Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεόδοτον δέ τινα μοναχόν, ἐγκλειστὸν τὸ πρότερον κατὰ τὰ Θρᾳκῷα τοῦ Στενοῦ λεγομένου πόρου γεγονότα, τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες γενικὸν λογοθέτην καλοῦσι, κατέστησεν, ὃς ὑπερβολῇ ὠμότητος οὐ τοὺς ὑπ' αὐτὸν μόνον χρήματα ἔπραττε, μετεώροις σχοινίοις ἀναρτῶν καὶ ἀχύροις περικαπνίζων, ἀλλ' ἤδη καὶ ἑτέρους περιφανεστέρους ἄνδρας δημεύων καὶ ἀφορήτους ποινὰς ἐπιφέρων ἀπέκτεννεν. Λεόντιον δέ τινα πατρίκιον ἐκ τῆς τῶν Ἰσαύρων ὁρμώμενον χώρας καὶ στρατηγὸν γενόμενον τοῦ ἀνατολικοῦ καλουμένου στρατεύματος, εὐδόκιμόν τε ἐν πολλοῖς πολλάκις γενόμενον, καὶ αὐτὸν ὑποφρούριον τρισὶ χρόνοις Ἰουστι 38 νιανὸς ἐποίησεν· εἶτα τῆς φρουρᾶς λύσας στρατηγὸν τῆς 38 Ἑλλάδος προβάλλεται, αὐθημερὸν ἀναγκάσας τοῦ Βυζαντίου ἀπαίρειν. πρὸς ὃν γίνονται φίλοι τυγχάνοντες ἀωρὶ τῆς νυκτὸς Παῦλός τις μοναχὸς τῆς Καλλιστράτου μονῆς ὑπάρχων, ἀστρονόμος τὴν ἐπιστήμην, καὶ Γρηγόριος μοναχὸς καὶ ἡγούμενος ἐν τῇ Φλώρου μονῇ, Καππαδόκης τὸ γένος, ὡς προπέμψοντες. αὐτὸς δὲ ἰδὼν ἐνεκάλει λέγων ὡς "μάτην μοι τὰ τῆς βασιλείας προεμαντεύσασθε· νῦν γὰρ ἐνθένδε ἀποχωροῦντα τὸ τέλος με τῆς ζωῆς πικρὸν καταλήψεται". οἱ δὲ τῆς ὁδοῦ εἶργον, βέβαια παρεχόμενοι ὡς εἰ μὴ ὀκνήσειεν τῆς ἐξουσίας κρατήσειεν. τούτοις πεισθεὶς εὐθὺς ἐπικομίζων τινὰς τῶν ὑπηρετῶν ἔτι τῆς νυκτὸς ἐφισταμένης καὶ ὅπλα ἀνελόμενος εἰς τὸ πραιτώριον ἄνεισιν ἡσυχῇ. καὶ σημηνάντων ὡς τὸν βασιλέα παρεῖναι ἐν τοῖς ἐκεῖσε πρᾶξαι τὰ κατὰ γνώμην, ὁ τοῦ πραιτωρίου ὕπαρχος ὑπήντα διανοιγνὺς τὰς πύλας· ὃν αὐτίκα χεῖρας καὶ πόδας ἐπέδησεν. ἐντὸς δὲ γενόμενος Λεόντιος πάντας τοὺς καθειργμένους ἔλυσε καὶ ὁπλίσας ἐπὶ τὸν καλούμενον Φόρον ἐξώρμησε· κἀκεῖθεν σκεδαννυμένους ἀνὰ πάντα μέρη τῆς πόλεως βοῇ κράζειν ἐκέλευσε πάντας Χριστιανοὺς εἰς τὸ ἱερὸν τῆς Σοφίας παραγενέσθαι. ἐξ ὧν πᾶν τὸ πλῆθος θορυβηθὲν σπουδῇ πρὸς τὸν λουτῆρα τῆς ἐκκλησίας ἠθροίζετο. ὁ δὲ σὺν τοῖς μοναχοῖς καὶ ἑτέροις τῶν φίλων πρὸς Καλλίνικον τὸν τηνικαῦτα ἱεράρχην τῆς πόλεως ἔρχεται, καὶ βιάζεται κατελθεῖν καὶ φωνῆσαι πρὸς τὸν λαόν "αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος". τὸ δὲ πλῆθος Ἰουστινιανὸν ἐδυσφήμει. καὶ οὕτως ἅπαντες ἐπὶ τὸν χῶρον τῆς ἱπποδρομίας ᾤχοντο. ἡμέρας δὲ ἐπιγενομένης ἐκφέρουσιν Ἰουστινιανὸν πρὸς αὐτούς. καὶ τῆς πληθύος βοώσης βασιλέα 39 ξίφος διαδέχεσθαι, Λεόντιος τοῦ αἵματος αὐτοῦ φεισάμενος διὰ τὴν πρὸς Κωνσταντῖνον τὸν πατέρα αὐτοῦ ἀγάπην, τεμὼν τὴν γλῶτταν καὶ τὴν ῥῖνα ἐν Χερσῶνι τῇ πόλει ἐξώρισε, δέκατον ἤδη ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα. Λεόντιος δὲ ὑπὸ τοῦ πλήθους βασιλεὺς ἀναγορεύεται. Στέφανον δὲ τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν μοναχόν, δι' ἣν ὑπέμεινε παρ' αὐτῶν κάκωσιν, καὶ ἄκοντος τοῦ βασιλέως συλλαβόμενοι καὶ τῶν ποδῶν ἐξαναρτήσαντες διὰ σχοίνων συρέντας πρὸς τὴν καλουμένην τοῦ Βοὸς ἀγορὰν πυρὶ παραδεδώκεσαν. καὶ τὰ μὲν ἐν Κωνσταντινουπόλει οὕτω διέκειντο. Ἡ δὲ ὑπὸ Ἀφρικὴν Καρχηδὼν πρῴην ὑπὸ Ῥωμαίοις τελοῦσα τότε ὑπὸ χεῖρα τῶν Σαρακηνῶν γίνεται, πολέμῳ παρ' αὐτοῖς ληφθεῖσα. τοῦτο διαγνοὺς Λεόντιος ἅπαντα τὰ Ῥωμαϊκὰ ἐξώπλισε πλόϊμα, στρατηγόν τε ἐπ' αὐτοῖς Ἰωάννην τὸν πατρίκιον ὡς ἔμπειρον τῶν πολεμίων προχειρισάμενος πρὸς Καρχηδόνα κατὰ τῶν Σαρακηνῶν ἐξέπεμψεν· ὃς ἐκεῖσε παραγενόμενος τοὺς μὲν ἐν αὐτῇ τῶν Σαρακηνῶν πολέμῳ ἐτροπώσατο, τὴν δὲ πόλιν Ῥωμαίοις ἀνεσώσατο, καὶ τἆλλα πάντα τὰ ἐκεῖσε πολίσματα τῆς τοῦ ἔθνους ἀπαλλάξας ἐξουσίας καὶ στρατὸν ὁπλίτην πρὸς φυλακὴν ἐν αὐτοῖς ἐγκαταλείψας αὐτοῦ διεχείμαζεν. ὁ δὲ τῶν Σαρακηνῶν βασιλεὺς ταῦτα μεμαθηκὼς πλείονα κατ' αὐτοῦ ἐκίνησε πόλεμον, δι' οὗ καὶ τὸν μὲν Ἰωάννην σὺν τῷ περιόντι αὐτῷ Ῥωμαϊκῷ στόλῳ ἐξώθησε, καὶ τὴν Καρχηδόνα παραλαμβάνει πάλιν καὶ τὰ περὶ αὐτὴν πολίσματα. ὁ δὲ Ἰωάννης ἀφορμήσας πρὸς βασιλέα ἀνήγετο, ἐν δὲ τῇ νήσῳ Κρήτῃ