τοῖς τύμμασι τῶν δοράτων καὶ τῶν ἄλλων πολεμικῶν ὀργάνων συνεχῶς αὐτὸν ἐπιπλήττοντες. ἀλλ' ἐκεῖνος βρυγμῷ λέοντος κατ' αὐτῶν ἐξορμῶν, καὶ τοὺς ἐπεισπεσόντας ἐξαισίοις ἀναχαιτίζων πληγαῖς, ὁδὸν ἑαυτῷ ἐποίει καὶ πρόσβασιν ἑκατέρωθεν. καὶ μετὰ τὸ γνῶναι πάντας τὸ τούτου ἀκρατὲς καὶ πρὸς τὰς ἀνδραγαθίας εὐσταθὲς καὶ ἀνίκητον, οὐκέτι πρὸς ἀντικαταστάσεις ἀγχεμάχων ἀπὸ χειρῶν εἰς χεῖρας πρὸς μάχην αὐτῷ συνίσταντο, ἀλλὰ χορείαν μονονουχὶ συστησάμενοι σὺν θαύματι μεγάλῳ δι' ἑκηβόλων ὀργάνων τὸν πόλεμον συνερρήγνυον, ἕως αὐτὸς τοῖς ὑποχωροῦσιν ἐπιφερόμενος ἧτταν αὐτῶν μεγίστην καὶ τροπὴν ἀπειργάσατο· καὶ τοσοῦτον ὅτι μετὰ τὴν νίκην ἀπιδὼν πρὸς τὸ πλῆθος τῶν πεσόντων καὶ τῶν φευγόντων, καὶ οἷον αὐτῷ ἔργον ὑπὲρ ἀνθρωπίνην ἰσχὺν ἐξείργαστο, σκοτοδινίας πλησθεὶς καὶ φύσεως ῥευστῆς εἶναι, τοῖς ἀνθρωπίνοις δεινοῖς καὶ πάθεσι κατακλινομένης, ὑποδεικνύς, αὐτομάτως ἐκ τοῦ ἵππου πρὸς γῆν καταρρεύσας συννένευκε, διάβροχος μὲν καὶ λελουμένος ὢν τῷ τῶν πολεμίων ἀπλέτῳ καὶ ποταμίῳ αἵματι, οὐχ ἧττον δὲ καὶ τῷ οἰκείῳ καὶ 233 μαρτυρικῷ περιρρεόμενος λύθρῳ. ἐθαύμασαν αὐτὸν ὑπερφυῶς καὶ ὑπερηγάσθησαν τό τε πολέμιον καὶ πᾶν τὸ Ῥωμαϊκόν, καὶ δῆμοι πάντες ἀνθρώπων πρὸς τοῦτο ἐξεθαμβήθησαν. τὸ δὲ γένος τῶν Θετταλῶν ἑώρτασε μὲν ὑπὲρ ἅπαντος τὴν τῆς πόλεως λύτρωσιν, ἔθυσε δὲ θεῷ καὶ τῷ μεγαλομάρτυρι ∆ημητρίῳ τὰ σῶστρα, ἔθυσε δὲ καὶ αὐτῷ τῷ τούτου θεράποντι Μιχαὴλ τῷ Βοτανειάτῃ τὴν ἐξ ἰσοθέων ἀγώνων ἐπινίκιον εὐφημίαν καὶ εὔκλειαν. ἐζήτει δὲ τὸν ἀθλητὴν ἡ σωθεῖσα πόλις δι' αὐτοῦ, καὶ διὰ σπουδῆς ἐποιεῖτο τὴν τούτου εὕρεσιν. καὶ ζητοῦσα σὺν ἐπιμελείᾳ καὶ διαδρόμῳ πολλῷ εὗρεν αὐτὸν κείμενον ἐν ὡπλισμένῳ καὶ ἀνδρείῳ φρονήματι, καὶ τὸ ξίφος τοῖς δακτύλοις περιεχόμενον καὶ μηδαμῶς ἀφιέμενον, ἕως μετὰ πολλῆς θεραπείας καὶ τεχνικῆς ἐπιστήμης ἀφῆκε μὲν τὸ ξίφος ἡ χείρ, τῶν ὀνύχων τῇ παλάμῃ προσηλωθέντων αὐτοῦ τῷ ἐμμανεῖ τῆς κατὰ τῶν πολεμίων ἐπείξεως, αὐτὸς δὲ δορυφορούμενος, καὶ μεγίσταις εὐφημίαις καὶ κρότοις καὶ δορυφόρων ἀλαλαγμοῖς καὶ ἐγκωμίων πλοκαῖς καταστεφόμενος ὡς ἀριστεὺς ἀπαράμιλλος, εἰς τὴν πόλιν ἐθριάμβευσε, τοῦ κάρου ἤδη ἀνενεγκών, καὶ πᾶσαν τὴν Ῥωμαίων χαρᾶς καὶ θυμηδίας πεπλήρωκεν. ὁ δὲ τὰ σκῆπτρα τῆς ἀρχῆς ἐγκεχειρισμένος κύριος Βασίλειος, ἀναφέρων μὲν καὶ πρὸς τὸ τοῦ γένους αὐτοῦ ἐπίσημον καὶ περίδοξον, ἀναφέρων δὲ καὶ πρὸς τὰς πατρῴας ἀνδραγαθίας, καὶ τὴν τοῦ 234 παρόντος κατορθώματος ἐκπληττόμενος ἀσύγκριτον ἔπαρσιν, υἱὸν αὐτὸν ἀπεκάλει καὶ μέλος ἴδιον, καὶ τὸ ὄνομα τούτου διὰ γλώττης εἶχε. καὶ ὁρῶν ἐπόθει τοῦτον, καὶ ποθῶν ἐτίμα, καὶ πιστότατον ἅμα καὶ οἰκειότατον καὶ στρατιώτην ἀκαταγώνιστον εἶχε καὶ ἐλογίζετο, καὶ διαλλακτῆρα τῶν μεγίστων καμάτων καὶ πολέμων ἐτίθετο ἀσφαλῆ, ὡς τῇ παρουσίᾳ τούτου φευγόντων τῶν ἐναντίων καὶ νῶτα διδόντων εὐθύς. ὅθεν καὶ σὺν αὐτῷ μὲν καὶ τῷ πατρὶ τὴν κατὰ τῶν Βουλγάρων ἤρατο νίκην, καὶ τῆς Βουλγαρίας δυσκαταμαχήτου καὶ πολλῆς καὶ δυσαλώτου γινωσκομένης παντάπασι, καὶ μηδενὶ τῶν βασιλέων ὑποταγείσης ἐπὶ πολύ, καὶ παρὰ τοῦτο μὴ ἀνιείσης τῇ Βύζαντος τὸ ἀνέσιμον καὶ τὴν χορηγίαν τῶν ἀναγκαίων, λαμπρῶς καὶ σὺν πολλῇ τῇ ἀκμαιότητι ἐκυρίευσε· καὶ κατέστη τῇ Ῥωμαίων βασιλείᾳ πρὸς ἑσπέραν ἐν εὐπραγίᾳ καὶ γαλήνῃ τὰ πράγματα, καὶ ἀντὶ τῆς πρὶν ἐνδείας δαψιλῆ τὴν ἀφθονίαν καὶ τὴν εὐκληρίαν εὐθύμως ἀπείληφεν. Ἐπὶ δὲ τῆς ἑώας διακυκωμένων τῶν Ἀβασγῶν καὶ ἀντιδοξούντων τῷ βασιλεῖ καὶ προφανῶς ἀνταιρόντων (ἐθάρρουν γὰρ οὐ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τοῖς τῶν ὅπλων ἰσχυροτάτοις προβλήμασιν, ὡς μὴ ἑαυτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἵππους τεθωρακισμένους καὶ ἀτρώτους πανταχόθεν περικαλύπτοντες), πάλιν αὐτὸς ὁ