De Leone Armenio (e cod. Paris. gr. 1711)

 ἀρξαμένης οὐκ ἦλθον εἰς βοήθειαν οἱ λοιποὶ λαοί, ἀλλὰ δειλιάσαντες ἔδωκαν εἰς τροπήν, πρῶτον τὸ θέμα τῶν ἀνατολικῶν· καὶ καταλειφθέντες μόνοι οἱ τοῦ Ἀ

 ἐναλλάττειν τὰς μορφάς, οὕτως καὶ αὐτὸς ποτὲ μὲν ὡς χρηστολόγος καὶ ἄριστος φαινόμενος, ποτὲ καὶ τοὐναντίον, ὅπερ καὶ δικαίως ἐπωνομάσθη Χαμαιλέων ὑπὸ

 Αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς 344 τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνστ

 ἐγένετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας δεκαπέντε κατέχοντες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆ

 συναγωνιζόμενον τῷ σκοπῷ αὐτοῦ. καὶ δὴ εὗρεν ὅμοιον τῆς αὐτοῦ φρονήσεως ἤτοι ἀφροσύνης ἀναγνώστην τινὰ Ἰωάννην λεγόμενον, υἱὸν Παγκρατίου τινὸς σκιαστ

 τῶν ἀποστόλων καὶ τῶν πατέρων οὔτε παρασαλεύομεν οὔτε περισσότερόν τι ἐν αὐτοῖς οἰκονομοῦμεν, τοῦ ἀποστόλου λέγοντος ὅτι καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐ

 ἀποθνήσκομεν. καὶ ὁ πατριάρχης πρὸς αὐτοὺς λοιπὸν οὖν, ἀδελφοί, ἐν ὁμονοίᾳ ἐσώμεθα καὶ συνημμένοι ἐν μιᾷ ψυχῇ ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἀδιαιρέτως, καὶ μ

 τοῦ βασιλέως χωρὶς ταῦτα ποιοῦντας. καὶ λοιπὸν ὁ προειρημένος ἀνὴρ ἀπελθὼν πρὸς τὸν χαμαιλέοντα εἶπεν αὐτῷ τοῦ λαοῦ τὴν ἄτακτον ῥύμην. ὁ δὲ ἀεὶ ψεύστη

 Λλοιπὸν οὖν λαβὼν τὸ κράτος τῆς ἀσεβείας πᾶσαν πονηρὰν δραματουργίαν εἰργάζετο, τὰς δὲ ἁπανταχοῦ εἰκόνας τῶν ἐκκλησιῶν κατέστρεψεν καὶ κατέκαυσεν , κα

συναγωνιζόμενον τῷ σκοπῷ αὐτοῦ. καὶ δὴ εὗρεν ὅμοιον τῆς αὐτοῦ φρονήσεως ἤτοι ἀφροσύνης ἀναγνώστην τινὰ Ἰωάννην λεγόμενον, υἱὸν Παγκρατίου τινὸς σκιαστοῦ, ὅστις ἐκ παιδόθεν δαίμονα εἶχεν ἀτάκτως φερόμενος, διάγων ἐν ἀσυνεσίᾳ, 350 ὅν τινα Ὑλιλᾶν ἐπωνόμαζον, ὥς τινές φασιν, ἑρμηνευόμενον Ἑβραϊστὶ λέγεται πρόδρομος καὶ συνεργὸς τοῦ διαβόλου. τοῦτον ἐπιλαβόμενος Λέων, καὶ ἀνακοινωσάμενος αὐτὸς τὴν ἑαυτοῦ βουλήν, προσελάβετο αὐτὸν συνεργὸν αὐτοῦ, λέγων ὅτι ἐὰν συνδράμῃ μοι καθελεῖν τὰς εἰκόνας, πατριάρχην σε ποιῶ. καὶ αἰτήσας παρ' αὐτοῦ ἐξουσίαν τοῦ ψηλαφῆσαι τὰ ἀπανταχοῦ παλαιὰ βιβλία, ἅπερ ἀπόκεινται εἰς τὰ μοναστήρια καὶ εἰς τὰς ἐκκλησίας, ἐπετράπη μετὰ καὶ ἄλλων τινῶν ἀτάκτων καὶ ἀπαιδεύτων. καὶ δὴ συναγαγόντες πλήθη πολλὰ βιβλίων ἐποιοῦντο ἐν αὐτοῖς τὴν ἔρευναν, πλὴν οὐδὲν εὕρισκον οἱ ἄφρονες ὧνπερ αὐτοὶ κακούργως ἐπεζήτουν, ἕως οὗ μετὰ χεῖρας ἔλαβον τῷ συνοδικῷ Κωνσταντίνου τοῦ Ἰσαύρου τοῦ καὶ Καβαλλίνου, καὶ ἐκ τούτου τὰς ἀρχὰς λαβόντες ἤρξαντο καὶ ἐν τοῖς βιβλίοις εὑρίσκειν τὰς χρήσεις, ἅσπερ αὐτοὶ ἀφρόνως καὶ ἀνοήτως προέφερον, σημάδια βάλλοντες εἰς τοὺς τόπους ἔνθα ηὕρισκον, βουλόμενοι πεῖσαι τὸν ἄφρονα λαὸν ὅτι ἐν παλαιοῖς βιβλίοις εὕρομεν τοῦ μὴ προσκυνεῖσθαι τὰς εἰκόνας. καὶ λοιπὸν ζητούντων καὶ ἕτερον ἔχοντα χειροτονίαν ἐπίσκοπον, εὗρον Κωνσταντῖνον, υἱὸν πρεσβυτέρου τινὸς τζαγγαρίου, καὶ Κασυματᾶ μαθόντα τὴν γραμματικήν, καὶ γέροντα νομικὸν εἰς τὰ Σφορακίου καὶ διδάξαντα παιδία, καὶ δι' ἐγκλήματά τινα φυγόντα ἐν μοναστηρίῳ καὶ 351 ἀποκειράμενον καὶ ἐπονομασθέντα Ἀντώνιον, γενόμενόν τε αὖθις ἡγούμενον εἰς τὸ μοναστήριον τὸ λεγόμενον τὰ Μητροπολίτων. μυθολόγος τις γέλοια ἀγαπῶν καὶ παιγνίδια, καὶ τοὺς ὑπ' αὐτοῦ μοναχοὺς νέους ὄντας ταῦτα ποιεῖν ὑποτιθέμενος, καὶ ἁπλῶς εἰπεῖν αἰσχρῶς καὶ ἀσέμνως βιοτεύσας, οὐκ οἶδ' ὅπως ὕστερον ἐκ παραχωρήσεως θεοῦ ἐγένετο καὶ ἐπίσκοπος εἰς τὸ Συλαῖον.

Τὸ μὲν πρῶτον ἐκ παιδόθεν ὀρθόδοξος ὤν, ὕστερον δὲ διὰ τὴν δόξαν τὴν πρόσκαιρον καὶ τὸ ἔχειν παρρησίαν εἰσέρχεσθαι εἰς τὰ βασίλεια καὶ παρρησιάζεσθαι μετὰ τῶν κρατούντων, ἐπελάβετο τὴν αἵρεσιν. τοῦτον καταμηνύσαντες πρὸς Λέοντα τὸν βασιλέα ὅ τε Ἰωάννης ὁ ἐπίκλην Ὑλιλᾶς, ὃν ἐκάλουν γραμματικόν, καὶ οἱ σὺν αὐτῷ, ὄντα τῷ τηνικαῦτα ἐν τῷ Συλαίῳ, πέμψας ἤγαγεν αὐτόν· καὶ εἰπὼν αὐτῷ τὸν σκοπὸν αὐτοῦ, μὴ ἔχων καρπὸν πνευματικὸν ἐν ἑαυτῷ καὶ ἀγαπῶν τὴν πρόσκαιρον δόξαν, καταπατήσας τὴν ἑαυτοῦ συνείδησιν καὶ ἀθετήσας τὸν σταυρὸν καὶ τὴν ἐπιγραφὴν ἣν ἐποίησεν, ἐστράφη εἰς τὸ ἐναντίον μέρος. ἐρωτηθεὶς γὰρ ὑπὸ τοῦ Λέοντος εἰ γέγραπται προσκυνεῖσθαι τὰς εἰκόνας, οὐκ ἀπεκρίθη αὐτῷ τὰ δέοντα ῥήματα τῆς ἀληθείας, ἀλλ' εἶπεν "οὐκ ἔστι γεγραμμένον πώποτε, ἀλλὰ λέγουσιν ὅτι ἀρχαία παράδοσίς ἐστι." καὶ εἶπεν ὁ Λέων ὅτι ἐὰν οὐ γέγραπται εἰς τὸ εὐαγγέλιον καὶ εἰς τὸν ἀπόστολον ῥητῶς ὅτι προσκυ 352 νήσατε τὴν εἰκόνα μου, οὐ καταδέχομαι προσκυνεῖσθαι αὐτήν. καὶ τοῦτο ἀκούσας συνῆλθεν αὐτῷ καὶ τοῖς προειρημένοις ἀτάκτοις καὶ ἀπαιδεύτοις, καὶ ἄγεται ἀρχηγὸς καὶ πρῶτος αὐτῶν. καὶ λοιπὸν ἠγωνίζοντο κατὰ τῆς ἀληθείας, ἀρξάμενοι ἀπὸ τῇ πεντηκοστῇ οἱ περὶ τὸν Ἰωάννην τὸν καὶ Ὑλιλᾶν σωρεύειν τὰ βιβλία· τὸν δὲ Ἀντώνιον προσελάβοντο ἀπὸ Ἰουλίου μηνός. καὶ λοιπὸν ἕως τὸν ∆εκέμβριον μῆνα κρυπτὸν τὸν δόλον εἶχον· ἐρωτώμενοι δὲ ἔλεγον ψευδόμενοι ὅτι ὁ βασιλεὺς ἐπέτρεψεν ἡμᾶς ψηλαφῆσαι τὰ βιβλία, ὅτι λέγουσιν αὐτῷ τινὲς ὅτι ὀλίγον χρόνον ἔχεις βασιλεῦσαι, καὶ ἕνεκεν τούτου ποιούμεθα τὴν ζήτησιν. καὶ περὶ τὸν ∆εκέμβριον μῆνα δηλοῖ τὸν πατριάρχην ὁ Λέων ὅτι ὁ λαὸς σκανδαλίζεται διὰ τὰς εἰκόνας, λέγοντες ὅτι κακῶς αὐτὰς προσκυνοῦμεν καὶ ὅτι διὰ τοῦτο τὰ ἔθνη κυριεύουσιν ἡμῶν· καὶ συγκατάβα, φησί, τὶ μικρόν, καὶ ποίησον οἰκονομίαν εἰς τὸν λαόν, καὶ τὰ χαμηλὰ περιέλωμεν. εἰ δὲ μὴ βούλει, πεῖσον ἡμᾶς δι' οὗ ἕνεκεν προσκυνεῖτε, τῆς γραφῆς μὴ ἐχούσης ῥητῶς πώποτε. καὶ δηλοῖ αὐτῷ ὁ πατριάρχης ὅτι ἡμεῖς τὰ καλῶς ἐξ ἀρχῆς καὶ ἄνωθεν ὁρισθέντα ὑπό τε