1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

ὁλικῶς καὶ ἀδιαιρέτως ἐν ἑκάστῃ τῶν ὑποστάσεων οὖσα, πᾶσα πατρός, πᾶσα υἱοῦ, πᾶσα ἁγίου πνεύματος, μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Αἱ δὲ ὑποστάσεις οὐχ οὕτως, ἀλλ' ἑτέρα πατρός, ἑτέρα υἱοῦ, ἑτέρα ἁγίου πνεύματος. Ἑκάστη μὲν οὖν ὑπόστασις καθ' αὑτὴν θεὸς καὶ ἅγιος καὶ κύριος λέγεται καὶ εἴ τι τοιοῦτον· ὅτε δὲ συναριθμοῦνται, οὐ τρεῖς θεοὶ ἢ ἅγιοι ἢ κύριοι, ἀλλ' εἷς θεὸς τὰ τρία, εἷς κύριος, εἷς ἅγιος, ὅτι θεὸς καὶ αἱ αὐτοῦ δυνάμεις, λόγος καὶ πνεῦμα, εἷς θεός, εἷς ἅγιος, εἷς κύριος, καὶ οὐ τρεῖς. Ἀλλὰ θεὸς μὲν καὶ θεὸς καὶ θεὸς διὰ τὸ τέλειον τῆς ἑκάστου ὑποστάσεως καὶ ἅγιος καὶ ἅγιος καὶ ἅγιος καὶ κύριος καὶ κύριος καὶ κύριος, οὐ τρεῖς δὲ θεοὶ ἢ ἅγιοι ἢ κύριοι. ∆ιότι ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, δυνάμεις δὲ ἐνυπόστατοι ἀχώριστοι τοῦ πατρός, τοῦ ἐξ οὗ καὶ ἐν ᾧ εἰσι καὶ πρὸς ὃν ὡς αἴτιον ἀναφέρονται· οὔτε γὰρ τόπῳ ἢ βουλήσει ἢ ἐνεργείᾳ ἢ ἰσχύϊ ἢ ἐξουσίᾳ χωρίζονται ἤ τινι τῶν ὅσα ἐπὶ θεοῦ λέγεται, εἰ μὴ μόνον ταῖς ὑποστάσεσι καὶ τοῖς χαρακτηριστικοῖς ἑκάστης ὑποστάσεως ἰδιώμασιν. Ἡμεῖς γὰρ γεννώμενοι τεμνόμεθα διαμπὰξ τῶν πατέρων καὶ χωριζόμεθα, καὶ τοῦτο δηλῶν ἔφη ὁ θεολόγος Γρηγόριος· «Ἀφιέντες καὶ ἀφιέμενοι.» Οὐ γὰρ δύναμις τοῦ πατρὸς ὁ υἱὸς ἐφ' ἡμῶν καθέστηκεν οὐδὲ λόγος ἢ σοφία, ἐπὶ δὲ θεοῦ τὰ δύο συντρέχουσι, τὸ καὶ δυνάμεις εἶναι τοῦ πατρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα, ὡς λόγον νοῦ καὶ πνεῦμα, καὶ ὑποστάσεις τελείας, ὅπερ πρέπον μόνῳ τῷ ὑπερουσίῳ θεῷ. Ἡμεῖς δὲ καὶ γνώμῃ τεμνόμεθα καὶ δυνάμει καὶ τόπῳ. ∆ιὸ καὶ ἄνθρωποι, οὐκ ἄνθρωπος ὁ δεῖνα καὶ ὁ δεῖνα λεγόμεθα· ἐπὶ δὲ θεοῦ οὐχ οὕτως, καθὼς προειρήκαμεν. Ἀλλά γε δὴ καί, ἃς προφέρουσι χρήσεις, ἐπισκεψώμεθα καὶ τὴν ἀκριβῆ τούτων ἐξέτασιν ποιησώμεθα. Πατρικαὶ γὰρ αὗται, καὶ οὐδαμῶς ἀντεροῦμεν. Ἀλλὰ χρὴ συμφώνους καὶ μὴ ἀλλήλοις, οὐδὲν δὲ ἔλαττον ἑαυτοῖς ἀντιλόγους καὶ μαχομένους ἀποδεικνύειν τοὺς ἁγίους πατέρας καὶ διδασκάλους, ὧν τὸ περὶ πίστεως φρόνημα ἑνιαῖον καὶ ἀπαράλλακτον ἔδειξεν ἡ μία τοῦ πνεύματος δύναμίς τε καὶ ἔλλαμψις. 8 Ὁ μὲν οὖν ἐν μακαρίᾳ τῇ λήξει Ἀθανάσιος ὁ θεσπέσιος ἐν τῷ περὶ σαρκώσεως καὶ τριάδος λόγῳ τάδε φησί· Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς καὶ γενόμενος ἄνθρωπος, καὶ ἡμεῖς φαμεν, ὅτι θεός ἐστιν ὁ δι' ἡμᾶς γενόμενος ἄνθρωπος. Ἀλλ' οὐ θεὸς καὶ θεὸς καὶ θεὸς ὁ εἷς τῆς τριάδος, ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἅγιος, ἀλλ' οὐχ ἅγιος καὶ ἅγιος καὶ ἅγιος, οὐδὲ τρὶς μόνον ἅγιος, ἀλλ' ἀορίστως καὶ ἀπειράκις ἅγιος καὶ ὑπεράγιος. Καὶ πάλιν ἀλλαχοῦ λέγει· «Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.» Ἦν γὰρ αὐτὸν πρὸ τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ μορφῇ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε τὰ χερουβὶμ ἐδοξολόγουν αὐτὸν λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ», καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν «μορφὴν δούλου λαβόντα» καὶ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον». Ταῦτα προφέρουσιν, ἃ καὶ ἡμεῖς ἀσπαζόμεθα. Ἀλλ' εἰπάτωσαν· Μόνον εἶδε τὸν υἱὸν καθήμενον ἐπὶ θρόνου ἢ τῷ πατρὶ συνεδρεύοντα; Μόνον δοξολογούμενον ἢ σὺν πατρὶ καὶ τῷ πνεύματι; Εἰ μὲν οὖν μόνον, νειμάτωσαν τῷ υἱῷ μόνῳ καὶ τὸν τρισάγιον ὕμνον. Εἰ δὲ σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι, ἐπιγνώτωσαν τῆς τριάδος εἶναι ἀχώριστον τὸν ἐμφαντικὸν τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς οὐσίας καὶ κυριότητος αἶνον. «Ἅγιος γάρ, ἅγιος, ἅγιος,» ὕμνουν τὰ σεραφὶμ καὶ τῇ τριάδι τὸν ὕμνον προσάγοντα ὑμνοῦσιν τὸν υἱόν· εἷς γὰρ τῆς τριάδος ὁ υἱός. Οἱ δὲ τῷ υἱῷ μόνῳ τὸν τρισάγιον ἀνατιθέντες ὕμνον ἀμέτοχον τοῦ ὕμνου τὸν πατέρα καὶ τὸ πνεῦμα τιθέασι. Τὰ μὲν γὰρ κοινὰ συμπεριλαμβάνει τὰ μερικά, τὰ δὲ μερικὰ τὰ καθόλου οὐκέτι. Ὁ μὲν γὰρ ἄνθρωπον εἰπὼν πάντας τοὺς ἀνθρώπους τοὺς κατὰ μέρος ἐσήμανεν, ὁ δὲ Πέτρον εἰπὼν αὐτὸν μόνον ὑπέφηνεν, ἀφεὶς τὰς λοιπὰς ὑποστάσεις τῆς ἀνθρωπότητος. 9 Πάλιν προβάλλονται τοῦ ἁγίου Ἐπιφανίου ἐκ τοῦ εἰς τὴν ἁγίαν θεοτόκον