1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

Οἱ κακοτέχνως· Καὶ ὅτε δοξολογοῦσι τὰ σεραφὶμ λέγοντα τρίτον τὸ «ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ», πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δοξολογοῦσι. 20 Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος· Πῶς εἴποι τὰ σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος», μὴ διδαχθέντα παρὰ τοῦ πνεύματος, ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν; Ἀπήλλαξεν ἡμᾶς ὁ πατὴρ λογολεσχίας ἀριδήλως εἰπών, «ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν». Οὐ γὰρ εὐσεβὲς δὶς ἢ τετράκις, ἀλλὰ τρὶς καὶ ἅπαξ· τρὶς μὲν τὸ «ἅγιος» διὰ τὸ τριαδικὸν τῶν ὑποστάσεων, ἅπαξ δὲ τὸ «κύριος» διὰ τὸ μοναδικὸν τῆς οὐσίας καὶ τὴν μοναρχίαν. Εἰ γὰρ εἰς τὸν υἱὸν μόνον, διὰ τί μὴ ἅπαξ τὸ «ἅγιος» καὶ ἅπαξ τὸ «κύριος», διὰ τί μὴ δὶς ἢ τετράκις; Οὐ γὰρ ὁ τρὶς ἀριθμὸς τῇ μιᾷ ἀφιέρωται ὑποστάσει ἢ πλέον τῶν ἄλλων ἀριθμῶν ᾠκείωται. 21 Τοῦ αὐτοῦ ἁγίου Βασιλείου ἐκ τοῦ τετάρτου λόγου τοῦ κατ' Εὐνομίου, οὗ ἡ ἀρχή· Εἰ φύσει θεὸς ὁ υἱός· Ὅτι οὔτε ὀπτασία οὔτε χρησμῳδία κεχωρισμένως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ἡσαΐας ὁ προφήτης· «Εἶδον», ἔφη, «κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί.» Καὶ μετ' ὀλίγα φησίν· «Καὶ εἶπε κύριος πρός με· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ τὰ ἑξῆς. Ὅσον μὲν οὖν κατὰ ταύτην τὴν θέσιν καὶ τὴν ἀκολουθίαν τοῦ προφητικοῦ γράμματος, ὁ ἐπὶ πάντων ἐστὶν πατὴρ ὁ ὀφθεὶς καὶ χρησμοδοτήσας τῷ προφήτῃ. Ὁ μέντοι τῆς βροντῆς υἱὸς ἐξαίσια φθεγξάμενος καὶ βροντῆς εἰρηκὼς φοβερώτερα, οὗ ἴδιον οὐχὶ τὸ «οὐκ ἦν», ἀλλὰ τὸ «ἦν ὁ λόγος», τὸν υἱὸν ἔφη τὸν ὀφθέντα καὶ χρησμοδοτήσαντα τῷ προφήτῃ. Λέγει γὰρ ἐν τῷ ἰδίῳ συγγράμματι· «∆ιὰ τοῦτο οὐκ ἠδύναντο οἱ Ἰουδαῖοι πιστεύειν εἰς τὸν Ἰησοῦν, διότι εἶπεν Ἡσαΐας περὶ αὐτῶν· Τετύφλωνται αὐτῶν οἱ ὀφθαλμοὶ καὶ πεπώρωται ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ συνῶσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Ὁ δὲ Παῦλος τοῦ πνεύματος ἀπεφήνατο τὴν ὀπτασίαν καὶ τὴν χρησμῳδίαν εἶναι λέγων· «Καλῶς ἔφη τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς τοὺς πατέρας ὑμῶν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.» Ὁ προφήτης τοῦ πατρὸς εἰσηγεῖται τὸ πρόσωπον τοῦ παρὰ Ἰουδαίοις πεπιστευμένου, ὁ εὐαγγελιστὴς τοῦ υἱοῦ, ὁ Παῦλος τοῦ πνεύματος, ἕνα κύριον σαβαὼθ τὸν ὀφθέντα κοινῶς ὀνομάζοντες. ∆ιῄρηται αὐτοῖς ὁ περὶ τῆς ὑποστάσεως λόγος ἀδιαιρέτου μένοντος ἐν αὐτοῖς τοῦ περὶ ἑνὸς θεοῦ φρονήματος. ∆ιῄρηται γὰρ ἀδιαιρέτως ὁ περὶ τῆς ὑποστάσεως τρόπος καὶ λόγος. ∆ιὸ «ἅγιος, ἅγιος, ἅγιος» τριαδικῶς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων, «κύριος» δὲ ἅπαξ διὰ τὸ μοναδικὸν τῆς θεότητος. 22 Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ λόγου τοῦ εἰς τὰ γενέθλια· Θεοῦ δὲ ὅταν εἴπω, λέγω πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν, οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν ἢ διὰ τὴν μοναρχίαν ἰουδαΐζοντες ἢ διὰ τὴν ἀφθονίαν ἑλληνίζοντες· τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα, ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται, κάλλιστά τε καὶ ὑψηλότατα. 23 Καὶ ὁ ἅγιος δὲ Κύριλλος Ἀλεξανδρείας ἐν τῷ περὶ τοῦ πνεύματος λόγῳ πρὸς