χώρας ἀτρέ 199 στως ἐβάδιζε, καὶ τὸ θέμα τῶν Ἀρμενιακῶν καταλαβὼν τοῖς προτέροις αὐτοῦ κάστροις καὶ αὖθις ἀποκατέστη, καὶ οὕτως ἐκδρομὰς κατὰ τῶν Τούρκων ποιούμενος ἀπεῖρξεν αὐτοὺς τοῦ τῷ τοιούτῳ θέματι προσβάλλειν καὶ πολεμικοῖς περιβάλλειν κακοῖς. ὁ δὲ βασιλεὺς θυμομαχῶν κατ' αὐτοῦ ἐξ ὑποβολῆς τοῦ προρρηθέντος εὐνούχου τοῦ Νικηφόρου, προῃρεῖτο μᾶλλον τοὺς Τούρκους τὰ Ῥωμαίων ἔχειν καὶ ἄγειν πράγματα ἢ τὸν Λατῖνον τοῦτον ἐν ἑνὶ τόπῳ χωρεῖσθαι καὶ ἀπείργειν τὰς ἐκείνων ἐπιδρομάς. διὰ τοῦτο καὶ πολλὰς μηχανὰς καὶ συνθήματα καὶ ὑποσχέσεις τοῖς Τούρκοις δούς, εἰ τοῦτον ποιήσοιντο αὐτῷ ὑποχείριον, ἐξαπέστειλε τῶν ἐν ὑπεροχαῖς ἀξιωμάτων ἕνα, στρατιώτην μὲν ὄντα, νέον δὲ τὴν ἡλικίαν καὶ φρονήσεως καὶ ἀνδρίας οὐδενὸς ἀποδέοντα, Ἀλέξιον πρόεδρον τὸν Κομνηνόν· ὃς ἐν τῷ ἄστει τῆς Ἀμασείας γενόμενος ἐκαραδόκει τὸ μέλλον. ὁ δὲ Ῥουσέλιος φιλίας καὶ συνθήκας μετὰ τοῦ τῶν Τούρκων ἐξάρχοντος ποιησάμενος, συνῆλθε τούτοις πολλάκις ἐψιλωμένος στρατιωτῶν. ἐν μιᾷ δὲ σύνδειπνος τούτοις ὑπάρχων ἐπιβουλὴν ὑπέστη δεινήν· οἱ γὰρ Τοῦρκοι πᾶσαν φιλίαν προδιδόντες χρημάτων, κατέσχον αὐτὸν καὶ δεσμώτην ἀπέδειξαν, παράγγελμα νόμιμον ἔχοντες τὸ τοὺς Ῥωμαίους ἀπατᾶν καὶ σφάττειν καὶ προδιδόναι καὶ μὴ δεδιέναι ὅρκον, ὅσον τὸ κατ' αὐτούς. καὶ ὃ μὲν κατείχετο δεσμώτης αὐτοῖς, ὁ δὲ πρόεδρος Ἀλέξιος ἐπραγματεύετο διὰ 200 δώρων τὴν τούτου κατάσχεσιν καὶ ἀπόληψιν, ἐν τῷ μέσῳ τοῦ βασιλέως οἰομένου εἰρηνεύειν τὰ πράγματα· τὴν γὰρ τῶν Τούρκων ἀπηνῆ ἐπικράτειαν εἰς οὐδὲν ἐλογίζετο δι' ἀναλγησίαν καὶ μῖσος τὸ πρὸς Ῥωμαίους, ὡς ἔοικεν. Ἐν ᾧ καὶ δικάζοντα πολλάκις, ὡς εἴωθεν, ἀσυμβάτους δίκας καὶ ἀπροσφυεῖς βασιλεῖ, καὶ ἀνευλόγως καταδικάζοντα τοὺς ἀνθρώπους ὑποθήκαις τῶν συνηγορούντων τοῖς χείροσι, φῆμαι καταλαμβάνουσαι, τοὺς Τούρκους λέγουσαι περὶ Χαλκηδόνα καὶ Χρυσόπολιν κατατρέχειν, ἄρτι πρῶτον τῇ τοιαύτῃ πλησιοχώρῳ ἐπιφοιτήσαντας γῇ, οὐδεμίαν ταραχὴν ἐνεποίουν καὶ σύγχυσιν, ἀλλ' ὡς ἀλλοτρίας χώρας πασχούσης αὐτὸς ἄφροντις ἔμενεν. οὕτως οὖν αὐτοῦ ἔχοντος, ὁ τὰ πρῶτα παρ' αὐτοῦ φέρων Νικηφόρος ὁ λογοθέτης τοῦ δρόμου, τὴν εἰς τὸν βασιλέα εὔνοιαν πολλαχόθεν ἐπισεμνύνειν ἑαυτῷ σοφιζόμενος, ἔπραττε μὲν ὅσα τούτῳ βουλομένῳ ἐνῆν, ἀπετείχιζε δὲ τῆς τοῦ βασιλέως ἀγάπης τήν τε μητέρα καὶ τοὺς ὁμαίμονας καὶ τοὺς λοιποὺς συγγενεῖς ὡς βασιλειῶντας δῆθεν καὶ τὸ συνοῖσον αὐτῷ μὴ θέλοντας, καὶ ὅτι αὐτὸς μόνος τὸ συμφέρον αὐτῷ διασπουδάζων καθέστηκε. διὸ δὴ καὶ μεγάλα παρὰ τῷ βασιλεῖ δυνηθεὶς αὐτὸς ἦν ὁ τὸ πᾶν διεξάγων τῆς βασιλείας, καὶ τῷ βασιλεῖ ἐπιτρέπων τὸ πραχθησόμενον, καὶ τὰς τιμὰς καὶ προνοίας οἷς ἐβούλετο χαριζόμενος διὰ λημ 201 μάτων οὐχὶ μικρῶν. ἦν γὰρ μετὰ τῶν ἄλλων κακῶν καὶ περὶ φιλοχρηματίαν δαιμονίως σπουδάζων, καὶ κτήσεων ἀκινήτων χανδὸν ποιούμενος τὴν ἐπίκτησιν. ὧν ἀκορέστως ἐχόμενος κέντρον καὶ ταμεῖον τῆς τῶν λοιπῶν αὐτοῦ κτήσεων ἐπισυναθροίσεως τὴν τοῦ Ἑβδόμου μονήν. Ταύτην γὰρ λαβὼν κατὰ δωρεάν, παρεσκεύαζε τὸν βασιλέα πολλὰ τῶν κτημάτων αὐτῷ προσκυροῦν ὁσημέραι καὶ προσόδους ἀφθόρους περιποιεῖν, ὡς αὐτοῦ τάχα διαγωνιζομένου ποιῆσαι τοῦτο μετὰ παρέλευσιν τῷ βασιλεῖ πολύολβον ἐνδιαίτημα, σκεπτόμενος ἐκ μοχθηρίας οἰκειοῦσθαι καὶ παρακερδαίνειν τὰ νῦν προσφερόμενα καὶ τῷ ὀνόματι τῆς μονῆς πλοῦτον ἐπικτᾶσθαι ὑπερφυῆ, τοῦ δὲ μέλλοντος εἶναι τὸν λόγον ἀπόρρητον. ἐν τούτοις δὲ πᾶσιν οὐδένα κόρον λαμβάνων, καίτοι καὶ παρὰ πάντων τῶν ἐν τέλει καὶ τῶν στρατιωτῶν καὶ τελωνῶν καὶ πρακτόρων δωροδοκούμενος καὶ κτήσεων εἰδικῶν καὶ οἴκων ἐν περιλήψει μεγάλων καὶ πολλῶν