In sanctum pascha (homilia 8)

 φιλοπαννύχιον τὸ τῶν γυναικῶν ὑπάρχει γένος. Ἐπεὶ οὖν αὗται παρέμειναν ἐν τῷ τάφῳ, ἀναγκαίως συναντήσας αὐτὰς ὁ κύριος ἔφη· Χαίρετε, ἐπειδὴ καὶ ἐκλαύσ

 ταύτην προσαλπίζοντος τὴν ἀνάστασιν καὶ λέγοντος οὕτως· Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν φοβηθήσεσθε. Ματαία ἐστὶν

 μὴ πλησιάσῃς· τῆς Αἰγύπτου ἠλευθερώθης, βουκέφαλον μὴ θεοποιήσῃς· δαιμόνων ἐλυτρώθης, μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους· ἐλευθερίας ἠξιώθης, μὴ γίνου δ

μὴ πλησιάσῃς· τῆς Αἰγύπτου ἠλευθερώθης, βουκέφαλον μὴ θεοποιήσῃς· δαιμόνων ἐλυτρώθης, μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους· ἐλευθερίας ἠξιώθης, μὴ γίνου δοῦλος ἡδονῶν. Ἐξεδύσω τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνεδύσω τὸν νέον, ὅς ἐστι Χριστός· ἀσφαλῶς τήρει σου τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπὸ μολυσμῶν, ἐκ τῶν ἐθνῶν ἀπεσπάσθης, τὸν ἥλιον μὴ προσκυνήσῃς· ὁ ἥλιος γὰρ διὰ σέ, οὐ σὺ διὰ τὸν ἥλιον. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ταῦτα ἡμῖν ἀρτίως Ἰωάννης ὁ εὐαγγελιστὴς παρέθηκεν, ὁ τῶν ἐπουρανίων ἰχνηλάτης, ὁ ἄτρωτος τοῦ ἁγίου πνεύματος στύλος, ὁ μόνος τολμήσας πολυπραγμονῆσαι τὸν πατρῷον κόλπον, ὁ τὸν Ἑλληνισμὸν διαλύσας, ὁ Ἰουδαϊσμὸν ἀφανίσας, ὁ πᾶσαν αἵρεσιν ὡς ἀράχνην διασπάσας, ὁ τοσοῦτον ὕψος ἐν τῇ πηλίνῃ γλώσσῃ βαστάξας, ὁ εἰς τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν ὡς εἰς ἀέναον πηγὴν κἀκεῖθεν τὸ νᾶμα τῆς θεογνωσίας τῷ κάδῳ τῆς πίστεως ἀρυσάμενος. Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ἄκουε συνετῶς. Πανταχοῦ τὸ ἦν, οὐδαμοῦ τὸ ἐγένετο ἢ ἐκτίσθη· πανταχοῦ θεός, ******** πανταχοῦ ποιητής, οὐδαμοῦ τὸ ὑπεξούσιον. Τίνι πεισθῶμεν; Ἰωάννῃ τῷ θεολόγῳ ἢ Ἀρείῳ τῷ βλασφη μολόγῳ; Οὐδείς μοι λόγος πρὸς Ἄρειον τὸν τῆς θεότητος ζυγοστάτην. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου. Τί εἰπάτωσαν; Οὐδεμία μοι κοινωνία πρὸς Μαρ<α>θώνιον τὸν τοῦ ἁγίου πνεύματος τομέα. Ἀλλ' ἐν ἡμέρᾳ ἀγαθῇ ἀμνησία κακῶν· διὸ πάντα αἱρετικὸν τῶν ἱερῶν περιβόλων καὶ σήμερον ὡς κύνα λαθροδάκτην διώξαντες ἡμεῖς πεισθῶμεν τῷ προπάτορι Ἰακὼβ λέγοντι καὶ αὐτῷ συνεισφέροντι περὶ τῆς τοῦ κυρίου ἀναστάσεως οὕτως· Ἀναπεσὼν ἐκοιμήθη φησὶν ὡς λέων καὶ ὡς σκύμνος λέοντος· τίς ἐγείρει αὐτόν; Ταῦτα Ἰακὼβ εἰς τὸν δεσπότην ἡμῶν Χριστὸν προεφήτευσεν. ∆ιὰ τί δὲ ὡς λέων ἐκοιμήθη ὁ Χριστός; Τὸ μὲν διὰ τὸ βασιλικὸν ἀξίωμα, τὸ δὲ διὰ τὸ δυνατὸν τῆς ἀναστάσεως· ὥσπερ γὰρ λέοντα καθεύδοντα οὐδεὶς διυπνίσαι ἀνέχεται, εἰ μὴ αὐτὸς ἑαυτὸν διυπνίσει, οὕτω καὶ τὸν δεσπότην Χριστὸν οὐδεὶς ἀνέστησεν ἐκ νεκρῶν, ἀλλ' αὐτὸς ἑαυτὸν ἤγειρεν, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ αὖθις· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν. Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων φησίν, ἐπειδὴ λέων προσηγόρευται ὁ Χριστός. ∆ιὰ τί; Ὥσπερ ὁ σωματικὸς λέων καθεύδων ἀνεῳγμένους ἔχει τοὺς ὀφθαλμούςτοῦτο γὰρ φύσις τῷ λέοντι, οὕτω καὶ ὁ δεσπότης ἡμῶν Χριστὸς καθευδήσας τῷ λόγῳ τῆς ἐνανθρωπήσεως τῷ τριημέρῳ οὐκ ἔκλεισε τὸ ὄμμα τῆς θεότητος, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.