1

 2

 3

 4

 5

3

Κυρία Θεοτόκε, δι' ἧς ἡμῖν σωματοῦται ὁ ἀσώματος, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ χωρεῖται ὁ ἀχώρητος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ζωοῦται ὁ αὐτόζωος, καὶ ποσοῦται ὁ ἄποσος, καὶ σαρκοῦται ὁ ἄσαρκος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ὁ ἄκτιστος κτίζεται, καὶ πτωχεύει ὁ πλούσιος, καὶ νηπιάζει ὁ ὕψιστος. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ψηλαφᾶται ὁ ἀψηλάφητος, καὶ κρατεῖται ὁ ἀνέπαφος, καὶ βαστάζεται ὁ βαστάζων τὰ πάντα. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς γαλακτοτροφεῖται ὁ τοῦ παντὸς κηδεμὼν, καὶ τροφεὺς, καὶ πρύτανις Θεός. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Λόγος, Υἱὸς ἀνθρώπου σωματικῶς κατ' εὐδοκίαν ἄφραστον πέφηνε. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς ὁ ἀμήτωρ ἀπάτωρ γίνεται, καὶ ὁ νέος ἐπισυνάγεται Μελχισεδέκ. Χαίροις, ὦ Κυρία Θεοτόκε, δι' ἧς διῆλθεν ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ ἀπ' ἄκρων τοῦ οὐρανοῦ ἕως ἄκρων αὐτοῦ, μητρικῶς τε καὶ ∆αυϊτικῶς τὸ κατάντημα τῆς προστασίας ἔχουσα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων μεγαλοπρεπής τε καὶ μεγαλόφωτος εὔκλεια. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ πάσης ἀκτῖνος φωτεινοτέρα, καὶ πάσης καθαρότητος καθαρωτέρα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ παντὸς σεβάσματος σεβασμιωτέρα, καὶ παντὸς ἀκούσματος ὑπερκείμενον ἄκουσμα. Χαίροις, μόνη μήτηρ Θεοῦ, ἡ παντὸς γλυκάσματος γλυκυτέρα, καὶ παντὸς εὐγενοῦς εὐγενεστέρα, καὶ παντὸς πλούτου ῥέοντος πλουσιωτέρα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, τὸ μόνον ὄντως ἀληθῶς Χριστιανικῆς κτίσεως παγκάλλινον καὶ πασιπόθητον ὄνομα. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ προσκυνητὴ εἰς τοὺς αἰῶνας, καὶ δοξαστὴ εἰς τοὺς αἰῶνας, καὶ ἐπαινετὴ εἰς ἀπεράντους αἰῶνας. Χαίροις, μόνη Μήτηρ Θεοῦ, ἡ εἰς πάσας γενεὰς γενεῶν ὑπὸ ἀγγέλων τε καὶ ἀνθρώπων ὁμοφώνως ἐν φόβῳ μεγαλυνομένη. Χαίροις, μόνη ἐν βασιλίσσαις βασιλίσσα, ἡ βασιλέων μὲν θυγάτηρ, παμβασιλέως δὲ Χριστοῦ Μήτηρ, φιλοσεβῶν δὲ βασιλέων κράτος. Χαίροις, μόνη ἐν βασιλίσσαις βασίλισσα, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, καθὼς ὁ μέγας ψαλμῳδὸς 96.656 ∆αβὶδ ἀνακέκραγε. Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ τῆς προμήτορος Εὔας τὸ σφάλμα ἀνορθώσασα. Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, ἡ τὸ ταπεινότατον γένος τῶν χαμαὶ κειμένων γυναικῶν ἀνυψώσασα. Χαίροις, μόνη ἐν γυναιξὶν εὐλογημένη, λελαμπρυσμένη τε καὶ τεθαυμασμένη, ὅτι μόνη Χριστὸν τὸν θεάνθρωπον ἀνάνδρως συνέλαβες, καὶ ἀπόνως ἐκύησας. Χαίροις, μόνη ὄντως ἐν γυναιξὶν εὐλογημένη καὶ δεδοξασμένη, ἡ τὸν ἕνα τῆς τρισσοφαοῦς καὶ ὑπεραγίας Τριάδος ἀφλέκτως συνειληφυῖα, γεγέννηκας. Χαῖρε, μόνη ἐν γυναιξὶν εὐλογημένη, ὅτι μόνη ἀστενοχωρήτως ἐχώρησας, ὅνπερ κόσμος χωρῆσαι οὐ δύναται. Χαίροις, μόνη νύμφη ἀνύμφευτε, ἡ ἐν τῇ νυμφικῇ Ἀσμάτων βίβλῳ προαναφερομένη. Χαίροις, μόνη ἐν παρθένοις Παρθένος, ἡ καὶ πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ, καὶ μετὰ τόκον, παρθένος διαμείνασα. Χαίροις, μόνη ἐν πύλαις πύλη κεκλεισμένη, καὶ μόνη πόλις ἐν πόλεσι πεπυργωμένη. Χαῖρε, ὄντως κεχαριτωμένη, χαῖρε, ὅτιπερ ἁγιωτέρα σὺ τῶν Ἀγγέλων, καὶ τιμιωτέρα τῶν Ἀρχαγγέλων. Χαῖρε, κεχαριτωμένη, ὅτι θαυμασιωτέρα σὺ τῶν Θρόνων, καὶ κυριωτέρα σὺ τῶν Κυριοτήτων, καὶ δυνατωτέρα σὺ τῶν ∆υνάμεων. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπερτέρα σὺ τῶν Ἀρχῶν, καὶ ἀνωτέρα σὺ τῶν Ἐξουσιῶν. Χαῖρε, κεχαριτωμένη, ὅτι καλλιωτέρα σὺ τῶν Χερουβὶμ, καὶ σεβασμιωτέρα τῶν Σεραφίμ. Χαῖρε, κεχαριτωμένη, ὅτιπερ ὑψηλοτέρα σὺ τῶν οὐρανῶν, καὶ καθαρωτέρα σὺ ὑπὲρ τὸν φαίνοντα ἥλιον Χαῖρε, κεχαριτωμένη, ὅτιπερ εὐγενεστέρα σὺ πάντων τῶν ὑφ' ἡλίου ἀνατολῶν, καὶ βασιλικωτέρα σὺ ὑπὲρ πάσας τὰς βασιλείας τῆς βροτείας οὐσίας. Χαῖρε, κεχαριτωμένη, ὅτιπερ ἀγαθωτέρα σὺ ὑπὲρ ἐκείνην ὄντως τὴν ἀγαθὴν καὶ πολλὴν γῆν, τὴν ῥέουσαν μέλι καὶ γάλα. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ χίονα ἐλευκάνθης, καὶ ὑπὲρ μέλι ἐγλυκάνθης. Χαῖρε, κεχαριτωμένη, ὅτι ὑπὲρ τὰ κρῖνα εὐωδιάσθης, καὶ ὑπὲρ τὰ ῥόδα ἠρυθρώθης, καὶ ὑπὲρ