In natale sancti Joannis prophetae (homilia 1)

 προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Κατὰ τί γνώσομαι τοῦτο; Ιδε φησίν, τὰ τρέμοντα τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευκός. Εἰ μέρος ἐνέ

 διὰ τὸ πεφθάρθαι τῷ γήρει τὴν υλην; Οὐκ ηκουσας Αννης καυχωμένης· ̔Η στεῖρα ετεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν; Οὐκ ηκουσας τοῦ προφήτου λέ

προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Κατὰ τί γνώσομαι τοῦτο; Ιδε φησίν, τὰ τρέμοντα τῶν μελῶν, καὶ τὸ γῆρας τῶν ἀμφοτέρων εἰς γῆν νενευκός. Εἰ μέρος ἐνέαζε καὶ μέρος πεπαλαίωται, μικρά τις ην ἐλπὶς τῶν λεγομένων· νυνὶ δὲ τῶν ἀμφοτέρων τὸ σῶμα σεσάθρωται, οὐδὲν ετερον περιμένομεν η τὸ δρέπανον τοῦ θανάτου, ὡς στάχυες πέπειροι. ̓Αληθεύεις, δέσποτα Γαβριήλ; ∆ὸς δήλους προοδεύσεις, σημεῖον ἀρραβῶνά μοι πίστευσον. Τὴν ἐπαγγελίαν οὐ δέχομαι, εἰ μὴ θαυματουργίαν θεάσομαι. Κατὰ τί γνώσομαι τοῦτο; ̔Ο ̓Ααρὼν οὐκ ἐπίστευσεν, εἰ μὴ ἡ ῥάβδος ηνθησεν· Μωϋσῆς οὐκ ἐπληροφορήθη, εἰ μὴ ἡ χεὶρ αὐτοῦ ἐλευκάνθη· καὶ Γεδεὼν οὐ συνῆκεν, εἰ μὴ ἐπὶ τὸν πόκον ὑετῶν μόνον γέγονε δρόσος. Κατὰ τί ουν γνώσομαι τοῦτο; ∆ὸς σημεῖον, καὶ χορεύσω νεανικά. ∆ὸς σημεῖον, ινα μὴ < ̓Ελισάβετ> ὡς ἡ Σάρρα προπετῶς γελάσῃ. Κατὰ τί γνώσομαι τοῦτο; Εἰ δεύτερος ̓Αβραὰμ ἀποφαίνομαι, ὑπάρξει μοι κατὰ τοῦ ̓Αβραὰμ δικαιώματα καὶ ἰδιώματα. Εισελθε ἐπὶ τὸ δῶμα μου, νίψω τοὺς πόδας σου, ὁδοιπορίαν στείλαντι παραθήσω σοι τράπεζαν μυστηρίου πεπληρωμένην, ἀλεύρου σάτα τρία ̓Ελισάβετ φυράσει, τὴν ἐκκλησίαν προζωγραφοῦσα, ζητήσω μόσχον, ινα δωρήσῃ παῖδα. Κατὰ τί γνώσομαι τοῦτο; Τί μοι τοῦ παιδὸς τὸ ονομα προλέγεις, καὶ τούτου μὴ παρόντος τὰς ἀρετὰς ἀπαριθμεῖς; ∆εῖξόν μοι τί παρὰ φύσιν, ινα πιστεύσω τὸ ὑπὲρ φύσιν. ̓Εὰν ὁ οὐρανὸς ἀνακαμαροῦται, κἀγὼ ἀνανεοῦμαι· ἐὰν ἡ θάλασσα μετρῆται, καὶ ἡ γυνή μου μαιοῦται· ἐὰν ὁ ηλιος καταλαμβάνηται, καὶ οἱ ξηροὶ μαζοὶ γάλα ῥυήσονται· ἐὰν ἡ σελήνη τειχίζηται, καὶ ἡ ξηρὰ μήτρα νοτίζεται. Κατὰ τί γνώσομαι τοίνυν τοῦτο τὸ παράδοξον μυστήριον; ̓Εγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. ̔Ο δὲ αγγελος πρὸς τὸν Ζαχαρίαν· Θεὸν ἐνέχυρον ἀπαιτεῖς; ̓Αρχάγγελον πειράζεις ἐπὶ γῆς; Τὴν σωματικὴν ἀσθένειαν βεβαιοτέραν τῆς δεσποτικῆς ἐπαγγελίας ὁρίζων, ἀνακρίνειν οὐ δέδοικας· Κατὰ τί γνώσομαι τοῦτο; Μὴ γὰρ εἰς Αιγυπτον ἀποστέλλῃ, ινα φοβηθῇς τοῦ φαραῶ τὸν ογκον, καὶ παραιτήσῃ λέγων· "Προχείρισαι αλλον, ἐγὼ γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος"; Κατὰ τί γνώσῃ τοῦτο, Ζαχαρία; Οὐδὲν ὑπὲρ φύσιν θεὸς ἐργάζεται; Η φύσεως ἀκολουθίαν ζητεῖς, οὐχὶ θεότητος παραδοξοποιΐαν; Εἰπέ μοι· τῆς γῆς οἱ στύλοι ποῦ πεπήγασιν; Οὐρανοῦ δὲ τὸ κύτος ποῦ καθίδρυσται; Νεφελῶν δὲ κύται ποῦ εὑρίσκονται; ̔Υετῶν δὲ σταγόνες ποῦ στημονίζονται; Βῶλοι δὲ χιόνος ποῦ λατομοῦνται; ̔Ηλίου δὲ δρόμος τίς ἡνιοχεῖ; Σελήνης δὲ μείωσιν τίς ὁροθετεῖ; Αστρων δὲ πλήθη τίς ἀριθμεῖ; Θάλασσα δὲ μαινομένη πῶς ψάμμον αἰδεῖται; Ποταμοὶ δὲ θερμόρρυτοι πῶς συγκιρνῶνται; ̓Ομίχλη δὲ σκότους ποῦ ἐξυφαίνεται; Ανθρωπος δὲ ἐν μήτρᾳ πῶς διαπλάττεται; Τοῦ δὲ αρρενος τὸ θῆλυ πῶς δειλότερον εὑρίσκεται; Θεοείκελος δὲ ψυχὴ πῶς ἀθρόον ἐν τῷ σώματι εὑρίσκεται; Τὸν ̔Ησαῦ δὲ καὶ τὸν ̓Ιακώβ, ους ὁ κόσμος ολος οὐκ ἐχώρησεν , πῶς ὁ τῆς ̔Ρεβέκκας σκοτεινὸς πόρος ἀστενοχωρήτους ἐφύλαξεν; Κατὰ τί γνώσομαι λέγεις τοῦτο, Ζαχαρία; Φύσεως ἀκολου θίαν ζητεῖς, οπου θεότητος ἐνέργεια; Τὴν στεῖραν ἀπιστεῖς γεννῆσαι; Τί ἐὰν ἀκούσῃς περὶ τῆς παρθένου; Οὐχὶ Σαμψὼν τοῦ Ναζωραίου ἐν σιαγόνι ο νου χιλίους ἀλλοφύλους πατάξαντος, ἐν ἀνύδρῳ καὶ δίψει συσχεθέντος, καὶ μικροῦ δεῖν ἐκλείψαντος, καὶ πρὸς τὸν θεὸν εἰλικρινῶς βοήσαντος , εὐθέως τὸν ολμον τῆς ο νου ηνοιξεν, καὶ υδωρ ἐλίμνασεν, καὶ τὸν Ναζωραῖον ἐπότισεν; Εἰ ουν ἐν σιαγόνι ονου τοιοῦτον σημεῖον ἐπεδείξατο καὶ ἐξ ὀστέου ξηροῦ ποταμοὺς ἀφῆκεν ὑδάτων, καὶ πεπαλαιωμένους ἡμερῶν πρὸς τεκνογονίαν ὀκνήσει καλέσαι; Κατὰ τί γνώσῃ, Ζαχαρία; Οὐκ εχεις ὑπόδειγμα τὸν ̓Αβραὰμ καὶ τὴν Σάρραν; Οὐχὶ κἀκεῖνος πρεσβύτης, κἀκείνη στεῖρα καὶ ἐκλείπουσα τὸν ἐθισμὸν τῶν καθαρσίων