Breviarium historicum de rebus gestis post imperium Mauricii

 ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων

 βασιλίσσης ἀθέσμως συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο κίνδυνον· ἡ δὲ δήπ

 ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατ

 δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε. Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα ε

 δὲ αὐτῷ ἀπελογεῖτο ὡς εὖ μὲν ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ 15 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ' ἡμῖν δὲ τὸ λοιπὸν κείσεται τὰ τῆ

 ληϊζόμενος. καὶ Σάρβαρος μὲν τὸ γράμμα δεξάμενος τῆς προσεδρίας εἴχετο. Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ Ἡράκλειος πρὶν Πέρσας ἐκστρατ

 καὶ συνήγαγες. καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν 20 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς Ἡράκλειον διαπρεσβεύετ

 ἅπαντες. ὑψωθέντων δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερνῶν (ἱερὸν δὲ αἱ Βλαχέρν

 βαπτισθησομένῳ καὶ Χριστιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τούτων Ἡράκλειος οὐδενὸς ἠ

 μητέρα καὶ βασίλισσαν. ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέρας ἕξ. θάπτετα

 ἐκ τοῦ σωτηριώδους βαπτίσματος 30 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πόλεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο ὡς οὔτε δι'

 πλεῖσται ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκροτουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ. χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακ

 πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες· καὶ τῶν

 χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ γραμματισταὶ ἐπιθέμενος. Θεό

 γενόμενος ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστασιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατεχόμενος πρὸς βασιλέα παραγενέσθαι. δ

 ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνατολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν. Ἀψίμαρον

 Στέφανον δέ τινα πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγεμόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺ

 τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλούμενον πεδίον τοῦ ∆αματρῦ ἱδρύσασθαι παρεκέλευεν. α

 διάγοντος. τῇ ἐπαύριον (ἡμέρα ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀναγορεύουσιν εἰ

 δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν. Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βα

 δὲ πρὸς ταῖς ἀκταῖς τοῦ λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς τὸ Βυζάντιον

 ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξεπόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας

 τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν ἔρριπτο.

 Θρᾳκικὰ περαιοῦται χωρία καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις ἀνάγκῃ, ὥστε

 τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν. Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς ὑπὸ Ῥ

 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους ἀνεῖλε. μετ' οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ' αὐτῶν ἐστράτευεν. οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ ε

 ἐκ σειρᾶς τὴν κυρείαν τὴν ἐπ' αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ ἐφ' ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ τὸ ἐκ νεότητος θράσος

 τοῖς ἱεροῖς πίναξιν, ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ τῶν μελῶν ἕτερα τοῦ σ

 ἀγῶνα ἱππικὸν ἐπετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν· πολλῶν τε παρὰ

 ἀπανθρωπίας νόσος ἐκρίνετο. Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κωνσταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Νικήτας ὁ τῆς πόλεω

ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φανείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρατύνασθαι, ὅπλα κατ' ἀλλήλων αἴρεσθαι καὶ πημαίνειν οὐκ ἐν δίκῃ καὶ κακοῦν τὸ ὑπήκοον. ἐξ ὧν τί συμβαίνει; εἰ μὲν τὸ ὁμόγνωμον καὶ εἰρηνικὸν θήσεσθε, εὐδαίμονά τε ἑκάτερον ὑμῶν τῶν ἄλλων ἀνθρώπων μᾶλλον ὑπάρξαι, ζηλωτούς τε καὶ ἀξιαγάστους ἐς τὸν ἅπαντα βίον δείκνυσθαι· εἴς τε τὸ ἄμοχθον καὶ εὔθυμον ὁ πόνος ὑμῖν καὶ ἡ φροντὶς περιστήσεται. εἰ δ' αὖ γε ταυτὶ μεθιέμενοι καὶ ἡλίκον οἷον ἀγαθὸν τὴν εἰρήνην ἐκποδὼν ποιήσασθαι ἕλοισθε, καὶ οὐδὲν ὅτι ὀνησιφόρον λογίσασθαι ὑμῖν οἶσον, δυσμένειαν δὲ τὴν εἰς ἀλλήλους καὶ τὸ ἔχθιστον ἀνθῃρημένοι, πολέμων μὲν ὡς πλείστων, ὅπερ ἀπηχὲς καὶ ἀπώμοτον, παραίτιοι γενήσεσθε, ἱδρῶτάς τε καὶ πόνους ὡς τὸ εἰκὸς ἀνελέσθαι μεγίστους, πολλὰ δὲ σώματα προϊέμενοι δαπανήσετε χρημάτων τε ἀνάλωσιν ὡς πλείστην ποιήσεσθε· καὶ ἁπαξαπλῶς εἰς μέγα κακοῦ τὸ τοῦ πολέμου ὑμῖν πέρας ἥξει. οἷα δὴ καὶ νῦν ὁρᾶν ὑμῖν πάρεστιν, ἀφ' ὧν ἔγωγε εἰς τὴν Ῥωμαίων εἰσβαλὼν γῆν, τὰ δεινότατα εἶδε καὶ πέπονθεν. ἐντεῦθεν οὖν λελείψεται τὰ τῶν πολιτειῶν οἰκτρότατα καὶ ἀθλιώτατα διακείσεσθαι". ταῦτα διώμνυτο λέγων αὐτὸς καὶ 11 ὡς ἐν σπουδῇ τίθεσθαι τὰς πολιτείας Ῥωμαίων τε καὶ Περσῶν εἰς τὸ τὰ συμβατήρια ἥκειν. ταῦτα ἐπιτελῆ ποιήσειν ὅγε ἐπήγγελτο, καὶ, ὡς τῶν ὀμωμοσμένων τὰ πιστὰ δοίη, προσέφερε, ὅτι γε δὴ ταῦτα καὶ Χοσρόῃ βουλομένῳ [αἱρετέα] εἴη. "εἴ τι οὖν μοι" φησὶ "πείθεσθαι ἔχοιτε, αὐτίκα δὴ μάλα τοὺς ὡς Χοσρόην πρεσβευσομένους τούτων ἕκατι ἅμα ἐμοὶ ἐκπέμποιτε, (πεισθείη δ' ἄν μοι καὶ αὐτός, εὖ οἶδα, εἰς τοῦτο γνώμης καθιστάμενος) σπείσεσθε μεθ' ὑμῶν καὶ τὴν εἰρήνην τὸ λοιπὸν εἰς τὸν ἅπαντα χρόνον βεβαίαν τε καὶ ἀκραιφνῆ καταστήσεσθε". Βασιλεὺς δὲ Ἡράκλειος, ἐπεὶ τοῦτ' οὖν ἐπέπυστο, τῷ προσηνεῖ καὶ θελκτηρίῳ τῶν λόγων συνηδόμενός τε καὶ κατακηλούμενος, ὑπέσχετο εἰς ἅπαντα πράσσειν ἑτοιμότατά τε καὶ σπουδαιότατα. καὶ οἷς ἐβουλεύετο τούτων πέρι συνέπραττόν τε μάλιστα καὶ συνῄνουν ὁ ἱερομύστης τε καὶ οἱ ἐν τέλει. καὶ ὅτι τάχιστα οἱ διαπρεσβευσόμενοι ἐξελέγοντο, Ὀλύμπιος μὲν ὁ τὴν τῶν ὑπάρχων τῶν πραιτωρίων διέπων ἀξίαν, Λεόντιος δὲ ὁ τῆς πόλεως ὕπαρχος, Ἀναστάσιός τε ὁ τὴν οἰκονομίαν τοῦ μεγίστου ἱεροῦ, ᾧ Σοφία ὁ θεῖος λόγος ἐπώνυμον, τῶν πραγμάτων πεπιστευμένος. τούτους παραλαβὼν Σάϊτος καὶ ἄρας ἐκ Χαλκηδόνος ὀπίσω ἀπήλαυνε καὶ πρὸς τὰ Περσικὰ ἤθη ἐχώρει· καὶ ἕως μὲν τῆς Ῥωμαίων ἐπέβαινε γῆς, διὰ τιμῆς ἦγε καὶ θεραπείας ἠξίου, τῇ Περσικῇ δὲ ἐμβαλὼν πέδας τὰς ἐκ σιδήρων αὐτοῖς περιθέμενος δεσμώτας παρὰ Χοσρόην ἐκόμισε. Χοσρόης δὲ ἐπεὶ ἔγνω ὡς Σάϊτος Ἡράκλειον ὡς βασιλέα εἶδέ τε καὶ τετίμηκεν, ἀλλ' οὐ δοριάλωτον ἑλὼν ὡς αὐτὸν ἤγαγεν (ἐν τούτῳ γὰρ αὐτῷ τὰ τῆς ἐλπίδος ὠνειροπολεῖτο καὶ ἔκειτο), μεγάλα τε ἐπ' αὐτῷ ἠγανάκτει καὶ τέλος εἰς ἀσκὸν αὐτῷ ἀπέδειρε τὴν δοράν, πικρὸν αὐτῷ καὶ βίαιον καταστήσας τὸν θάνατον. Ῥω 12 μαίων δὲ τοὺς πρεσβευτὰς ἰδίᾳ διαστείλας ὡς ἕκαστον φρουραῖς ἀσφαλεστάταις ἀπέθετο καὶ ἐκάκου τὰ μέγιστα. Ταῦτα οὐ μικρῶς ἠνία τὸν βασιλέα καὶ ἐπετάραττεν. ἐφ' οἷς καὶ λιμὸς τηνικαῦτα τῇ πολιτείᾳ ἐπεφύη βαρύτατος· οὐ γὰρ ἡ Αἴγυπτος αὐτοῖς τὸ λοιπὸν ἐπεσίτιζεν, ἐξ οὗ καὶ τὰ πλεῖστα τῶν βασιλικῶν ἐπελελοίπει σιτηρεσίων. ἐν τούτοις καὶ νόσος λοιμώδης τοῖς ἐν τῇ πόλει ἐνσκήψασα θανάτῳ τὰ πλήθη τὰ ἐν αὐτῇ διέφθειρεν. ὧν ἁπάντων ἕνεκεν πολλὴ δυσθυμία καὶ ἀπορία τῷ κρατοῦντι περιεκέχυτο. καὶ οἴχεσθαι διὰ ταῦτα πρὸς Λιβύην βουλομένῳ ἦν. καὶ αὐτόθι χρήματα τέως πλεῖστα χρυσόν τε καὶ ἄργυρον καὶ λίθων τοὺς τιμιωτάτους προύπεμπεν· ὧν οὐκ ὀλίγιστα καταίροντα κλύδωνι μεγίστῳ περιπεπτώκει καὶ τοῖς ποντικοῖς ῥείθροις βρύχια γέγονεν. ταῦτα τοίνυν τῶν πολιτῶν αἰσθόμενοι, ὡς δυνατὰ ἦν αὐτοῖς, διεκώλυον. ὁ γοῦν ἱεράρχης ἐπὶ τοῦ ἱεροῦ τοῦτον καλέσας ὅρκοις ἐνταῦθα περιεδέσμει ὡς ἥκιστα τῆς βασιλευούσης ἐξίστασθαι. οἷς εἴξας τὰς μὲν παρούσας τύχας ἀπωλοφύρετο, τὰς