Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 cod. Vat. gr. 762) Ὠριγένους εἰς τὴν πρὸς Ῥω̣μ̣α̣ίους, τόμος ˉε. [Rom. 3, 5-8] «Εἰ δὲ ἡ ἀδικία ἡμῶν

 μὴ τὰ τοσαῦτα ψεύδη καὶ πιθανὰ παρεισεληλύθει· διὰ τοῦτο [···]ν πῶς 130 ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἀνθρωπίνῳ ψεύσματι <ἐπερίσσευσεν> *** Τὸ δ' ὅμοιον κα

 136 ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου· «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου». Ἀλλὰ πρὸς τοῦτο φήσομεν ἀλλα ‖ ··οσ· [···········]·σ̣π

 σύντριμμα καὶ πᾶσα ταλαιπωρία *** Ταὐτὸν δέ ἐστιν τὸ εἶναι φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν τῷ ἐπιστήμην ἔχειν περὶ φόβου Θεοῦ, ἣν βουλόμενος ἡμᾶς διδ

 προσταττόμενα ὑπ' αὐτοῦ ἐξε τάζων | καὶ τὰ ἀπαγορευόμενα θεωρῶν γινώσκει τὴν ἁμαρτίαν ὑφισταμένην ἐν τῷ παραλείποντι τὰ ποιητέα καὶ ἐν τῷ μὴ ἐκκλίνοντ

 φανερὸν γενήσεται, εἶτα μετὰ τοῦτο τὸ κεκαλυμμένον καὶ δόλιον τῶν ἐναντίων ἀποκαλυφθήσεται καὶ οἱονεὶ ἐλεγχθήσεται *** καὶ πιστεύοντάς | γε Ἰησοῦ Χρισ

 τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς

 καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ | ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κ

 μάλιστα ἥν φησιν ὁ ἀπόστολος τὴν ἐν κρυπτῷ· ὥστε βέλτιον ἐκ πίστεως δικαιωθῆναι ἢ διὰ πίστεως, ὡς βέλτιον νοεῖται τὸ «ἐξ ἀνδρὸς» καθὸ ἐξ ἀνδρός <ἢ> τὸ

 Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι ·η··[············]·ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [··········] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω 180 τοιούτων

 καὶ πάντα τὰ εὐεργετούμενα οὐκ ὀφειλο μένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τῷ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν οὓς ἂν εὐεργετῇ *** Πᾶς

 ὀκταη̣μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰσαάκ *** Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκ

 Χριστὸν πίστιν λογισθῆναι τὴν δικαιοσύνην *** [Rom. 4, 13] Εἰ μὲν γὰρ μηδεμία ἐπαγγελία πρὸς αὐτὸν ἢ τὸ σπέρμα | αὐτοῦ εἴρητο πρὸ τοῦ «Ἐπίστευσεν τῷ Θ

 οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάϊν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες

 ἔδωκεν αὐτῷ χάριν ἐνώπιον τοῦ ἀρχιδεσμοφύλακος». Οὐ γὰρ ταὐτὸν τῷ «Εὗρεν Ἰωσὴφ χάριν ἐνώπιον τοῦ Κυρίου αὐτοῦ» τὸ «Καὶ ἔδωκεν αὐτῷ Κύριος χάριν ἐνώπιο

 φησιν ὁ Παῦλος· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη [οὐκ] ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομον

 τῇ ἑαυτοῦ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων», καὶ φήσει ὅτι οὐκ ἦν ἑκατονταέτης που Ἀβραὰμ τότε *** [Rom. 4,

 ἐδικαιώθη ἀρξαμένης εἶναι ἐν αὐτῷ δικαιοσύνης ἀπὸ τῆς ····· πίστεως λογιζομένης αὐτῷ εἰς δικαιοσύνην *** πῶς χρὴ ἕκαστον τ̣ὰ τοῦ Ἀβραὰμ <ἔργα> ποιεῖν

 γινώσκομεν γὰρ ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ὡς παρὰ πᾶσιν ἂν ὁμολογηθείη ὅτι ἡ ὑπομονὴ δοκίμιον ἐμποιεῖ τῷ ὑπομείναντι *** ∆ιὰ τοῦτο δὲ καὶ ἡ θ

προσταττόμενα ὑπ' αὐτοῦ ἐξε τάζων | καὶ τὰ ἀπαγορευόμενα θεωρῶν γινώσκει τὴν ἁμαρτίαν ὑφισταμένην ἐν τῷ παραλείποντι τὰ ποιητέα καὶ ἐν τῷ μὴ ἐκκλίνοντι τὰ ἀπαγορευόμενα. Ἐπίγνωσις μὲν οὖν ἁμαρτίας διὰ νόμου, οὐ ποίησις δὲ ἁμαρτίας. Τὸ μὲν γὰρ ποιοῦν ἁμαρτίαν πονηρὸν οὖσαν καρπὸν δένδρον ἐστὶν πονηρόν· οὐ δένδρον δὲ πονηρὸν [ὁ] νόμος· οὐ γὰρ πονηρὸν ὁ νόμος, ἀγαθὸν τυγχάνων. Οὕ|τω δὲ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου καὶ μάλισ τα[··]··τῆς ἐσθότε λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα καὶ τοὺς ἀκροθι γῶς ἐν τῇ ἰατρικῇ γενομένους θεωρίᾳ· ὥσπερ οὖν [ἐστιν] ἀγαθὸν ἡ ἰατρικὴ ἐπιστήμη φωρῶσα τὴν νόσον ὅτε διὰ τῆς ἰατρικῆς γίνεται ἐπίγνωσις αὐτῆς, οὕτως ἀγαθὸν | νόμος φωρῶν καὶ ἐλέγχων τὴν ἁμαρτίαν ὅτε δι' αὐτοῦ ἐπί γνωσις αὐτῆς γίνεται *** [Rom. 3, 21- 24] ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ διὰ νόμου ἐπίγνω σις ἁμαρτίας, οὕτως καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται· χωρὶς γὰρ 150 νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται· μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵτινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερεύνητά ἐστι. ∆ιὸ νυνὶ χωρὶς νόμου πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη ἧς διδάσκαλός ἐστιν Ἰησοῦς Χριστὸς φανερῶν αὐτὴν καὶ ἐν μηδενὶ παραλαμβάνων εἰς παρά στασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον (ὁ μὲν γὰρ ἦν ἀνθρώ πινος, ἡ δὲ τοῦ Θεοῦ δικαιοσύνη ὡς Θεοῦ ὑ|περέβαλε καὶ ὑπερῆρε πάντα τὰ ἀνθρώπινα) φανερουμένη <δ'> αὐτὴ χωρὶς τοῦ τῆς φύσεως νόμου ἐμαρτυρεῖτο ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ ἁγίου πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. Καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς οἷον· «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; Ἐπάρατε τοὺς ὀφθαλ μοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισ μὸν ἤδη». ∆ὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθεὶς κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸ σωματικὸν | ἀναφέρεται, κατὰ δὲ τὸ δεύτερον ἐπὶ τὸ πνευματικόν. Τὸ δὲ ὅμοιον εὑρήσεις καὶ ἐπὶ τοῦ ἀπὸ γενητῆς τυφλοῦ θεραπευθέντος, ᾧ ἐπιφέρει 152 σωματικῶς γενομένῳ τὸ «Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται». Οὕτω τοίνυν καὶ νῦν χωρὶς μὲν νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, τοῦ τῆς φύσεως, μαρτυρουμένη δὲ ὑπὸ νόμου τοῦ Μωσέως καὶ τῶν προφητῶν. Εἴποιμεν δ' ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ «Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται» καὶ ἐν τῷ «Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν»· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νό|μου μαρτυρεῖται οὐ χωρὶς τοῦ νόμου πεφανέρωται. Τῇ τοίνυν δικαιοσύνῃ τοῦ Θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος (μικρότερος γάρ ἐστιν αὐτῆς), ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος *** Φυσικὰς μὲν γὰρ ἔχομεν ἀφορμὰς πρὸς σωφροσύνην καὶ τὸ ἐν ἀνθρώποις κοινωνικὸν καὶ δίκαιον καὶ φρόνησιν καὶ ἀνδρείαν, οὐδεμία δὲ ἀφορμὴ ἔστιν πρὸς τὸ πιστεῦσαι ὅτι Ἰησοῦς ‖ ἐστιν ὁ Χριστὸς τοῦ Θεοῦ. ∆ιόπερ νυνὶ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, αὐτὴ δ̣ε`̣ φανερωθεῖσα χωρὶς τοῦ τῆς φύσεως νόμου δικαιοσύνη Θεοῦ, λέγω δὲ ὁ Χριστός, μαρτυ ρουμένη ἐστὶν ὑπὸ τοῦ νόμου Μωσέως καὶ τῶν προφητῶν. 154 Ἕτερον δὲ παρὰ τὸ «Οὐδὲν κρυπτὸν οὐ φανερωθήσεταί» ἐστιν τὸ «Κεκαλυμμένον ὃ οὐκ ἀποκα|λυφθήσεται», ὥστε κρυπτὸν μὲν τὸ κρεῖττον ὠνομάσθαι, κεκαλυμμένον δὲ τὸ χεῖρον, εἴπερ πᾶν τὸ φανερού μενον φῶς ἐστιν. Εἰ δὲ μὴ τοιοῦτόν τι νοήσαιμεν περὶ τὸν τόπον, δόξει ταὐτολογία εἶναι *** πρῶτον τὸ τῶν δικαίων κρυπτὸν