In natale sancti Joannis prophetae (homilia 1)

 προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Κατὰ τί γνώσομαι τοῦτο; Ιδε φησίν, τὰ τρέμοντα τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευκός. Εἰ μέρος ἐνέ

 διὰ τὸ πεφθάρθαι τῷ γήρει τὴν υλην; Οὐκ ηκουσας Αννης καυχωμένης· ̔Η στεῖρα ετεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν; Οὐκ ηκουσας τοῦ προφήτου λέ

διὰ τὸ πεφθάρθαι τῷ γήρει τὴν υλην; Οὐκ ηκουσας Αννης καυχωμένης· ̔Η στεῖρα ετεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν; Οὐκ ηκουσας τοῦ προφήτου λέγοντος, Ζαχαρία, Τὰ σημεῖα τοῖς ἀπίστοις; Εδει μέν σε μὴ ἀνανεῦσαι , Ζαχαρία, τοῖς λεχθεῖσιν, προφητικῆς λειτουργίας μείζονα διακονίαν λαχόντα; ̓Επειδὴ δὲ ὡς απιστος σημεῖα παρὰ θεοῦ ζητεῖς, ἐν τοῖς οἰκείοις μέλεσι μαστιγοφόρον κομίζου σημεῖον· εσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι. Οπου τῆς προπετείας τὸ θράσος, ἐκεῖ καὶ τῆς παιδείας ὁ χαλινός. Εσῃ σιωπῶν· οπου υβρις ἐλάλησεν, ἐκεῖ τῆς ἐπιτιμήσεως ἡ ἀπόφασις. Ηθελε μὲν ὁ θεός, Ζαχαρία, κήρυκά σε τοῦ τοιούτου θαύματος γενέσθαι· στρατοπεδάρχης γὰρ τοῦ ἐπουρανίου βασιλέως τίκτεται καὶ τῆς κοσμικῆς τῶν ἁμαρτιῶν λυτρώσεως προκαθαρτής. ̓Επειδὴ δὲ τὴν ἀσθένειαν τοῦ σώματος βεβαιοτέραν τῆς ἐπαγγελίας ὡρίσω τοῦ δεσπότου, εσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, αχρι ης ἡμέρας γένηται ταῦτα, ἀνθων οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οιτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. ̔Ορᾷς οτι ανευ πίστεως οὐδὲν τῶν δεόντων γίνεται. Μόνον ηκουσε Ζαχαρίας τὰ ῥήματα ταῦτα, εὐθέως ἐξῆλθεν ἐκ τοῦ ναοῦ μισθὸν τῆς ἀπιστίας τὴν φίμωσιν βαστάζων. Αλλους εἰσῆλθεν ἐλευθερῶσαι, καὶ αὐτὸς καταδεδικασμένος ἐξῆλθεν· ὁ θυμιατῆρα λειτουργικὸν βαστάζων τίτλον ἐξορίας περιέφερεν. ̔Ο λαὸς περιέμεινε τί ἀγαθὸν ἀκοῦσαι παρ' αὐτοῦ, κἀκεῖνος διένευεν· Μηδείς μοι πλησιάσῃ, δεσποτικῆς ἀγανακτήσεως φρίκην βαστάζω. Ω τῶν παραδόξων πραγμάτων. Ζαχαρίας φιμοῦται καὶ ̓Ελισάβετ εὐωχεῖται, ἀπεστόμωται γλῶσσα καὶ ὀγκοῦται μήτρα, ἡ γλῶσσα στειρεύει καὶ ἡ στεῖρα γίνεται μήτηρ μετοικεῖ τὸ πάθος τῆς μήτρας ἐπὶ τὴν γλῶσσαν, ἡ φωνὴ χαλινοῦται καὶ ἡ γονὴ ἐλευθεροῦται, Ζαχαρίας σιγᾷ καὶ ̓Ιωάννης σκιρτᾷ. Μόνον γὰρ ειδεν ἡ στεῖρα τὴν παρθένον καὶ κατενόησεν ὁ ἑωσφόρος τὸν ηλιον, ἐσκίρτησε μέγα ὁ ̓Ιωάννης ἐν τῇ μητρικῇ νηδύϊ τὴν βραδυτῆτα τῆς φύσεως αἰτιώμενος· ∆εσπότου φησὶ κήρυξ εἰμί. Τί τοῖς ὁμοδούλοις ὁμοίως πεπέδημαι νόμοις; Μὴ περιμένων τὸν τόκον ἀπολέσω τὸν δρόμον; Μὴ δεσπότης προλάβῃ τὸν περὶ τὰς ὠδῖνας εἰλούμενον <δοῦλον>; Μὴ γένηται τῆς φύσεως ἀκολουθία παρανομία τῆς τάξεως; ̓Επέγνων τὸν παρόντα καὶ σιγᾶν οὐκ ἀνέχομαι· σαλεύω τὰ δεσμὰ τῆς φύσεως· κηρύττειν γὰρ ἐπείγομαι, δυεῖν παραδόξων πραγμάτων σύντομον γίνομαι σήμαντρον· θεϊκὴν παρουσίαν σαλπίζω καὶ πατρικὴν γλῶσσαν ἐκλύω. Ταῦτα τῶν παραλειφθέντων ἡμῖν τῇ προτεραίᾳ κεφαλαίων οἱ τόκοι· πᾶν γὰρ κεφάλαιον τόκον τίκτει, οθεν καὶ τὸ βρέφος τόκος ὀνομάζεται· ὡς κεφάλαιον γὰρ ὁ ἀνὴρ τὸν σπόρον τῇ γυναικὶ δανείζει κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνήρ, τίκτει δὲ τῷ κεφαλαίῳ τὸν τόκον ἡ γυνή ...