De Leone Armenio (e cod. Paris. gr. 1711)

 ἀρξαμένης οὐκ ἦλθον εἰς βοήθειαν οἱ λοιποὶ λαοί, ἀλλὰ δειλιάσαντες ἔδωκαν εἰς τροπήν, πρῶτον τὸ θέμα τῶν ἀνατολικῶν· καὶ καταλειφθέντες μόνοι οἱ τοῦ Ἀ

 ἐναλλάττειν τὰς μορφάς, οὕτως καὶ αὐτὸς ποτὲ μὲν ὡς χρηστολόγος καὶ ἄριστος φαινόμενος, ποτὲ καὶ τοὐναντίον, ὅπερ καὶ δικαίως ἐπωνομάσθη Χαμαιλέων ὑπὸ

 Αὐτὸς δὲ μονώτατος ἔφυγεν εἰς 344 τὸν λαὸν αὐτοῦ. οἱ δὲ ἄλλοι τρεῖς ἐπιάσθησαν ὑπὸ τῶν ὄντων ἐν τῷ χελανδίῳ. καὶ ὁ μὲν λογοθέτης παραυτὰ ἐσφάγη, Κωνστ

 ἐγένετο ὡς θάλασσα. καὶ μὴ δυνάμενοι ἀντιπερᾶσαι οἱ Βούλγαροι ἔμειναν ἡμέρας δεκαπέντε κατέχοντες τὴν αἰχμαλωσίαν. καὶ μηνύσαντες τὸν Λέοντα τοῦ βοηθῆ

 συναγωνιζόμενον τῷ σκοπῷ αὐτοῦ. καὶ δὴ εὗρεν ὅμοιον τῆς αὐτοῦ φρονήσεως ἤτοι ἀφροσύνης ἀναγνώστην τινὰ Ἰωάννην λεγόμενον, υἱὸν Παγκρατίου τινὸς σκιαστ

 τῶν ἀποστόλων καὶ τῶν πατέρων οὔτε παρασαλεύομεν οὔτε περισσότερόν τι ἐν αὐτοῖς οἰκονομοῦμεν, τοῦ ἀποστόλου λέγοντος ὅτι καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐ

 ἀποθνήσκομεν. καὶ ὁ πατριάρχης πρὸς αὐτοὺς λοιπὸν οὖν, ἀδελφοί, ἐν ὁμονοίᾳ ἐσώμεθα καὶ συνημμένοι ἐν μιᾷ ψυχῇ ἐν ταύτῃ τῇ ὁμολογίᾳ ἀδιαιρέτως, καὶ μ

 τοῦ βασιλέως χωρὶς ταῦτα ποιοῦντας. καὶ λοιπὸν ὁ προειρημένος ἀνὴρ ἀπελθὼν πρὸς τὸν χαμαιλέοντα εἶπεν αὐτῷ τοῦ λαοῦ τὴν ἄτακτον ῥύμην. ὁ δὲ ἀεὶ ψεύστη

 Λλοιπὸν οὖν λαβὼν τὸ κράτος τῆς ἀσεβείας πᾶσαν πονηρὰν δραματουργίαν εἰργάζετο, τὰς δὲ ἁπανταχοῦ εἰκόνας τῶν ἐκκλησιῶν κατέστρεψεν καὶ κατέκαυσεν , κα

ἐναλλάττειν τὰς μορφάς, οὕτως καὶ αὐτὸς ποτὲ μὲν ὡς χρηστολόγος καὶ ἄριστος φαινόμενος, ποτὲ καὶ τοὐναντίον, ὅπερ καὶ δικαίως ἐπωνομάσθη Χαμαιλέων ὑπὸ ἁγίου ἀνδρός. ἐκβαλὼν οὖν Λέων, καθὼς προείρηται, τὸν Μιχαὴλ ἐκ τῆς βασιλείας αὐτοῦ τυραννικῶς παρέλαβεν αὐτὸς τὴν βασιλείαν, καὶ κουρεύσας Προκοπίαν τὴν Αὐγούσταν, γυναῖκα τοῦ Μιχαήλ, τὰ τέκνα αὐτοῦ ἐξευνούχισεν κουρεύσας αὐτά, καὶ ἐκούρευσεν αὐτοὺς εἰς τὰ νησία, ἐπάρας δὲ πάντα ὅσα εἶχον, μὴ ἐάσας αὐτοῖς μήτε τὰ ἴδια μήτε τὰ τῶν γονέων αὐτῶν, ὥστε ὑστερεῖσθαι αὐτοὺς καὶ τῶν ἀναγκαίων. αὐτοὶ δὲ ηὐχαρίστουν ἐν πᾶσι τὸν θεόν. ἦν δὲ ὁ Μιχαὴλ τέλειος μὲν τὴν ἡλικίαν, αὐτὸ τὸ ἄνθος ἄγων τῆς νεότητος, στρογγυλοπρόσωπος, σιτόχροος, μαῦραν ἔχων τὴν κεφαλὴν καὶ ἐπιάγουρον, καὶ τὸ γένειον εὐπρεπῶς διακείμενον, ἐν τῇ ὄψει αὐτοῦ, μαῦρον καὶ αὐτό, πρᾶος δὲ πάνυ καὶ ἀγαθός, εἰ καί τις ἄλλος. οὗτος θλίψεις πολλὰς ὑπέστη διὰ τὴν ὠμότητα τοῦ ἀσεβοῦς Λέοντος· καθ' ἡμέραν τὸν θάνατον ἐκδεχόμενος, καὶ μετ' ὀδύνης καθ' ἡμέραν τὸν ἄρτον αὐτοῦ ἐσθίων, ὁ κύριος ἀβλαβῆ ἐφύλαξεν παραδόξως 342 ἐκ τῆς κακουργίας αὐτοῦ. καὶ λοιπὸν ἦλθον οἱ Βούλγαροι μηδενὸς αὐτοῖς ὑπαντῶντος ἢ κωλύοντος ἕως τῆς πόρτης, καὶ ποιήσας ὁ Κροῦμμος θυσίαν κατὰ τὸ ἔθος αὐτοῦ ἔξωθεν τῆς Χρυσῆς πόρτης ἔθυσεν ἀνθρώπους καὶ κτήνη πολλά. καὶ εἰς τὸν αἰγιαλὸν τῆς θαλάσσης βρέξας τοὺς πόδας αὐτοῦ καὶ περικλυσάμενος, καὶ ῥαντίσας τὸν λαὸν αὐτοῦ, καὶ εὐφημισθεὶς ὑπ' αὐτῶν, διῆλθεν μέσον τῶν παλλακίδων αὐτοῦ, προσκυνηθεὶς ὑπ' αὐτῶν καὶ δοξασθείς, καὶ ταῦτα θεωρούντων ἐκ τῶν τειχῶν πάντων, καὶ μηδενὸς τολμῶντος κωλῦσαι αὐτὸν ἢ ἀπολῦσαι βέλος κατ' αὐτοῦ. καὶ ποιήσας πάντα τὰ ἐπιθυμήματα αὐτοῦ καὶ ἅπερ ἐβούλετο, περιεκύκλωσεν τὴν πόλιν, καὶ ἔβαλεν χάρακα ἐν αὐτῇ, καὶ ποιήσας ἡμέρας τινὰς καὶ πραιδεύσας τὰ ἔξωθεν τῆς πόλεως, ἤρξατο ζητεῖν πάκτα χρυσίου καὶ ἱματισμῶν πολὺν ἀριθμόν, καὶ κοράσια ἐπίλεκτα ποσότητα τινά. καὶ δὴ ποιήσας ὁ Λέων βουλὴν μετὰ τῶν ἀρχόντων, ἐδήλωσεν τὸν Κροῦμον ὅτι ἐλθὲ ἕως τοῦ αἰγιαλοῦ μετὰ ὀλίγων τινῶν μὴ ἐπιφερομένων ὅπλα, καὶ ἡμεῖς ἐξερχόμεθα διὰ τῆς θαλάσσης ἄοπλοι μετὰ χελανδίου, καὶ συλλαλοῦμεν· καὶ ἅπερ ᾐτήσω πάντα ποιοῦμεν. καὶ ταῦτα δηλώσαντες, διὰ τῆς νυκτὸς ἐξαγαγόντες τινὰς ἐνωπλισμένους ἕως ὀνομάτων τριῶν, καὶ κατέκρυψαν αὐτοὺς ἐν δωματίοις τισὶν τῶν Γάλλης ἔξωθεν τῆς πόρτης τῶν Βλαχερνῶν, δώσαντες αὐτοῖς σύσσημον ὅτι διαλεγομένων ἡμῶν μετὰ τοῦ 343 Κρούμου σημεῖόν τι ἔχομεν ποιῆσαι, ὅπερ θεασάμενοι ἐξέλθατε καὶ ἀποκτείνατε αὐτόν. καὶ τῇ ἐπαύριον ὄντων τῶν Βουλγάρων ἐπὶ τὸ μέρος τῶν ἁγίων Ἀναργύρων ἔξωθεν τῆς πόλεως, κατῆλθεν ὁ Κροῦμος ἐπὶ τὴν θάλασσαν κατὰ τὴν συνταγὴν μετὰ ἄλλων τριῶν, τὸν λογοθέτην αὐτοῦ καὶ Κωνσταντῖνον τὸν λεγόμενον τοῦ Πατζικοῦ, φυγόντος εἰς Βουλγαρίαν πρὸ πολλῶν ἐτῶν, ἔχοντα καὶ τὸν υἱὸν αὐτοῦ ὄντα ἐξ ἀδελφῆς τοῦ Κρούμου. οὗτοι τέσσαρες ἐξελθόντες τοῦ λαοῦ αὐτῶν ἄοπλοι κατῆλθον ἕως τῆς θαλάσσης κατὰ τὴν συνταγὴν μετὰ ἄλλων τριῶν, μὴ γινώσκοντες δὲ τὸ ἔνεδρον αὐτῶν. λοιπὸν δὲ καὶ οἱ ἐκ τῆς πόλεως ἐξῆλθον μετὰ χελανδίου, βουλόμενοι συλλαλῆσαι μετὰ τοῦ Κρούμου, καὶ λαβόντες λόγον ἐξῆλθον τοῦ καραβίου. καὶ ἀποκαβαλλικεύσας ὁ Κροῦμος ἐκάθισεν ἐπὶ τοῦ ἐδάφους, καὶ τὸν ἵππον αὐτοῦ ἐκράτει ὁ υἱὸς Κωνσταντίνου στρωμένον χαλινωμένον. καὶ διαλεγομένων αὐτῶν ἐποίησεν ὁ εἷς τῶν ἐκ τῆς πόλεως τὸ σημεῖον, ὃς ἦν ὁ Ἑξαβούλης, τῇ χειρὶ τὴν κεφαλὴν ἀποσκεπάσας. ὃν ἰδὼν ὁ Κροῦμος καὶ σκανδαλισθεὶς ἀνεπήδησεν, καὶ ἔχων ἕτοιμον τὸν ἵππον, σηκώσαντες αὐτὸν οἱ μετ' αὐτοῦ, ἐκαβαλλίκευσεν. καὶ ἀνέκραζεν ὁ λαὸς ἀπὸ τῶν τειχῶν "σταυρὸς ἐνίκησεν." καὶ αὐτὸς ἤρξατο φεύγειν. καὶ ἐξελθόντες οἱ ἐνωπλισμένοι ἐκ τῶν δωμάτων κατεδίωξαν ὀπίσω τοῦ Κρούμου, καὶ ἀπολύσαντες αὐτῶν τὰ βέλη [ὡς ᾠήθησαν ὅτι ἐπλήγωσαν αὐτόν.