τῶν ἑτέρων παρὰ τούτους ἐθνῶν; 170 Εἰ μὲν γὰρ ὁ κατ' αὐτοὺς ἀγένητος, πῶς ἂν εἴη καὶ τῶν ψυχικῶν μὴ γινωσ κόντων αὐτὸν Θεός; Εἰ δὲ ὡς αὐτοὶ χωρίζουσιν ὁ δημιουργός, πῶς ἂν εἴη οὗ|τος τῶν πνευματικῶν Θεός; Πῶς δὲ κατ' αὐτοὺς εἴπερ Θεὸς οὐκ ἔστιν Θεὸς νεκρῶν ἀλλὰ ζώντων εἴη ἂν καὶ τῶν ἐθνῶν ἢ ὡς ἂν ἐκεῖνοι ὀνομά σαιεν τῶν ψυχικῶν Θεός, μὴ τυγχανόντων τῆς τῶν ζώντων προσηγορίας; *** Ἔοικεν δὲ καὶ διὰ τούτων παριστάνειν ὅτι πιστεύσαντες εἰς τὸν Ἰησοῦν εἴτε οἱ περιτεμνόμενοι εἴτε οἱ ἀκρόβυστοι σῴζονται [ὅ]τ̣αν ἔτι οἱ μὲν | ἕτεροι τὰ τοῦ νόμου Μωσέως πράττωσιν κατὰ τὸ δυνατόν, οἱ δὲ λοιποὶ κατὰ τὴν Χριστοῦ ἐλευθερίαν πολιτεύωνται *** Μετὰ ταῦτα ἐπιστήσωμεν τίνι διαφέρει ἡ ἐκ πίστεως δικαιουμένη περι τομὴ τῆς οὐκ ἐκ πίστεως ἀλλὰ διὰ πίστεως δικαιουμένης ἀκροβυστίας. Οὐ γὰρ νομιστέον ὡς ἔτυχεν τὸν Παῦλον ἐπὶ μὲν τῆς περιτομῆς κε|χρῆσθαι τῇ «ἔκ» προθέσει, ἐπὶ δὲ τῆς ἀκροβυστίας τῇ «διά». Οὐδὲ γὰρ ἐν ἄλλοις φαίνεται τῇ διαφορᾷ τούτων ὡς ἔτυχεν χρησάμενος (οἷον ἐν τῇ πρὸς Κορινθίους «Ἡ γυνή, φησίν, ἐκ τοῦ ἀνδρός, ὁ δὲ ἀνὴρ διὰ τῆς γυναικός»), καὶ περὶ τοῦ Θεοῦ που διαλεγόμενος ὅτι «∆ι' αὐτοῦ καὶ ἐξ αὐτοῦ καὶ εἰς αὐτὸν 172 τὰ πάντα». ∆οκεῖ δή μοι οἰκειότερον εἶναι | τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ», καὶ προσεχέστερον τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ». Ἡ μὲν γὰρ πρώτως ἐξ ἀνδρός ἐστιν, οὐδέ ποτε δι' ἀνδρός· οὐ γὰρ ἐξ ἄλλου ποτὲ γυνὴ ἵνα γένηται δι' ἀνδρός, καὶ μάλιστα ἐπὰν ἀκούῃς τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν διὰ τὸ «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς | σαρκός μου». Ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικός· ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὢν μετὰ ταῦτα γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ ἀλλ' ἐπὶ παντὸς ἀνδρὸς μετ' ἐκεῖνον *** πάλιν τε αὖ οὐκ <<ἂν>> εἶπεν ἡ γραφή· Πάντα διὰ τοῦ Θεοῦ ἐγένετο ἀλλὰ Πάντα διὰ τοῦ λόγου καὶ οὐχ ὑπὸ τοῦ λόγου οὐδ' ἐκ τοῦ λόγου *** Ἐπεὶ τοίνυν εὐγενέστερον περιτομὴ ἀκροβυστίας, δικαιοῦται περιτομὴ <ἐκ πίστεως> ὡσπερεὶ βέλτιον τῆς ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως ἵνα δικαιωθῇ, οὐκ ἐλθοῦσα ἐκ πίστεως· πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομήν, καὶ