In sanctum pascha (homilia 8)

 φιλοπαννύχιον τὸ τῶν γυναικῶν ὑπάρχει γένος. Ἐπεὶ οὖν αὗται παρέμειναν ἐν τῷ τάφῳ, ἀναγκαίως συναντήσας αὐτὰς ὁ κύριος ἔφη· Χαίρετε, ἐπειδὴ καὶ ἐκλαύσ

 ταύτην προσαλπίζοντος τὴν ἀνάστασιν καὶ λέγοντος οὕτως· Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν φοβηθήσεσθε. Ματαία ἐστὶν

 μὴ πλησιάσῃς· τῆς Αἰγύπτου ἠλευθερώθης, βουκέφαλον μὴ θεοποιήσῃς· δαιμόνων ἐλυτρώθης, μὴ ὑπολάβῃς ἀστέρας εἶναι ἁγίους· ἐλευθερίας ἠξιώθης, μὴ γίνου δ

φιλοπαννύχιον τὸ τῶν γυναικῶν ὑπάρχει γένος. Ἐπεὶ οὖν αὗται παρέμειναν ἐν τῷ τάφῳ, ἀναγκαίως συναντήσας αὐτὰς ὁ κύριος ἔφη· Χαίρετε, ἐπειδὴ καὶ ἐκλαύσατε· οἱ γὰρ σπείροντες ἐν δάκρυσιν , ἐν ἀγαλλιάσει θεριοῦσιν. Χαίρετε, τὴν φωνὴν γνωρίσατε· τὸ σχῆμα γὰρ παρήλλαγμαι, οὐ κατὰ τὸν τῆς ὑπάρξεως λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀμφιάσεως. Χαίρετε, γυναῖκες ὑμεῖς· ἐκεῖ γὰρ στρατιωτικὴ κουστωδία κόπτεται τὸν τάφον τὸν ἐν τῷ τάφῳ μὴ ὁρῶντες, τὴν σφραγῖδα κατέχουσι τὸν θησαυρὸν ἀπολέσαντες, ἀργύρια σπείρουσιν ἵνα τὸ ψεῦδος θερίσωσιν. Ἔδοξάν με τεθνάναι Ἰουδαίων παῖδες τὸν τῶν νεκρῶν ἐγέρτην. Μάθωμεν νεκροῦ δύναμιν. Ἴστε γὰρ πάντες ὑμεῖς οἱ γνήσιοι τῆς ἀναστάσεως υἱοί, οἱ ἔμψυχοι τοῦ κόσμου φωστῆρες, οἱ λόγον ζωῆς ἐπέχοντες, οἱ τῆς ἄνω Ἱερουσαλὴμ πολιτάρχαι, ὅτιπερ μετὰ τὴν τοῦ κυρίου ἑκούσιον ταφὴν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι προσελθόντες τῷ Πιλάτῳ εἶπον αὐτῷ· Κύριε, ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Νῦν οὖν κέλευσον ἀσφαλισθῆναι τὸν τάφον ἕως τρίτης ἡμέρας. Ὁ δὲ Πιλᾶτος πρὸς αὐτούς· Ἔχετε κουστωδίαν στρατιωτικήν, ὡς οἴδατε ποιήσατε. Οἱ δὲ Ἰουδαῖοι ἀπελθόντες φησὶν ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. Ὦ νεκροῦ φόβος, ὧ τάφου τρόμος. Οἱ ζῶντες τὸν νεκρὸν δεδοίκασιν, οἱ ἀποστρεφόμενοι τὸν κύριον Ἰουδαῖοι νῦν τὸν τάφον τοῦ κυρίου παρακαθέζονται, στρατιώτας παρεκατέστησαν τῷ μνήματι, ἄκοντες ὁμολογοῦσιν ὅτι βασιλεὺς ἦν ὁ κατακείμενος· στρατιῶται γὰρ βασιλέως φρουροί. Ἀλλ' ὦ φαρισαῖοι, εἰ πλάνος ἦν ὁ δεσπότης Χριστός, τί δεδοίκατε τὸν πλάνον; Τί στρατιώτας μισθοῦσθε εἰς βοήθειαν; Τίς νεκρὸν ποτὲ πολεμεῖ; Τίς ποτὲ τάφον ἀντιπαρατάττεται; Εἰ ἐφοβήθη, ὦ Ἰουδαῖοι, ὁ δεσπότης Χριστὸς τὴν σφραγῖδα καὶ τὸν λίθον καὶ τὴν κουστωδίαν τὴν στρατιωτικήν, ὁ κάτω μὲν τῷ σώματι κείμενος, μηδαμοῦ δὲ ἀπολειπόμενος τῇ θεότητι, καὶ οὐκ ἀνέστη ἐκ νεκρῶν, καλῶς καλεῖτε πλάνον. Εἰ δὲ ἀνέστη, καθὼς εἶπεν, τί Πιλᾶτον παρακαλεῖτε; Οὐχὶ μᾶλλον τὰς γραφὰς κατανοεῖτε; Μὴ γὰρ ἐν τῇ ἐνανθρωπήσει μόνον εἶπεν ὁ κύριος ὅτι Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι; Ἀκούσατε αὐτοῦ, ὦ Ἰουδαῖοι, ὅτι πρὸ πολλῶν τῶν χρόνων διὰ τοῦ προφήτου Σοφονίου προεγνώρισε καὶ προέλεγε τὴν μέλλουσαν ἀνάστασιν, ἵνα γνῶτε ὅτι οὐ νεαρὸν τὸ πρᾶγμα ἀλλὰ παλαιὸν τὸ βράβευμα. Ἀκούσατε αὐτοῦ λέγοντος πρὸς τὴν τῶν ἐθνῶν συναγωγὴν διὰ Σοφονίου τοῦ προφήτου· καλὸν γὰρ ἐν τῇ ἀναστάσει τὰ τῆς ἀναστάσεως προβάλλεσθαι. Τί οὖν ὁ κύριος πρὸς τὴν τῶν ἐθνῶν συναγωγήν; Τῇ Ἰουδαϊκῇ συναγωγῇ βιβλίον δέδωκεν ἀποστασίου, τῇ δὲ ἐθνικῇ προϊκῷον χάριτος ὑπηγόρευσεν. Ὑπόμεινόν με, λέγει κύρι ος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον, διότι τὸ φῶς μου εἰς συναγωγὴν ἐθνῶν. Τί ἐρεῖς πρὸς ταῦτα, ὦ Ἰουδαῖε, ὁ τὸ γράμμα κατέχων καὶ τὸ πνεῦμα λακτίζων; Τίς λέγει ὅτι Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου; Μὴ ἆρα ∆αυῒδ ἢ εἰς τὸν ∆αυῒδ εἴρηται τοῦτο; Ἀλλὰ ψεῦδος τὸ λεγόμενον· μετὰ γὰρ τὸν ∆αυῒδ ταῦτα ἐλέχθη· ἄλλως τε δὲ ὁ ∆αυῒδ τῶν Ἰσραηλιτῶν ἦν βασιλεύς, οὐχὶ δὲ τῶν ἐθνῶν καθηγητής. Εἰ δὲ φιλονεικοῦσιν Ἰουδαίων παῖδεςπολεμικὸν γὰρ τὸ τούτων φῦλον ὅτι εἰς τὸν ∆αυῒδ εἴρηται, ἀκουσάτωσαν ὅτι οὐ μόνον ταῦτα οὐκ εἰς τὸν ∆αυῒδ προεφητεύετο, ἀλλὰ καὶ αὐτὸς ὁ ∆αυῒδ περὶ τῆς ἐνσάρκου τοῦ κυρίου ἀναστάσεως πρὸ πολλῶν τῶν χρόνων κελαδῶν ἔλεγεν· Οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Εἰ ταῦτα ἀληθῶς εἴρηται, ὦ Ἰουδαῖοι, τί στρατιώτας μισθοῦσθε ἵνα τὴν ἀνάστασιν κλέψητε; Ἥλιον τάφῳ ἐναποκλείει τίς; Ἀκούσατε αὐτοῦ, ὦ Ἰουδαίων παῖδες, διὰ Ἡσαΐου τοῦπροφήτου ὀνειδίζοντος ὑμᾶς καὶ τὸν πατέρα ὑμῶν τὸν διάβολον καὶ