1

 2

 3

 4

2

ἔμειναν οἱ ἄνθρωποι. ἡ δέ γε Χριστοῦ χάρις καὶ ἄνευ τῆς ἡμῶν συνεργείας εἰς πάντας ἀφίκετο, καὶ τοῦτο δηλοῖ τὸ τὴν χάριν τῆς ἀναστάσεως μὴ μόνον εἰς τοὺς πιστοὺς ἐνεργεῖσθαι, τοὺς οἷον δόξαντας τὴν πίστιν συνεισφέρειν, ἀλλὰ καὶ εἰς τοὺς ἀπίστους οἷον Ἰουδαίους καὶ Ἕλληνας. μεῖζον οὖν τὸ μὴ προσδεηθὲν τῆς ἀφ' ἡμῶν συμμαχίας τοῦ δεηθέντος καὶ τῆς ἡμῶν αὐτῶν εἰς τὸ ἰσχύσαι συνεργείας. 426 rom5,15β Περισσείαν φησὶ τὴν δαψίλειαν· τοῦτο δὲ κατασκευαστικόν ἐστι τοῦ πάντως ἐν ζωῇ βασιλεῦσαι, ὅσῳ καὶ ἡ χάρις οὐ φειδωλῶς οὐδὲ μεμετρημένως ἐδόθη, ἀλλ' ἐκ περισσείας. rom5,19 Ἢ διὰ τὸ τάξει καὶ εἱρμῷ εἰς πάντας τοὺς τοῦ γένους διαβῆναι τὴν τοῦ προπάτορος ἁμαρτίαν, πάντων κατά τινα μίμησιν καὶ διαδοχὴν ἐπιτελούντων αὐτήν. rom6,5 Καὶ ὅρα ἀγαθότητα θεοῦ· τὸν μὲν θάνατον τοῦ κυρίου ὡς ἐν εἰκόνι ἀπεθάνομεν, τῆς δὲ ἀναστάσεως ἀληθῶς κοινωνήσομεν. rom6,9 Πῶς γὰρ δι' ὃν καὶ οἱ λοιποὶ ζησόμεθα, συναναπεμπόμενον τοῦ ὅλου τῇ ἀπαρχῇ ἡμῶν; rom6,10 Καὶ οὕτω νοήσεις, ὥσπερ λέγομεν ἐπὶ τοῦ καθ' ἡμᾶς ἀνθρώπου· ἀπέθανε τῇ σαρκί, ζῇ δὲ τῇ ψυχῇ, κατὰ δοτικὴν ἀποδιδόντες τὸν λόγον· οὕτω, μοὶ νόει, τῷ θεῷ ζῇ, τοῦτ' ἔστι τὸ εἶναι θεός, οὐκ ἐπειδὴ καὶ τῷ εἶναι ψυχῇ οὐκ ἔζη, ἀλλὰ τὸ ἀμαχώτερον ἔθηκεν, τὸ εἶναι αὐτὸν θεόν. rom7,14 Πνευματικός· δῶρόν φησι τοῦ ἁγίου πνεύματος καὶ ὥσπερ ὑπαγόρευσις. rom7,18 Τάχα δὲ καὶ τὸ οὐκ οἰκεῖ ἐν ἐμοὶ ἀγαθὸν τὸ αὐτεξούσιον δείκνυσιν, καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ' ἄμφω, τό τε ἀγαθὸν καὶ τὸ κακόν, ῥοπῆς· τὸ γὰρ οὐκ οἰκεῖ ταὐτὸν ἂν εἴποι τις τῷ· οὐκ 427 ἀποκεκληρωμένον καὶ ἀνάγκῃ τινὶ παραμένον μοι ἔχω τὸ πράττειν τὰ ἀγαθά, ὥστε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν· τοῦτο γὰρ ἡ οἴκησις, ἡ εἰς ἀεὶ διαμονὴ καὶ οἷον ἐγκάθισις. ἐπὶ μὲν τοῦ ἀγαθοῦ οὐκ εἶπεν οἴκησιν, ἐπὶ δὲ τῆς ἁμαρτίας εἶπεν· λοιπὸν γὰρ ἐκ τοῦ διαμαρτάνειν εἰς ἕξιν τινὰ τῆς ἁμαρτίας ἤλθομεν, ἡ δὲ ἕξις ἴση τῇ φύσει γίνεται. καὶ οὐκ εἶπεν ἡ ἐρριζωμένη ἐν ἐμοὶ ἁμαρτία, τὸ ἐμπεφυκὸς κακόν, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία, ἵνα μηδεὶς φυσικὴν τὴν ἁμαρτίαν νομίσῃ, ἀλλ' ὥσπερ ἐπὶ οἰκήτορος ὡς εἰσῆλθεν ἐξελθεῖν δυναμένην. τὸ δ' αὐτὸ καὶ συνηγορία τοῦ σώματος· οὐ γὰρ ἡ τῶν οἰκούντων κακία τῆς φύσεως τοῦ οἴκου διαβολή· τί γὰρ παρὰ τὸν οἶκον, εἰ λῃστὴς ἐν αὐτῷ τις κατοικεῖ; rom7,23-24 Καλῶς εἶπεν· αἰχμαλωτίζοντά με· μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας καὶ τῶν τοῦ νόμου ἐπιταγμάτων, ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῇ ἁμαρτίᾳ, ἄπεισι νικήσασα ἡ ἁμαρτία, αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄνθρωπον. rom8,9 Κοινὸν γὰρ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα. rom8,15 Τάχα δέ, εἰ καὶ οἱ Ἰουδαῖοι θεοὶ ἐκαλοῦντο καὶ υἱοὶ θεοῦ, ὥσπερ τὰ παρ' αὐτοῖς πάντα τύπος ἦν τῶν ἡμετέρων, οὕτω καὶ ἡ υἱοθεσία· οὔτε γὰρ κυρίως ἐκλήθησαν ἀλλὰ τυπικῶς υἱοί, οὔτε καθολικῶς πνεῦμα ἔλαβον. rom8,21 Εἰς τὴν ἐλευθερίαν οἷον διὰ τὴν ἐλευθερίαν τῆς δόξης, τοῦτ' ἔστι δι' ἡμᾶς ἔσται καὶ ἡ κτίσις ἄφθαρτος· ὥσπερ γὰρ δι' ἡμᾶς γέγονε φθαρτή, οὕτω πάλιν δι' ἡμᾶς ἔσται ἄφθαρτος. 428 Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς τὴν αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις ἐλεύσεται, οἷον ἐκ φθαρτῆς ἄφθαρτος γινομένη. rom8,23 Τότε γὰρ τὰ τῆς υἱοθεσίας ἀποτελέσματα. rom8,26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα φροντίσει σου, εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ. Τοῦτο νῦν ὁ διάκονος πληροῖ λιτανεύων. rom8,34 Καὶ οὕτω δύνῃ νοῆσαι ὡς πρὸς τὸ κατὰ πόδα τοῦ ῥητοῦ· εἰ τὸ πνεῦμα, φησίν, ἀντιλαμβάνεται, εἰ ὁ πατὴρ ἐδικαίωσεν, τίς ὁ κατακρῖναι δυνάμενος; ὑπολείπεται, φησίν, ὁ υἱός. ὁ υἱὸς οὖν, φησίν, ἔχει κατακρῖναι, καίτοι τοσοῦτον ἀγαπᾷ ὡς καὶ θάνατον αἱρήσασθαι ὑπὲρ ἡμῶν, καὶ ὢν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ εἰς τὴν ἰδίαν ἐπανελθὼν δόξαν οὐκ ἐπαύσατο τῆς πρὸς ἡμᾶς ἀγάπης, ἀλλὰ καὶ παρακαλεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν· τοῦτο γὰρ δηλοῖ τὸ ἐντυγχάνει. τὴν δὲ παράκλησιν οὕτω νόει· αὐτῷ τῷ ἐνηνθρωπηκέναι παρακαλεῖ τὸν πατέρα ὑπὲρ ἡμῶν. rom9,17 ∆ύναμις θεοῦ ἡ μακροθυμία, καὶ δύναμις μεγίστη· τίς γὰρ οὐκ ἂν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ θεοῦ; φησὶν οὖν ὅτι εἰς τοῦτο συγκεχώρηκα