1

 2

 3

 4

 5

5

τριχινοφορεῖν διὰ παντὸς ᾑρετίσαντο. Χαῖρε, κεχαριτωμένη, ὅτι καταφυγὴ ἐγενήθης ἡμῖν, καὶ μεσιτολογεῖς ὑπὲρ ἡμῶν τῶν πηλογενῶν πρὸς τὸν Υἱόν σου, καὶ Θεόν σου, καὶ Θεὸν ἡμῶν. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ πάντων ὁμοῦ τῶν περάτων τῆς γῆς κοινὴ σωτηρία, καὶ πάντων τῶν Χριστιανῶν Χριστιανικὴ προστασία. Χαῖρε, ἡ μόνη τῶν ἀβοηθήτων παραστατικὴ βοήθεια, καὶ μόνη τῶν ἀδυνάτων μεγαλοδύναμος δύναμις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν ταπεινῶν ἀνύψωσις, καὶ μόνη τῶν πενήτων ἀντίληψις, καὶ μόνη μήτηρ τῶν ὀρφανῶν, καὶ πτωχῶν, καὶ χηρῶν. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν καταπονουμένων παραμυθία, καὶ μόνη τῶν ἀσκεπῶν σκέπη. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν αἰχμαλώτων λύτρωσις, καὶ μόνη τῶν ἐξορίστων καὶ ἐξορισμένων ἀνάκλησις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν νοσούντων ἐπίσκεψις, καὶ μόνη τῶν ἀσθενούντων ἴασις, καὶ μόνη τῶν δαιμονώντων ὑγίωσις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ μόνη τῶν πλεόντων κυβέρνησις, καὶ μόνη τῶν νυκτοπορούντων συνοδοιπόρος καὶ συνδιαγωγός. Χαῖρε, ὅτι πάντων ἡμῶν οἱ ὀφθαλμοὶ εἰς σὲ τὴν μόνην καθαρὰν ἐλπίζουσι, καὶ πρὸς σὲ διὰ παντὸς ἀτενίζουσι. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ προϊσταμένη ἡμῶν τῶν ταπεινῶν, καὶ λυτρουμένη ἡμᾶς ἐκ πάσης δικαίας ὀργῆς τε καὶ ἀπειλῆς. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ἡ ἀεὶ διαφυλάττουσα καὶ περισκέπουσα τὸ πτωχογενὲς ἡμῶν φῦλον ἐν πειρασμοῖς, ἐν κινδύνοις, καὶ ἐν διαφόροις συμφόραις. Χαῖρε, κεχαριτωμένη, χαῖρε, ὅτι οὐδεὶς ὡς σὺ πλὴν Θεοῦ τηλικοῦτον κεκληρονόμηκεν ὄνομα, ἢ τοιαύτης πώποτε τέτυχε δόξης. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον ὑπερκοσμίως τὴν ὑπερκόσμιον ταύτην πανηγυρίζομεν ἡμέραν. Χαῖρε, ἡ ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον, ἑορτὴν ἑορτῶν, καὶ πανήγυριν πανηγύρεων πανδημεὶ ἑορτάζομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον ἀγεληδὸν ἐπαθροιζόμεθα ἐν τοῖς σοῖς ἁγιοβάτοις ναοῖς, καὶ μεγαλοφώνως σε γεραίρομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον δίκην μελισσῶν ἐπισυναγόμενοι πληθύνομεν τὴν ὑμνολογίαν, ὡς σὺ τὴν προστασίαν. Χαῖρε, κεχαριτωμένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον φωτοφοροῦντες λαμπρῶς ἐν Ἐκκλησίᾳ σε μεγαλύνομεν. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον τὰ τοῦ ∆αβὶδ σὺν τῷ ∆αβὶδ, καὶ τὰ τοῦ ἀγγέλου σὺν τῷ ἀγγέλῳ ἀνεκινήσαμεν λόγια. Χαῖρε, ὄντως ὑπερευλογημένη, χαῖρε, δι' ἣν ἡμεῖς σήμερον οἱ αἰχμάλωτοι ἐπαινέται ταύτην ἐξυφάναμεν τὴν τετραπλῆν τῶν χαροποιῶν προῤῥήσεων πεντακοντάδα· ἀλλὰ παράτεινον τὸ ἔλεός σου, πανάγαθε ∆έσποινα, τοῖς γινώσκουσί σε, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ κατεύθυνον πάντας εἰς ὁδὸν εἰρήνης, ὅτι πάντων οἱ ὀφθαλμοὶ εἰς σὲ ἐλπίζουσι, καὶ σοῦ τῇ μεσιτείᾳ τὴν καταλλαγὴν τὴν πρὸς τὸν Υἱόν σου καὶ Θεὸν, καὶ 96.661 Θεὸν ἡμῶν ἐσχήκαμεν· ᾧ δόξα, ᾧ κράτος, ᾧ σθένος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ ὁμοφυεῖ καὶ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.