1

 2

 3

 4

3

βασιλεῦσαί σε, ὅπως δειχθῇ, πῶς εἰμι μακρόθυμος. 429 rom9,22 Οὐκ ὀργῆς πάθει ἥλω ὁ θεός. ἄπαγε. ἀλλ' ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου. rom9,28 Τὸ συντελῶν δηλοῖ ὅτι πέρας ἔχουσι πάντες λόγοι γνώσεως καὶ πίστεως θεοῦ, καὶ οὐκ ἔσται ἕτερος μετὰ τοῦτον τὸν νῦν κηρυττόμενον οὐχ ὥσπερ ἦν τὰ Ἰουδαίων καὶ μετέπεσεν εἰς τὰ νῦν, ἀλλ' ἐπὶ συντελείᾳ πάσης πίστεως καὶ παντὸς λόγου δέδοται ὁ νῦν τῆς πίστεως λόγος. ὁ μὲν γὰρ Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος τοῦ θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐαγγελικὸν δίδωσι συντελῶν καὶ συντέμνων, τοῦτ' ἔστιν ἀπαρτίζων ἅπαντα καὶ εἰς τέλος ἄριστον ἄγων. τὸ δὲ λόγον συντελῶν ὡς αἰτίαν τῶν προειρημένων ἀπέδωκεν ἐπειδὴ γὰρ εἶπε· καλέσω τὸν οὐ λαόν μου λαόν μου, ἵνα μή τις εἴπῃ· καὶ τί τοῦτο; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινες οὐ λαός, οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένηται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτω φησὶ λόγον συντελῶν· ἐκεῖνα μὲν γὰρ μετέπιπτεν ἐπὶ τὸ κρεῖττον πάντων ὀφειλόντων μεταρρυθμίζεσθαι, νῦν δὲ οὐκέτι, ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις καὶ ἡ πνευματικὴ νομοθεσία. ἄλλως τε, ἐπειδὴ εἶπεν· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ καὶ τὰ ἑξῆς, ἵνα μὴ εἴπωσιν ὅτι πολλάκις ἐπαγγελιῶν πολλῶν ἀκούσαντες ἢ οὐδ' ὅλως ἐτύχομεν, ἢ μετὰ μικρὸν χρόνον, καὶ γὰρ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν. οὐχ οὕτω καὶ νῦν, φησίν, ἀλλ' ἐὰν βούλησθε, τελεία καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία. rom9,29 ∆ύνῃ δὲ καὶ περὶ Χριστοῦ νοῆσαι τοῦτο· οὕτως ὁ ἐν ἁγίοις Κύριλλος. 430 rom11,9-10 Τὸ αὐθαιρέτως μέλλον παρ' αὐτῶν γίνεσθαι ὡς ἐν κατάρας λέγει μέρει· ἐπειδὴ γάρ, φησίν, οὐκ ἠβουλήθησαν τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν, μηδὲ ἴδοιεν. Τὸ μέλλειν αὐτοὺς ὑπὸ Ῥωμαίους γίνεσθαι δηλοῖ, τὸ δὲ διὰ παντὸς ὡς οὐδὲ ἐλευθερωθεῖέν ποτε σημαίνει. rom11,15 Ἢ τοῦτό φησιν· τίς ἔσται ἡ πρόσληψις αὐτῶν, εἰ μὴ ἵνα εἴπωμεν ὅτι ἀποθανόντας αὐτοὺς ταῖς ἁμαρτίαις ζωοποιεῖ ὁ προσλαμβάνων θεός. rom11,16 Ἢ ὅτι αὐτοὺς ἁγίους καλεῖ, προτρέπων εἰς τὴν πίστιν, ὡσεὶ εἶπεν· ἐπιτήδειοί ἐστε καὶ πρέποντες, τὸ θέλειν ὑμῖν λείπει μόνον. rom11,28-29 Εἶτα ἐπειδὴ ἐναπομεμενήκασι τῇ ἀπιστίᾳ καὶ διὰ τοῦτο οὔκ εἰσιν ἀγαπητοί, ἀσφαλῶς λαλῶν φησιν· διὰ τοὺς πατέρας, ὡσεὶ εἶπεν· εἰ καὶ αὐτοὶ διὰ τὴν ἀπιστίαν οὐκ ἀγαπητοί, διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται, ὅθεν καὶ σωτηρίαν ἐκδέχονται. κλῆσιν δέ φησι τὴν περὶ τὸ ἔθνος γεγενημένην. rom12,1-2 Ἢ ὅτι μὴ συμμεταβάλλεσθε τοῖς καιροῖς. Καὶ πῶς ἄν τις ἑαυτὸν προσενέγκῃ θυσίαν ζῶσαν; πῶς μὴ συνσχηματίζεσθε, τοῦτ' ἔστι μὴ τυποῦτε ἑαυτοὺς κατὰ τὸ σχῆμα τοῦ κόσμου τούτου; οὐδὲν γὰρ ὑγιὲς ἔχει ἢ μόνιμον· διὸ καὶ σχῆμα αὐτὸ καλεῖ, δηλῶν τὸ μὴ μένον· εἰπὼν δὲ τοῦτο δηλοῖ τὸ ἐπίκαιρον. 431 rom14,5 Οὐ δεκτέον τὸ ῥητὸν ἐπὶ δόγματος πίστεως, ὅμως καὶ αὐτὸς αὐτὸ λέγει. rom14,11-12 Εἴρηται περὶ τοῦ θεοῦ καὶ πατρὸς ὅτι αὐτὸς κρινεῖ οὐδένα, τὴν δὲ κρίσιν δέδωκεν τῷ υἱῷ. δῆλον οὖν ὡς περὶ τοῦ κριτοῦ εἴρηται τῷ Παύλῳ τὸ ἐξομολογήσεται τῷ θεῷ καὶ τὸ λόγον δώσει τῷ θεῷ· ἄρα θεὸς ὁ Χριστός, κἂν οἱ ἀσεβεῖς μὴ βούλωνται. rom14,15 Ὧι δὲ συμβουλεύει καὶ τοὺς πιστοὺς ἀπέχεσθαι βρωμάτων διὰ τὴν τῶν ὀλιγοπίστων συγκατάβασιν, ὅπερ καὶ παριὼν λέγει. Καλῶς μὲν διδάσκεις, ἀλλ' ἡ μάχη βλασφημίας αἰτία γίνεται. rom14, Ὁ θεὸς διὰ τοῦ σταυροῦ ᾠκοδόμησεν, σὺ τοίνυν καταλύεις τὴν οἰκοδομὴν τοῦ θεῦ. rom15,8 Ἔνι δὲ καὶ οὕτως νοῆσαι· διάκονος, φησί, γέγονεν ὁ Χριστὸς τῶν Ἰουδαίων, τοῦτ' ἔστι διάκονος γέγονεν ὑπὲρ τοῦ τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν, καὶ ἵνα ὁ ταύτας ἐπαγγειλάμενος πατὴρ ἀληθεύσῃ. rom15,29 Ἢ οὕτως· οἶδα ὅτι ἐρχόμενος πρὸς τὸ πληρῶσαι ὑμᾶς τῆς ἐκ τοῦ εὐαγγελίου εὐλογίας ἐλεύσομαι, τοῦτ' ἔστι πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς ἀλείψω. 432 rom16,25-26 Ἵνα οὕτω ζῶσιν, φησίν, ὡς τὸ εὐαγγέλιον διαγορεύει. Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, μόνῳ σοφῷ θεῷ στηρίξαι δὲ πῶς; διὰ Ἰησοῦ Χριστοῦ δόξα, φησίν, εἰς τοὺς αἰῶνας.